βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
πολλοὶ τὸν τῆς ἀθλήσεως ἀνεδήσαντο στέφανον, ἐξ ὧν εἰσι Πέτρος Ἀλεξανδρείας καὶ Ἄνθιμος Νικομηδείας, Προκόπιος καὶ Γεώργιος οἱ ἀοίδιμοι μάρτυρες. ̣9 ̣ Καὶ οἱ τρεῖς χίλιοι ἐν Νικομηδείᾳ, Σαβιανὸς καὶ Ἀλέξανδρος, ∆ιονύσιος καὶ Ἀρτέμιος, Ἀθηνόδωρος, ∆ιόδωρος, Ῥωδιανὸς, Ἀκυλῖνος, Φεβρωνία, Ὀνήσιμος, Ἀθηνόγνωτος, Μαρῖνος ὁ γέρων, Φώτιος, Ἀνίκητος, ∆ιομήδης, Φιλονίδης, Κλήμης καὶ Ἀγαθάγγελος, Μηνᾶς, Καλλίστρατος, Γρηγόριος Ἀρμενίας, Ῥιψιμία, Γαιάνης ὑπὸ τοῦ βασιλέως Τιριδάτου τοῦ Ἀρμηνίας. ̣10 ̣ Καὶ γυνή τις γένει, καὶ πλούτῳ, καὶ κάλλει σώματος, σὺν δυσὶ θυγατράσι παρθένοις μετὰ πολ λὰς καταφυγὰς κατασχεθεῖσαι, φόβῳ τοῦ μὴ διαφθα ρῆναι τὴν παρθενίαν αὐτῶν, εἰς ῥεῖθρον 373 τοῦ 110.569 ποταμοῦ ἑαυτὰς ἔῤῥιψαν, περὶ ὧν ζητητέον εἰ ἀριθ μοῦνται εἰς μάρτυρας.
ΡΟΓʹ. Περὶ τῆς σώφρονος γυναικός. Καὶ ἑτέρα δὲ πάλιν ἱερά τις γυνὴ καὶ θαυμασία τὸν βίον ἀεὶ παρθένος καὶ ὡραία πάνυ, κατασχε θεῖσα, καὶ πολλαῖς μηχαναῖς θῦσαι τῶν τυράν νων ἀναγκαζόντων, μὴ ἡττηθεῖσα, προσέταξαν δοθῆναι στρατιώτῃ πρὸς αἰσχρὰν μῖξιν, καὶ μηδ' οὕτως πειθομένην ὑποβαλέσθαι κεφαλικῇ τιμωρίᾳ, (ἢ) καὶ περιστατηθεῖσα λίαν, ἐδεῖτο τοῦ (ἁγίου) Ἀνθίμου Νικομηδείας μήπω τελειωθέντος διὰ μαρτυ ρίου, συμβουλεῦσαι αὐτῇ τί ἂν αἱρήσοιτο. Ὁ δὲ χρη στὸς ὄντως ἀνὴρ καὶ οἰκονόμος πιστὸς ἐν κρίσει τὰ λόγια Κυρίου ταμιευόμενός φησι· "Καλὸν μὲν, ὦ τέκνον, καὶ θεοπρεπὲς τὸ κατόρθωμα τῆς ἁγ νείας, μείζων δὲ ἡ τῆς ̣99b πίστεως ἐντολὴ, κρηπὶς ὑπάρχουσα τῶν καλῶν τῆς εὐσεβείας. Μὴ οὖν προ̣99bκρίνῃς τῶν κρειττόνων τὰ δεύτερα· ὥσπερ γὰρ ἐν περιστάσει τινὰ γενόμενον αἱρετώτερόν ἐστιν ὑπὲρ τοῦ σώματος διαρπαγῆναι τὸ ἱμάτιον, οὕτως ἐστὶ μᾶλλον ἐν τοῖς πειρασμοῖς ἄσπιλον τηρήσαντα τὴν ψυχὴν, προδοῦναι τὴν σάρκα τοῖς παντοίως ἐνυ βρίσαι ἐθέλουσιν ἢ ἀπολέσαι τῆς ψυχῆς τὴν εὐγέ νειαν." Ἡ δὲ τοῦτο ἀκούσασα ἀπῄει ταλαντευομένη τὸν νοῦν, ὡς δύο καλῶν ἀντιποιουμένη· ἀλλ' ἡ θεία χάρις (ἡ ἐν