166
νῦν ἐπισυνάπτειν γενόμενα, ὡς ἂν εὐγνώμων τε δοκῇ, κἀκείνους εὐσεβεστέρους ποιήσειεν, καὶ δι' αὐτῶν ἑτέρους διηγουμένων ἅπερ ἐγνώκασιν· τοῦτο μὲν οὐ ποιεῖ. Φιλοτίμως δὲ χαυνωθεὶς, ἀνακαλύπτει τούτοις τοὺς θησαυροὺς, καὶ τὸν οἶκον τοῦ Νεχώθα, ὅπερ οἶκον ἀρωμάτων Ἀκύλας ἔφη, καὶ Σύμμαχος γάζα, δὲ παρὰ Πέρσαις τὴν περιουσίαν σημαίνει, τοῦτο δὲ οὐ μόνον τύφον εἶχε καινὸν, ἀλλὰ καὶ τοῖς [βλεπομένοις] τοὺς πολεμίους ἐπ' ὀφθαλμίαν παρεσκεύαζεν. Ὅθεν ὁ προφήτης ἐλθὼν ὡς ἀπ' οἰκείας γνώμης, ἀλλ' οὐ Θεοῦ δῆθεν πέμψαντος, ὅ τι θέλοιεν οὖτοι πυνθάνεται, ἤθει κεχρημένος πολλῷ, καὶ δεικνὺς ὡς ἦλθον μὲν τὰ τοῦ Θεοῦ παράδοξα μαθησόμενοι, σὺ δὲ σαυτὸν εἰς θαῦμα τούτοις, ἀντὶ Θεοῦ παραδέδωκας, τὴν θείαν οὐ διδάξας ὑπεροχὴν, οὐδ' ὅτι τοῖς αὐτοῦ νεύμασιν ἡ κτίσις ὑποχωρεῖ. Ὁ δὲ πρὸς μὲν τὸ, τί λέγουσιν, οὐδὲν ἀποκρίνεται, τὸν ἔλεγχον δεδιώς. Πρὸς δὲ τὸ, πόθεν ἥκασιν, ἀλαζονικῶς λέγων· ἐκ γῆς μακρόθεν, ὡς κατὰ κλέος αὐτοῦ τῆς φήμης αὐτοὺς καὶ πόῤῥωθεν ἐνεγκούσης, ὅτε καὶ τὴν ἐκ Θεοῦ κατὰ τούτου λοιπὸν ἀπόφασιν ἤγαγεν· πάντα ληφθήσεσθαι παρὰ Βαβυλωνίων εἰπὼν καὶ τοὺς ἐξ αὐτοῦ καταγομένους, εὐνούχους τῷ τούτων ἔσεσθαι βασιλεῖ. Τοῦτο δὲ γέγονεν, ὡς ἐν ταῖς Βασιλείαις ἐγνώκαμεν, ἐν ἡμέραις Ἰεχονίου, ὅτε καὶ οἱ περὶ τὸν ∆ανιὴλ ἐν τῷ οἴκῳ τοῦ βασιλέως γεγόνασιν, εὐνοῦχοι, καθά φασί τινες, γεγονότες. Ἅπερ Ἐζεκίας ἀκούσας εὐλαβῶς τε καὶ εὐσεβῶς ἀγαθὸν ἔφη πάντα λόγον εἶναι Θεοῦ, κἂν ἡ τούτων ἀκοὴ τοὺς ἀνθρώπους λυπήσειεν. Τὸν ἐφ' ἑαυτοῦ δὲ μόνον παρῃτήσατο χρόνον, εὐχαριστῶν τῷ Θεῷ, ὅτιπερ οὐ τῇ τῶν κακῶν ἐτιμωρεῖτο πείρᾳ, φήμῃ δὲ μόνῃ τῶν λυπηρῶν τῶν μελλόντων ἐσωφρονίζετο, εἰδὼς μηδὲ τοὺς ἐξ αὐτοῦ τὴν τούτων ἀκρίτως δέξασθαι πεῖραν, ἐφ' οἷς δὲ ἁμαρτήσονται τιμωρουμένους, τῶν ἐξ αὐτοῦ τικτομένων δικαίων μὴ βλαπτομένων τῇ αὐτοῦ ἁμαρτίᾳ. Ὁ δὲ Ἑβραῖος ἔλεγε τὸν Θεὸν μὴ ἀποδέξασθαι τὴν Ἐζεκίου προαίρεσιν ἑαυτοῦ μόνου φροντίσαντος, ὑπεριδόντος δὲ τοῦ λαοῦ καὶ τῆς πόλεως. ∆ιόπερ ἐπήνεγκεν ἐφ' ἑξῆς, Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Εἰ γὰρ ἐκεῖνος φίλαυτος πέφηνεν, ἀλλ' ὑμεῖς οἱ δυνάμενοι, παρακαλεῖτε τὸν ἐμὸν λαόν. Κήδομαι γάρ μου τοῦ πλάσματος. ΚΕΦΑΛ. Μʹ. αηʹ. 9Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν 2329 Ἱερουσαλήμ. Παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου9, κ.τ.λ. Περιγράψασα τὴν ὑπόθεσιν τῆς κατὰ τὸν Ἐζεκίαν προφητείας ἡ ἱστορία, ἐξ ἑτέρας ἀρχῆς τοῦ εὐαγγελικοῦ λόγου κατάρχεται, τοῖς τὸ τοῦ Χριστοῦ πνεῦμα τὸν παράκλητον ὑποδεξαμένοις ἐπιβοῶσα, Παρακαλεῖτε τὸν λαόν μου. Πάντα γὰρ τὸν ἄξιον αὐτοῦ χρηματίζειν λαὸν τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐξειλεγμένον προστάττει τοῖς ἀποστόλοις παρακαλεῖν, ὅπερ ἔδρων, ὡς ὁ Παῦλος ἐδήλωσε λέγων· "Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς αὐτοὶ παρακαλούμεθα ὑπὸ Θεοῦ," καὶ τὰ μετὰ ταῦτα, δι' ὧν πάντων τῶν περὶ τῆς παρακλήσεως λόγον ἀπέδωκεν. Καὶ ἀλλαχοῦ δὲ, καθάπερ πειθόμενος τῇ προφητικῇ παρακελεύσει, βοᾶ· "∆εόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ." Καὶ πάλιν· "Παρακαλῶ δὲ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Χριστῷ Ἰησοῦ." Τὸ δὲ ἱερεῖς, ὡς μὴ κείμενον παρὰ τοῖς ἄλλοις, ὠβέλισται παρὰ τοῖς Ἑβδομήκοντα. Ὁ γοῦν Σύμμαχός φησι· Παρηγορεῖτε, παρηγορεῖτε τὸν λαόν μου, λέγει ὁ Θεὸς ὑμῶν. Παραμυθήσασθε τὴν καρδίαν Ἰερουσαλήμ. Ὧ καὶ συνεφώνησαν οἱ λοιποί. Τίς δὲ ἡ ὥσπερ ἐμψύχου καρδία τῆς Ἱερουσαλήμ; Ἦν μὲν εἰπεῖν ἀντὶ τῶν οἰκητόρων εἰρῆσθαι τὴν πόλιν, εἰ μὴ καὶ τοῦ λαοῦ διεμέμνητο λέγων, τὸν λαόν μου. Τίς δὲ ὁ λαός; τίνες δὲ οἱ παρακαλοῦντες; ∆ῆλον ὡς οἱ τὸ Πνεῦμα τὸν παράκλητον ἔχοντες, ὡς ἐλέγομεν, πρὸς οὓς ἔλεγεν ὁ