παρασκευὴν τοῦ πολέμου ἐκέλευε διὰ θαλάσσης ἐκκομίζεσθαι ἐς τὴν νῆσον, αὐτὸς δὲ ἀφικόμενος ἔς τι πεδίον ἐπεραιοῦτο ἐς τὴν νῆσον. αὐτός τε καὶ οἱ τῶν θυρῶν ὄντες καὶ ἀπὸ τῆς Εὐρώπης ἀμφὶ τοὺς δισχιλίους. τὰ γάρ τοι στρατεύματα ὡς διῆκεν ἐπανιὼν ἀπὸ τῆς ∆ακίας, αὐτίκα ἐπῄει τε ἐς τὴν νῆσον καὶ ἀπέβησαν. ἐπέδραμον δὲ αὐτίκα καὶ ἐδῄωσαν τὴν νῆσον, καὶ ἀνδράποδα ὀλίγα ἀπενεγκάμενοι. μετὰ δὲ ταῦτα αὐτὸς βασιλεὺς λόγους προσέφερε τῷ Λέσβου ἡγεμόνι, ἐπιπέμψας ἄγγελον καὶ κελεύων τήν τε πόλιν παραδιδόναι καὶ αὐτῷ διὰ ταῦτα ἐπιτραπῆναι χώραν ἱκανὴν ὑπὸ βασιλέως. ὁ δὲ ἀγνωμοσύνῃ τε διεχρῆτο, καὶ οὐ προσίετο τὰς σπονδὰς τοῦ βασιλέως. βασιλεὺς δὲ τοὺς τηλεβόλους ἱδρυσάμενος ἐς τὴν πόλιν αὐτὸς μὲν ἐς τὴν ἤπειρον ἐκομίζετο, ἐποτρύνοντος τοῦ Μαχουμούτεω μὴ ἐνδιατρί 2.272 βειν ἐν τῇ νήσῳ· Μαχουμούτης δὲ παραλαβὼν τὸν στρατὸν ἐπολιόρκει τὴν πόλιν, ἐς μοίρας διελόμενος τὸν στρατόν, καὶ τοῖς τε τηλεβόλοις τὸ τεῖχος ἔπαιεν ἐπὶ ἡμέρας εἴκοσι καὶ ἑπτά, καὶ κατέβαλλε μέγα μέρος τῆς πόλεως. ἔχων δὲ καὶ ὑπτίους τηλεβόλους ἔβαλλεν ἐς τὴν πόλιν, καὶ δὴ ἐθορύβει τοὺς ἐν τῇ πόλει. οἱ δὲ ἐν τῇ πόλει, ἐνόντων σφίσι καὶ πειρατῶν τινων αὐτοῦ, ἐπεξιόντες βραχὺ ἀπὸ τῆς πόλεως ἠμύνοντο, οὐ μέντοι γε, ὡς ἀγαθόν τι ἐξεργάζεσθαι· οἱ γὰρ Τοῦρκοι ἐρεθιζόμενοι ὑπὸ τῶν ἐν τῇ πόλει προσῄεσαν ἐς τὸ τεῖχος, καὶ ἀνεθάρρουν ἐπιόντες καὶ ἐμάχοντο πρὸς τῷ τείχει. ὡς δὲ οἱ ἐν τῇ πόλει τῷ τε πλήθει ἐταλαιπωροῦντο καὶ ἐπιέζοντο τῇ ταλαιπωρίᾳ, προσέφερε λόγους τῷ βασιλεