βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ΡΞʹ. Βασιλεία Τακίτου. Μετὰ Αὐρηλιανὸν ἐβασίλευσε Τάκιτος ἔτη βʹ. Οὗτος Μαξιμῖνον συγγενῆ αὐτοῦ (ὄντα) ἐπέστησε τῇ Ἀσσυρίων· ̣3 ̣ ὃν διὰ τὰς ὑπ' αὐτοῦ γενομέ νας ἀδικίας ἀνελόντες οἱ στρατιῶται, φοβηθέντες μὴ ἐκδικήσῃ αὐτὸν ὁ Τάκιτος, ἀπέκτειναν αὐτόν· καὶ γεγόνασι δύο βασιλεῖς, Πρόβος καὶ Φλωριανός.
ΡΞΖʹ. Βασιλεία Φλωριανοῦ. Μετὰ Τάκιτον ἐβασίλευσαν Πρόβος καὶ Φλω ριανὸς ἔτη βʹ, μῆνας βʹ. ̣2̣ Οὗτος (οὖν) ὁ Πρόβος παράφρονα ἑαυτὸν ποιή σας ἀνεῖλε τὸν Φλωριανόν. 110.565
ΡΞΗʹ Βασιλεία Πρόβου. Ἐπὶ αὐτοῦ βροχῆς γεγονυίας, σῖτος κατηνέχθη πολὺς, ὅν (καὶ) συναγαγόντες σωροὺς μεγάλους ἐποίησαν· ὡσαύτως καὶ (ἐπὶ Αὐρηλιανοῦ, ὡς εἴρη ται, ἄνωθεν) ψεκάδας ἀργυρᾶς κατενεχθῆναί φασι. ̣2 ̣ Βικτωρῖνος δὲ φίλος τοῦ Πρόβου ᾔτησε φί λον αὐτοῦ γενέσθαι ἄρχοντα εἰς Βρεττανίαν· ὁ δὲ ἀπελθὼν ἀντῆρεν. 370 Ὀνειδιζόμενος οὖν ὁ Βικτωρῖνος ἀπεστάλη παῦσαι τὴν ἀνταρσίαν. Προσποιησάμενος οὖν (ὡς) ἀπὸ προσώπου φεύγειν τοῦ βασιλέως (ὁ Βικτωρῖνος), φίλος ὢν τοῦ ἀντάρ του, ἀπεδέχθη (ὑπ' αὐτοῦ, ὃς) καὶ ἀνεῖλεν αὐτόν. Ὑποστρέψας δὲ, ὡς ἐξῄει τοῦ πλοίου, λύσας τὴν ζώνην ἔῤῥιψεν εἰς τὴν θάλασσαν, καὶ εἰσῆλθε λυσί ζωνος πρὸς τὸν βασιλέα. Ὁ δὲ ὠργίσθη, νομί ζων ὑφ' ἑτέρου αὐτὸν τοῦτο πεπονθέναι. Βικτω ρῖνος δὲ ἔφη, ὑφ' ἑαυτοῦ τοῦτο γενέσθαι, δεηθεὶς μηκέτι ἄρξαι πράγματος· ἀρχὴ γὰρ πᾶσα μετὰ κινδύνων καὶ κλιμακτήρων. Ὁ δὲ καὶ ἡσυχίαν αὐτῷ ἐχαρίσατο καὶ δωρεὰς πολλὰς παρέσχεν. ̣3 ̣ Ἀπέκτεινε δὲ πάντας τοὺς ἀποκτείναντας Τάκιτον καὶ Αὐρηλιανὸν, ἐν τῇ Πειρίνθῳ ἐπὶ ἄρι στον αὐτοὺς καλέσας. ̣4 ̣ Ἀνῃρέθη δὲ καὶ αὐτὸς (ὑπὸ τῶν περὶ αὐ τὸν, καὶ βασιλεύει Κάρος, Καρῖνος καὶ Νουμεριανός).
