ἀποδεικνυμένους, διέβαινον δὲ τὸν Ἴστρον σπουδῇ πολλῇ. βασιλεὺς δὲ Ἁλίην τὸν Μιχάλεω ὄπισθεν ἕπεσθαι τῷ στρατῷ παραγγείλας, ὡς ἐστρατοπεδεύσατο παρὰ τὸν Ἴστρον, ∆ρακούλην μὲν τὸν ἀδελφὸν Βλάδου τοῦ ἡγεμόνος κατέλιπεν αὐτοῦ ἐν τῇ χώρᾳ μετιέναι τε τοὺς ∆ᾶκας καὶ ὑφ' αὑτῷ ποιεῖσθαι τὴν χώραν, καὶ τιμωρεῖν παραγγείλας τῷ κατὰ ταῦτα τὰ χωρία ὑπάρχῳ, αὐτός τε ἤλαυνεν εὐθὺ τῶν βασιλείων. ∆ρακούλης μὲν οὖν ὁ νεώτερος ἐπεκαλεῖτο ἕνα ἕκαστον, λέγων· "ὦ ἄνδρες ∆ᾶκες, τί δὲ οἴεσθε ἐς τὸ ἐπιὸν ὑμᾶς ἔσεσθαι; ἢ οὐκ οἴδατε βασιλέα, ὅσην τε δύναμιν ἔχει, καὶ ὡς αὐτίκα τὰ βασιλέως στρατεύματα προσδέξιμα ὑμῖν ἔσται, δῃώσοντα τὴν χώραν, ἤν τι ὑπόλοιπον ἀφελώμεθα; τί οὐ γίγνεσθε βασιλεῖ φίλοι; καὶ ἔσται ὑμῖν παῦλα ἔστε τὴν χώραν καὶ ἐς τοὺς οἴκους. ἴστε γάρ, ὡς ἐν τῷ παρόντι οὔτε ζῷον οὔθ' ὑποζύγιον ὑπελείφθη. ταῦτα δὲ πάντα διὰ τὸν ἐμὸν ἀδελφὸν ἐπεπόνθειτε χαλεπώτατα, χαριζόμενοι ἀνδρὶ ἀνοσιωτάτῳ καὶ κακὸν μέγα τὴν ∆ακίαν ἐξειργασμένῳ, οἷον οὐδαμῇ ἄλλοθι τῆς γῆς ἐπὶ ἀκοὴν ἀφικνεῖται ἡμετέραν." ταῦτα ἐπιπέμπων τοῖς ∆αξίν, ὅσοι ἐς τὸ ἐξωνεῖσθαι σφῶν αὐτῶν τὰ ἀνδράποδα διέβαινον, ἔπειθέ τε, καὶ τοῖς ἄλλοις εἰπεῖν ἐκέλευεν ἐπιέναι 2.266 θαρροῦντας ἐπ' αὐτόν. οὗτοι μὲν οὖν συνιόντες ἔγνωσαν σφίσιν αἱρετώτερα εἶναι ἢ τὰ Βλάδου τοῦ ἡγεμόνος, καὶ ἰόντες ἐπὶ τὸν νεώτερον συνελέγοντο κατ' ὀλίγους. καὶ ὡς ᾔσθοντο οἱ λοιποὶ ∆ᾶκες, αὐτίκα ἀπολιπόντες τὸν Βλάδον ᾔεσαν ἐπὶ τὸν ἀδελφόν. καὶ ὡς συνελέγη αὐτῷ στράτευμα, ἐπιὼν κατεστρέψατο τὴν ἀρχήν, καὶ ἐπαγόμενος ἅμα στρατὸν τοῦ βασιλέως ὑπηγάγετο τὴν χώραν. ὁ μὲν οὖν ἀδελφός, ὡς μετέστησαν ἐπὶ τὸν ἀδελφὸν οἱ ∆ᾶκες, καὶ ἔγνω δὴ ὡς μάτην εἴη τοσοῦτον φόνον πρότερον ἐξειργασμένος, ᾤχετο ἐς τοὺς Παίονας. 2.267 ΛΑΟΝΙΚΟΥ ΑΠΟ∆ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Ι. Κατὰ μὲν οὖν τὴν ἐπὶ ∆ᾶκας βασιλέως ἔλευσιν τοσαῦτα ἐγένετο· Βλάδος δέ, ὡς ἐπιὼν ὁ ἀδελφὸς ∆ρακούλης ὑπηγάγετο τὴν τῆς ∆ακίας χώραν, ᾤχετο μὲν αὐτὸς ἐπὶ Παίονας. Παίονες δέ, ὧν τοὺς προσήκοντας ἀνεῖλεν ἐν τῇ ∆ακίᾳ, ἀπῆγον αὐτὸν θανάτου παρὰ βασιλεῖ Παιόνων τῷ Χωνιάτου παιδί, δικασάμενοι δὲ αὐτῷ δίκην χαλεπωτάτην ὡς ἀδικώτατα ἀνελόντι τοὺς ἄνδρας, καθείρξαντες ἐς Μπελογράδην πόλιν. Βασιλεὺς δὲ τοῦ αὐτοῦ θέρους, φθινοπώρου ἐπιγιγνομένου, ἐστέλλετο ἐπὶ Λέσβον, παραγγείλας μὲν ναυτικὸν παρετοιμάζεσθαι αὐτῷ ἐς τὰ χωρία τὰ ἐπὶ θάλασσαν. καὶ τὰ μὲν στρατεύματα αὐτῷ διῆκεν ἐπὶ οἶκον ἀναχωρεῖν, αὐτὸς δὲ τῶν θυρῶν ἔχων τοὺς ἄνδρας καὶ ἀπὸ τῆς Εὐρώπης ὀλίγους δή τινας ἐστρατεύετο διαβὰς ἐς τὴν Ἀσίαν, αὐτὸς μὲν διὰ τῆς ἠπείρου κομιζόμενος, ὁ δὲ στόλος διὰ θαλάσσης. ἀπὸ αἰτίας τοιᾶσδε ὥρμηται ἐπὶ Λέσβον. ὁ γὰρ τῆς Λέσβου ἡγεμὼν ὑπόφορον μὲν εἶχε τὴν χώραν ὑπὸ βασιλέως, ἀπάγων κατ' ἐνιαυτὸν ἐς δισχιλίους στατῆρας, ἐξ ὅτου Παλτόγλης Καλλιουπόλεως ὕπαρχος ἐπὶ Ἀμουράτεω τοῦ νεωτέρου στόλῳ ἀφικόμενος ἐπὶ Λέσβον ἐπέδραμέ τε τὴν νῆσον, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀφελόμενος τήν τε Καλλονὴν παρεστήσατο, πόλιν τῆς Λέσβου εὐδαίμονα, καὶ ἐξελὼν ταύτην 2.268 ἀπεχώρησεν ἐπ' οἴκου. καὶ πρότερον μὲν ὑπόφορον ἔσχον οἱ βασιλεῖς ταύτην τὴν νῆσον καὶ Χίον ἀπὸ Ἀμουράτεω τοῦ Ὀρχάνεω, καὶ ἐπὶ τοῦδε τοῦ βασιλέως ἄλλοι τε καὶ Ἰονούζης ὀνομαζόμενος, καταστὰς ὑπὸ τῶν θυρῶν, ἀφίκετο ἐπὶ Λέσβον καὶ Μόλιβον ἐπολιόρκησεν· οὐ μέντοι προεχώρησεν αὐτῷ οὐδέν, ὧν οὕνεκα ἀφίκετο. αἰτίαν δὲ ταύτην ἐπενεγκὼν βασιλεὺς τῷ Λέσβου ἡγεμόνι ἐστρατεύετο ἐπ' αὐτόν, ὅτι τῶν Ταρακονησίων τοὺς πειράτας ἐδόκει αὐτὸς ἐν λιμένι τῆς Λέσβου ὑποδέχεσθαι, καὶ τὰ ἀπὸ τῆς βασιλέως χώρας ἀνδράποδα ἐξωνεῖσθαι, καὶ αὐτὸν κερδαίνοντα ἀπὸ τοῦδε. ὁρμώμενοι δὲ ἀπὸ τῆς Λέσβου οἵ τε Ταρακονήσιοι ἐπὶ λῃστείαν κατὰ θάλατταν τετραμμένοι, καὶ οἱ ἀπὸ Κυκλάδων νήσων ταύτην μετιόντες τὴν λῃστικήν, ἐληΐζοντο τὴν βασιλέως χώραν, καὶ ὑποστρέφοντες ἐς τὴν Λέσβον, διανειμάμενοι τὰ ἀνδράποδα, μοῖραν παρείχοντο αὐτῷ ἱκανὴν καὶ οὐ φαύλην. ταῦτα ὡς ἀνηνέχθη ἐς βασιλέα, ἐπῆρεν αὐτὸν