164
τὴν ἐν παντὶ τῶν πρακτέων ὁδόν. Λέ 2321 γων δὲ ὡς ἡ πικρία σου ἀνέβη πρός με, ἢ κατὰ Σύμμαχον, ἡ ἀλαζονεία σου εἰς τὰ ὦτά μου, σημαίνει τὸ νῦν αὐτὸν ὑφέξειν τὴν ἐπὶ τούτοις ποινήν. Λοιπὸν, ὡς περὶ κτήνους φησίν. Φιμὸν κατὰ τοῦ στόματός σου τοσοῦτον ἐμβαλῶ, ὡς καὶ αὐτὴν συνέχοντά σου τὴν ἀναπνοὴν ἀποπνίξαι. Ὁ δὲ Σύμμαχος, ∆ώσω, φησὶ, κρίκον εἰς τὸν μυκτῆρά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, ὡς ἂν μὴ ἔχοι πρὸς ὅ τι θέλοι χωρεῖν, ἕλκοιτο δὲ εἰς τοὐπίσω πρὸς Βαβυλῶνα βαδίζων καὶ μὴ βουλόμενος, ἢ καὶ ἄλλως ἀπειλεῖ καθάπερ χαλινῷ ταῖς πληγαῖς τῆς βλασφημίας ἀπείρξειν αὐτόν. Ταῦτα μὲν οὖν εἰρήσθω, φησὶ, πρὸς ἐκεῖνον καὶ μὴ παρόντα τῷ σώματι. Πρὸς σὲ δὲ λέγω τὸν Ἐζεκίαν. Εἰς οἱ δεῖ σημείου τῶν εἰρημένων πρὸς πίστιν, ἴσθι τὸν παρόντα τοῦτον ἐνιαυτὸν τοῖς αὐτομάτως φυομένοις ἐκ γῆς τραφησόμενος. Γεωργῆσαι γὰρ διὰ τοὺς πολεμίους κεκώλυσαι. Ἀντὶ γὰρ τοῦ ἔσπαρκας, αὐτόματα πάντες ἐξέδωκαν οἱ λοιποί. Τοῖς δὲ τούτων ὑπολοίποις ἐνιαυτὸν τραφήσῃ τὸν δεύτερον. Ἀντὶ δὲ τοῦ τὸ κατάλειμμα, Ἀκύλας μὲν καὶ Θεοδοτίων αὐτοφυῆ, ὁ δὲ Σύμμαχος ἀπὸ δένδρων ἐξέδωκαν. ∆ύο ταῦτα στενοχωρηθέντες ἔτη, διὰ τὸ τὴν χώραν ὑπάρχειν ἀργὸν, κατὰ τὸ τρίτον ἔτος, τὰς ἐκ γῆς ἀπολαύσεις καρπώσεσθε κατ' εἰρήνην διάγοντες, οἱ ἐν Ἰουδαίᾳ μετὰ τὴν ἅλωσιν Σαμαρείας ὑπόλοιποι, ῥίζαν ἐν ψυχῇ θεοσεβείας βαλόμενοι, καὶ τῆς ἐμῆς γεωργίας ἄνω βλέποντα καρπὸν ἀποδώσετε, διὰ τοῦτο σωζόμενοι. Τινὲς δὲ, τὰ δύο, φασὶν, ἔτη τραφήσεσθε ἐκ τῶν ἀποτεθέντων, ὡς ἐν πολιορκίᾳ καρπῶν, ἅπερ ἔτυχον σπείραντες. ∆ύο γὰρ ἐπιμείναντες ἔτη τῇ Σαμαρείᾳ, τῷ τρίτῳ πεσούσης αὐτῷ τῆς στρατιᾶς θεηλάτῳ πληγῇ, φυγὰς ὑπεχώρησεν. Τὸ δὲ τῆς εὐθυμίας βέβαιον ὡς ἐπὶ φυτῶν ἡ ῥίζα δηλοῖ, τὸ δὲ πολυχρόνιον τὸ καὶ ἄνω σπέρμα ποιεῖν. Ζηλῶσαι δέ φησι Κύριος ἅμα μὲν, ὡς ὑπὲρ πόλεως ἰδίας· ἅμα δὲ, καὶ διὰ τὰς κατ' αὐτοῦ βλασφημίας. Σώσω δὲ, φησὶν, ὑμᾶς, διὰ τὸ πρέπον ἐμοί. Εἰ δὲ χρὴ καὶ ἄνδρα τιμῆσαι, καὶ ὡς πρὸς τὰ τῇ δοῦναι τὴν