ΡΞΘʹ. Βασιλεία Κάρου. Μετὰ δὲ τούτους ἐβασίλευσαν Κάρος, καὶ Κα ρῖνος, καὶ Νουμεριανὸς ἔτη βʹ. ̣2 ̣ Οὗτος ὁ Κάρος τὴν Περσίδος Κτησιφῶντα παρέλαβε, τούτων ἤδη τέταρτον ἁλωθέντων ὑπὸ Τραϊανοῦ (καὶ) ὑπὸ Οὐήρου, Σευήρου καὶ Κάρου. ̣3 ̣ Τελευτήσαντος δὲ Κάρου ὑπὸ λοιμικῆς καὶ Νουμεριανοῦ τυφλωθέντος, ἀνεῖλεν αὐτὸν Ἄπρος· καὶ ἐβασίλευσε Καρῖνος. 371
ΡΟʹ. Βασιλεία Κυρίνου. Ἐπὶ Καρίνου ̣99a ἐμαρτύρησαν Χρύσανθος καὶ ∆αρεῖα, Θαλλέλαιος, Ἰουλιανὸς καὶ οἱ ἐν Ῥώμῃ ἅγιοι ἀνάργυροι.
ΡΟΑʹ. Βασιλεία Νουμεριανοῦ. Μετὰ τοῦτον ἐβασίλευσε Νουμεριανὸς, ἀδελφὸς Καρίνου, ἔτος αʹ, καὶ πολεμήσας Πέρσας καὶ ἡττη θεὶς, τοῦτον χειρωσάμενοι ἐξέδειραν ζῶντα.
ΡΟΒʹ. Βασιλεία ∆ιοκλητιανοῦ. Μετὰ δὲ Νουμεριανὸν ἐβασίλευσεν (ὁ υἱὸς τοῦ Σα τανᾶ) ∆ιοκλητιανὸς ἔτη κʹ. 110.568 ̣2 ̣ (Μὴ) περιγενόμενος δὲ τῶν πραγμάτων προ βάλλεται (βασιλέα) Μαξιμιανὸν Ἑρκούλιον, γαμβρὸν καὶ φίλον αὐτοῦ ὄντα. ̣3 ̣ Ὑφ' ὧν μέγας διωγμὸς κατὰ Χριστιανῶν ἐκινήθη (καὶ φρικωδέστατος)· προσέταξαν γὰρ κατὰ πόλιν καὶ χώραν τὰς μὲν ἐκκλησίας τῶν Χριστιανῶν καταστρέφεσθαι καὶ τὰς θείας αὐτῶν Γραφὰς κατακαίεσθαι, τοὺς δὲ Χριστιανοὺς ἀναγ κάζεσθαι θύειν τοῖς δαίμοσι. ̣4 ̣ Τὸ τοιοῦτον συνιδόντες διάταγμα ∆ιοκλητιανὸς μὲν ἀπὸ τῆς Ἰταλίας τὴν ἐπ' Αἴγυπτον πορείαν ἐποιήσατο· ἐκάλει γὰρ αὐτὸν ἡ τότε συμβᾶσα ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον στάσις· Μαξιμιανὸν δὲ εἰς τὰ ἐπέκεινα τῶν Ἄλπεων ἔθνη ἐκπέμπει παύσοντα τοὺς ἐκεῖσε θορύβους. 372 ̣5 ̣ ∆εῖσθαι ἐπὶ μείζονος προνοίας τὰ πράγματα κρίνας, Καίσαρας ἀναδείκνυσι βʹ, Μαξιμιανὸν τὸν ἐπίκλην Γαλέριον καὶ Κωνστάντιον, τὸν τοῦ Μεγάλου Κωνσταντίνου πατέρα, ὃς ἀπὸ τῆς Κλαυδίου θυγατρὸς ἐτύγχανεν. ̣6 ̣ Κατεγγυᾶται Κωνσταντίῳ μὲν Θεοδώραν τῆς τοῦ Ἑρκουλίου Μαξιμιανοῦ γαμετῆς θυγατέρα, Μαξιμιανῷ δὲ, τῷ καὶ Γαλερίῳ καλουμένῳ, Βαλε ρίαν τὴν αὐτοῦ θυγατέρα, ἀπωσαμένους τὰς προτέ ρας αὐτῶν γαμετάς. ̣7 ̣ Καὶ ταῦτα διαθεὶς κατὰ Περσῶν μὲν ἐκπέμ πει Μαξιμιανὸν τὸν Γαλέριον, αὐτὸς δὲ τὰς δυνά μεις αὐτοῦ ἀναλαβὼν πρὸς Αἴγυπτον παραγίνεται καὶ Ἀχιλλέα τροπωσάμενος τὸν ἀντάρτην καὶ τοὺς αὐτοῦ πάντας ἀπέκτεινε καὶ τὴν τυραννίδα διέλυσεν. ̣8 ̣ ∆ιὸ καὶ