165
Ὧ μόνῳ δυνατὸν καὶ θνήσκειν μέλλοντας ἐγείρειν, ἐπιμετροῦντα χρόνους ζωῆς, ὡς νυν Ἐζεκίαν, καὶ τεθνηκότας ζωοποιεῖν, ὡς ὅσους ἐδήλωσεν ἡ Γραφή. Καὶ πανταχόθεν ἡμῖν οἱ τῆς εἱμαρμένης διαλύονται λόγοι. Ὅπερ Ἐζεκίας εἰδὼς, ὅτε μὲν ἔῤῥωτο, πρὸς τὸν νεὼν ἔθει, περὶ τῶν Ἀσσυρίων αἰτῶν· τῇ νόσῳ δὲ πεδηθεὶς, ἐξ αὐτῆς στρωμνῆς ἀνήγαγε τὴν εὐχὴν, πανταχοῦ παρεῖναι τὸ Θεῖον εἰδώς. Καὶ περὶ τῆς ἰδίας εὐζωΐας μόνον παῤῥησιάζεται, προσθήκην οὐκ αἰτήσας ζωῆς, τῶν κατὰ διάνοιαν εἰδὼς αὐτὸν ἐπιγνώμονα, καὶ τῆς εὐχῆς ἐπιτρέψας τ.... ... κατελήφθησαν μήτε δοξολογοῦντες ἴσως, ἢ προστιθέντες ἀρεταῖς, μήτε μὴν ἁμαρτάνοντες, τὸν δὲ τῆς κρίσεως καιρὸν ἐκδεχόμενοι. Τινὲς δέ φασιν, ὡς οὐκ ἀναιρεῖ τὰς ἐλπίδας τῆς ἀναστάσεως· δηλοῖ δὲ μᾶλλον, ὡς Εἰς ᾅδην ἀπωλείας ἀπεληλύθειν, μὴ τῆς παρὰ σοῦ βοηθείας τυχὼν παριδόντος τὰς ἐμὰς ἁμαρτίας. ∆ιὸ τῆς σφαλερᾶς ἐκείνης ἐννοίας παυσάμενος, σπεύσω πρὸς γάμον καὶ παιδοποιΐαν ἐλθεῖν, καὶ τοὺς ἐξ ἐμοῦ κήρυκας τῆς σῆς ἀποδεῖξαι δικαιοσύνης. Κἀγὼ δὲ πρὸς τὴν αἰσθητὴν δοθεῖσαν ἡμῖν παραμυθίαν, τὸν σὸν οἶκον ἰὼν, εἰς 2325 τὸν σὸν ἡμᾶς φόβον συστέλλουσαν, χαριστηρίους ἀποδώσω φωνάς. Τινὲς δὲ τὸ, παιδία ποιήσω ἅπερ ἀναγγελοῦσιν, δηλοῦν ἔφασαν, ὅτι χοροστασίαν ψαλτῳδῶν παίδων εὐφώνως ὑμνούντων ἐν τῷ ναῷ στήσειν ἐπαγγέλλεται. ∆ι' οὗ δὲ τὴν τελευτὴν αὐτῷ Θεὸς ἐδήλωσε, διὰ τούτου καὶ τὴν θεραπείαν προσήγαγε, μὴ καὶ ποιεῖν δόξῃ τὸν προφήτην ἐφύβριστον, κακῶν αὐτὸν μόνων ἀποδείξας διάκονον. Παραδοξοποιῶν δὲ Θεὸς, ὃ δοκεῖ τοῖς τραύμασιν ἐπαύξειν τὴν βλάβην, τὰ σῦκα, τοῦτο πρὸς ἴασιν ἔδωκεν, ὃ καὶ μέγα σημεῖον ἐκπλαγεὶς ὁ Ἐζεκίας καλεῖ τοῦ δυνήσεσθαι τῷ ποδὶ χρώμενος εἰς τὸν νεὼν ἀνελθεῖν. Ἐν δὲ τῇ δʹ τῶν Βασιλειῶν γέγραπται ὅτι πρὸ πάλαι παρὰ τοῦ προφήτου μαθὼν, ὡς ὁ ἥλιος μέλλει τὴν ἐπὶ τὰ πρόσω ποιεῖσθαι ταχυτέραν ὁδὸν, καὶ ὑφ' ἓν τοὺς ιʹ κατιέναι βαθμοὺς, αὐτὸς ὡς οἰκειότερον σημεῖον τῆς πρὸς τὸν βίον ἀναστροφῆς, τοῦ ἡλίου τὸν ἀναποδισμὸν ἐξῃτήσατο, ἔνθα καί