τοῖς ἀμηχάνοις πρόφασιν ἐπικουρίας παρέχουσα ἐφεῦρεν αὐτῇ σωτηρίαν· καὶ πῶς, ἄκουε διὰ ποίας ἐπινοίας σοφώτατον ἄσυλον) τὴν σωφρο σύνην ἐφύλαξε. Ὡς γὰρ ὑφ' ἑνὸς οἴκου συνεκλεί σθη, κατασοφίζεται τὸν στρατιώτην λέγουσα· "Μηδὲν ἄτοπον εἰς ἐμὲ πράξῃς, ἄνθρωπε, καὶ παρέξω σοι μισθὸν (τῆς εὐεργεσίας ταύτης) ἐπάξιον· δώσω γάρ σοι φάρμακον, οὖσα φαρμακὶς, ἀθανασίας 374 πρόξενον, ὅπερ ὅλον τὸ σῶμα χριόμενος ἐν τοῖς πολεμίοις ὑπάρξεις ἄτρωτος. Εἰ δὲ θέλεις ἄρτι πεῖραν λαβεῖν, ἐπίτρεψόν με τοῦτο κατασκευάσαι. Τοῦ δὲ μετὰ πολλῆς χαρᾶς ἐπιτρέψαντος, λαβοῦσα ἡ γυνὴ κηρὸν καὶ ἐλαίῳ συμμίξασα καὶ ἐπὶ πολὺ ταῖς χερσὶ διαμαλάξασα καὶ τὸν ἑαυτῆς αὐχένα πε ριχρίσασα· "Πάταξον, ὡς δύνῃ (καὶ ὄψει τὴν δύναμιν τῆς ἀλοιφῆς," φησὶ τῷ στρατιώτῃ, "καὶ ὅτι οὔτε πλήξεις οὔτε θανατώσεις με." Ὁ δὲ εἰς ὕψος ἐπάρας τὸ ξίφος καὶ κατ' αὐτῆς ἐπενεγκὼν ἀπέτεμεν εὐθέως τὴν τιμίαν αὐτῆς κεφαλήν· καὶ οὕτω νικήσασα τῶν δυσμενῶν τὴν κακουργίαν διπλοῦν τὸν στέφανον τοῦ (τε) μαρτυρίου καὶ τῆς ἁγνείας ἀνεδήσατο.
ΡΟ∆ʹ. Περὶ ἑτέρας παρθένου. Ὡσαύτως δὲ καὶ ἄλλη τις εὐπρεπεστάτη κόρη παρθενίαν ἀσκοῦσα, διεβλήθη ὡς βλασφημοῦσα τοὺς βασιλεῖς καὶ τὰ εἴδωλα, ἣν (καὶ) συλλαβόμενοι καὶ (πολλὰ) μαστιγώσαντες, μὴ ὑπακούσασαν τῇ 110.572 τούτων δυσσεβείᾳ, παρέδωκαν εἰς πορνεῖον, ἐντειλά μενοι τῷ ταύτην νέμοντι (δέξασθαι αὐτὴν καὶ) κο μίζειν ὑπὲρ αὐτῆς καθ' ἡμέραν νομίσματα γʹ. Ὁ δὲ (ὡς μέλλων εἰσπράττεσθαι τὸ χρυσίον) ἔκδοτον αὐτὴν ἔστησε τοῖς βουλομένοις· (ὅπερ γνόντες οἱ γυναικομανεῖς παρήδρευον τῷ ἐργαστηρίῳ τῆς ἀνο μίας) πρὸς αὐτὴν εἰσπηδῶντες (καὶ τὸ ἀργύριον ἀποδιδόντες)· οὓς παρακαλοῦσα ἔλεγεν· "Ἕλκος ἔχω (δυσῶδες) εἰς τὸν κεκρυμμένον τόπον καὶ δέ δοικα μὴ καὶ ὑμᾶς τῆς νόσου μεταδώσω· ἀλλὰ ἀνα μείνατε ὀλίγας ἡμέρας ἕως ὑγιάνω καὶ ἐξουσίαν μου ἔχετε πάντοτε." Οὕτως οὖν τούτους ἀποβουκο λήσασα, δεήσει τὸν Θεὸν ἱκέτευεν (ἀπαλλαγῆναι τοῦ τοιούτου μύσους καὶ) ἄσπιλον τὴν παρθενίαν αὐτῆς φυλάξαι. Καὶ 375 δὴ ὑπακούσας ὁ Θεὸς