βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
γὰρ Ἀρεια νῶν ἄψυχον πάντη λεγόντων τὴν τοῦ Κυρίου σάρκα, αὐτὸς ἔφη, ὅτι σάρκα μὲν ἐμψυχωμένη ψυχῇ ζω τικῇ ἀνέλαβεν ὁ Κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ προσήκατο, μηδὲ γὰρ δεηθῆναί φησιν ἐκείνην ἀνθρωπείου νοὸς, ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότος Θεοῦ Λόγου, ἀλλὰ μηδὲ χωρεῖν αὐτὴν ἄλλην νοερὰν δύναμιν παρὰ τὴν θείαν. Ταῦτα ὑπο θέμενος διατείνεται μίαν φύσιν εἶναι τοῦ Λόγου καὶ τῆς σαρκὸς, ὡς ἅτε τῆς σαρκὸς ἀτελοῦς οὔσης εἰς τὸν ἄνθρωπον, καὶ διὰ τοῦτο μὴ ἀξίαν φύσιν ὀνομάζεσθαι."
ΡΞ∆ʹ. Περὶ Θεοδώρου Μοψουεστίας. 365 "Μεθ' ὃν ἀναφαίνεταί τις Θεόδωρος, τῆς Μομψουεστίας, πόλεως ἐν τῇ Κιλικίᾳ, τὴν ἡγεμονίαν λαχών· ̣97b καὶ ἐκ διαμέτρου τῷ Ἀπολλιναρίῳ φε ρόμενος ὕβρεις οὐ τὰς τυχούσας τολμηρᾷ ψυχῇ καὶ ἀφόβῳ καρδίᾳ καταχέει τοῦ ∆εσπότου Χριστοῦ, ἄν 110.560 θρωπον ἕνα τῶν καθ' ἡμᾶς καὶ κοινὸν ἀποκαλῶν, ἐκ προκοπῆς λαβόντα τὴν χάριν τοῦ Θεοῦ, Θεὸν ὀνο μάζεσθαι, καὶ ἐκ τοῦ ἐν Ἰορδάνῃ βαπτίσματος ἀξιωθῆναι τῆς τοῦ ἁγίου Πνεύματος δωρεᾶς, ἐν πρώτοις εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτι σθέντα, τὸν δὲ Θεὸν Λόγον διὰ τὴν ὑπερβάλλουσαν ἀρε τὴν αὐτοῦ κατ' εὐδοκίαν ἑαυτοῦ κατοικήσαντα μετα δοῦναι τῆς θεϊκῆς ἀξίας αὐτῷ καὶ προσκυνήσεως εἰς ὕστερον μετὰ τὴν τελείωσιν. Ταῦτα καὶ ἕτερα πολλὰ τοιαῦτα δυσφημήσας, δύο φύσεις ἰδιοπεριορίστως ἐδογμάτισεν ἐπὶ Χριστοῦ, σχέσει τινὶ καὶ μόνον ἀλλήλαις οἰκειωμένας· δευτέρα καὶ αὕτη βλάστη σις τοῦ μίαν φύσιν καὶ δύο φύσεις ἐν Χριστῷ μὴ κατὰ τὸν ὀρθὸν λόγον ὁμολογεῖσθαι." ̣2 ̣ Μετὰ δὲ τούτους γέγονέ τις Νεστόριος ὀνό ματι, ἀπὸ Γερμανικείας τῆς Συρίας, τοῦ θρό νου Κωνσταντινουπόλεως δραξάμενος· ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων κακοφρόνως ἀπε χρήσατο, Παύλῳ καὶ Θεοδώρῳ, τοῖς ἑαυτοῦ προγό νοις, ἑπόμενος· υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσατέως· καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν Παρθένον ἄσπονδον ἤρατο πόλεμον, ἐξαρ νούμενος τὸν ἑαυτοῦ Κύριον καὶ ἀτιμάζων τὴν ἑαυτοῦ ∆έσποιναν, ὁ δείλαιος δοῦλος καὶ ἀναίσχυντος. Οὗτος οὖν ὁ δεινὸς Νεστόριος (τρίτος) πρωτοστά της γέγονε τῆς Ἰουδαϊκῆς ταύτης αἱρέσεως, ἄλλον εἶναι παρ' ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν Θεὸν Λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισε."
ΡΞΕʹ. Περὶ Εὐτυχοῦς. 366 "Τῆς δὲ κατὰ Μάνην καὶ Ἀπολλινά ριον ἀντιθέτου μοίρας τρίτος πάλιν ὑπασπιστὴς Εὐτυχὴς, ἡγούμενος μοναστηρίου Κωνσταντινουπόλεως, ἀνεδείχθη, ὃς μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ Κυρίου διομολογεῖν, ἀπηρ νήσατο, σώζεσθαι λέγων ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεως καὶ συμφυιίας· οὐ μὴν δὲ, ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρ έπλαττεν, ἐξ οὐρανοῦ λέγων κατιέναι τὸ σῶμα τοῦ Κυρίου, καὶ, ὡς διὰ σωλῆνος τῆς Παρθένου, παραδραμεῖν τὸν Θεὸν Λόγον, οὐρανόθεν τοῦτο ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς, καί περ μὴ γεγενημένος. Μανιχαῖος οὗτος ὁ λόγος καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου μίαν φύσιν καὶ οὗτος διεστραμμένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέ σβευσεν." ̣2̣ Εἶτα Σευῆρός τις λεγόμενος, ἁρπάσας τὸν θρόνον Ἀντιοχείας, τὴν κατὰ Μάνην αὖθις, Ἀπολλινάριόν τε καὶ Εὐτυχέα διεκδικεῖν αἵρεσιν ἐπει ρᾶτο, κυκῶν, ὅση δύναμις αὐτῷ, τὴν τῆς Ἐκκλησίας εἰρήνην. Ἐξελαθεὶς δὲ τῆς Ἀντιοχέων ὡς στασιώδης καὶ ταραξίας, τὴν Ἀλεξανδρέων κουφοτά 110.561 την, λαίλαπος καὶ θυέλλης δίκην, ἐνέσκηψεν· ἔνθα καὶ ἑτέρας καταιγῖδος ἀντιπνευσάσης αὐτῷ τε καὶ τῷ λαῷ, συνέχεε πάντας καὶ ἐθορύβησε. ̣3 ̣ ∆ιεσκέδασε γὰρ αὐτοὺς Ἰουλιανός τις κα λούμενος, Ἁλικαρνασσοῦ μὲν τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακοδοξίας προστάτης εὐθυμότα τος. Σευήρου γὰρ μίαν φύσιν λέγοντος εἶναι τὸν Χριστὸν καὶ τὴν ἐν Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ Σευῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφορὰν, αἴτιοι πάσης ταραχῆς ̣98a καὶ ζάλης γεγόνασιν οἱ ἀνόσιοι, "μὴ νοοῦντες,