φησιν ἡ Γραφὴ, ὡς ἕλκος αὐτῷ πονηρὸν τῆς ἀῤῥωστίας πρόφασις ἦν. ΚΕΦΑΛ. ΛΘʹ. αηʹ. 9Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν, ὁ υἱὸς τοῦ Βαλάδον, ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς, καὶ πρέσβεις, καὶ δῶρα Ἐζεκίᾳ. Ἤκουσεν γὰρ, ὅτι ἐμαλακίσθη ἕως θανάτου, καὶ ἀνέστη9, κ.τ.λ. Ὁ τῶν Ἰουδαίων διδάσκαλος ἔλεγεν νενοσηκέναι τὸν Ἐζεκίαν ᾠδὴν ἐπὶ τῇ πτώσει τῶν Ἀσσυρίων οὐκ ᾄσαντα χαριστήριον, ὡς ἐπ' Αἰγυπτίοις ὁ Μωσῆς, ὡς ἡ ∆εββωρὰ ἐπὶ τῷ Σίσαρᾳ, ὡς ἡ Ἄννα ἐπὶ τῇ γενέσει τοῦ Σαμουήλ. Εἶτ' ἀρωσθέντα τοῦτον ὁ τῶν Βαβυλωνίων μαθὼν βασιλεὺς, πρεσβεύεται πρὸς αὐτὸν, οὐκ ἀργῶς, ἰδὼν δὲ τὴν ἡμέραν, καθ' ἣν ἀνεπόδισεν ὁ ἥλιος, διπλασίαν γεγενημένην. Μηδὲ γὰρ λαθεῖν Χαλδαίους δεινοὺς περὶ ταῦτα τυγχάνοντας. Θεοποιοῦντες δὲ τὸν ἥλιον, ὑπὸ κρείττονος ᾤοντο τοῦτο γενέσθαι δυνάμεως. Καὶ τὴν αἰτίαν πολυπραγμονοῦντες, ἔγνωσαν, ὡς δι' Ἐζεκίαν ὁ τῶν Ἑβραίων ταῦτα πεποιήκει Θεός. Ἐφ' ᾧ καταπλαγεὶς ὁ βασιλεὺς, ἐκείνων τὰς πρὸς αὐτὸν ὡς θεοφιλῆ, συνθήκας ἀσπάζεται. Εἴποις δ' ἂν αὐτὸς ὡς τὰ θαυμαστὰ πάντα κατ' ἐνιαυτὸν ἕνα γεγονέναι μαθὼν, τοῦ Ἀσσυρίου τὴν ἔφοδον, τὴν δι' ἀγγέλου πληγὴν, τὴν κατὰ Σενναχηρεὶμ ὑπὸ τῶν παίδων μετὰ τὴν φυγὴν ἐπανάστασιν, τὴν τοῦ μετ' αὐτὸν ἄρξαντος παιδὸς Ἀχορδὰν σεσιγημένην ἀπώλειαν. Ταῦτα πάντα μαθὼν Μαρωδὰκ Βαλδὰν υἱὸς ὢν, οὐ τοῦ Σενναχηρεὶμ, ἀλλὰ τοῦ Βαλδὰν, ἐξ ἑτέρου γένους βασιλεύων Βαβυλωνίων, ὡς ὠφελος (σιξ) τὴν πρὸς τὸν εὐσεβῆ φιλίαν ἀσπάζεται. Ὅτι γὰρ ἐν ἑνὶ πάντα προῆλθεν ἐνιαυτῷ μάθοις ἂν ἐπιστήσας ὡς ἡ ἔφοδος τοῦ Ἀσσυρίου ἔτους τεσσαρεσκαιδεκάτου τῆς Ἐζεκίου βασιλείας ἐγένετο. 2328 Ὃς προστεθέντων ἐτῶν αὐτῷ πεντεκαίδεκα, τῷ εἰκοστῷ καὶ ἐνάτῳ τετελεύτηκεν ἔτει, ὡς τὴν νόσον αὐτῷ γεγονέναι κατ' ἔτος τὸ τεσσαρεσκαιδέκατον. Τὰ λοιπὰ δὲ πάντα πρὸ ταύτης κατὰ τὸν αὐτὸν χρόνον συμβεβηκέναι, ὧν ἁπάντων ἀκούσας ἐπὶ τὴν πρεσβείαν ἠπείγετο. Καὶ τῶν ἀνδρῶν ἡκόντων δέον τὸν Ἐζεκίαν τὰς ἄνωθεν τοῦ Θεοῦ διηγεῖσθαι μεγαλουργίας, καὶ τὰ