σωτηρίαν τῆς πόλεως, διὰ ∆αβὶδ τὸν ἐμὸν δοῦλον (οὕτω γὰρ ἐξέδωκαν οἱ λοιποὶ) τῆς πόλεως οἰκιστὴν καὶ βασιλέα πρῶτον γενόμενον· ὡς ἂν γνοῖεν πάντες ὅσον ἡ θεοσέβεια δύναται, καὶ τοῖς μετὰ χρόνον ἀναξίοις σωτηρίαν χαριζομένη. Τοῖς δὲ λόγοις ἠκολούθει τὰ ἔργα, τοσούτων ἀπολωλότων, οἷς ὁ τούτων οὐ συναπώλετο βασιλεὺς, ὡς ἂν ἰδὼν τὸ πραχθὲν, τὴν ἄθεον αὐτοῦ γλῶσσαν ἐπιστομίσειν, καὶ μειζόνως κολάζοιτο τῶν ὑπηκόων τῇ συμφορᾷ, καθάπερ καὶ Φαραώ. Ἦν δὲ καὶ πικροτέρας τιμωρίας τὸ πρὸς τῶν παίδων παθεῖν. Ἀνάξεις δὲ πρὸς θεωρίαν τὸν λόγον. Τὴν γὰρ τοῦ Θεοῦ πόλιν τὴν Ἐκκλησίαν πολιορκοῦσιν αἱρετικοὶ, καθάπερ ὑπὸ στρατηγῷ τῷ διαβόλῳ ταττόμενοι. Τούτων πολ 2324 λὰ βλασφημούντων ἀσκητέον τὴν σιωπὴν Παύλῳ λέγοντι πειθομένους, μὴ λογομαχεῖν ἐπ' οὐδενὶ χρησίμῳ. Καὶ πάλιν, αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Τοῖς γὰρ κεκρατημένοις οὐ δεῖ ἐγχειρεῖν ὡς νοσοῦσιν ἀνίατα. Γέγραπται γὰρ, Εἰς ὦτα ἀκουόντων λάλει. Κἂν ἀναπαύσεις οὖν ἐπαγγέλλωνται, κατὰ Ῥαψάκην· κἂν ἀπειλῶσιν, Θεῷ μόνον προσέρχεσθαι χρὴ, τὴν ἄνωθεν τοῦ μένους βοήθειαν. Ἀποσοβήσει γὰρ αὐτοὺς ἀφανῶς τὴν Σιὼν διαφυλάττων ἀνάλωτον. Πύλαι γὰρ ᾅδου τῆς Ἐκκλησίας οὐ κατισχύσουσι. ΚΕΦΑΛ. ΛΗʹ. ακβʹ. 9Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου. Καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος, Τάξαι περὶ τοῦ οἴκου σου. Ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ μὴ ζήσῃ9. κ.τ.λ. Ὁ λέξας Θεὸς, "Ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω. πατάξω, κἀγὼ ἰάσομαι," τοὺς πολεμίους ἀγγέλου πατάξας πληγῇ, τὸν θεοφιλῆ βασιλέα ζωοποιεῖ. Τὸ γὰρ, ἐν τῷ καιρῷ ἐκείνῳ, τοῦτο παρίστησιν τῷ τῆς ἐκείνων πληγῆς. Θεὸς δὲ τὸ τέλος αὐτῷ προδηλοῖ, τῆς σωτηρίας ἐνάγων προσαίτησιν. ∆ι' οὗ δηλοῦται μὴ τὸν χρόνον τῆς ζωῆς ἀνάγκαις εἱμαρμένης ἡμῖν περικλείεσθαι, Θεὸν δὲ τοῦτον ὁρίζειν, καθ' οὓς οἶδε λόγους αὐτὸς, ἢ παράγων εἰς βίον, ἢ τὰ μέτρα τοῦ χρόνου διδοὺς, ἢ τρόπῳ προσάγων τῷ δοκοῦντι τὴν τελευτήν.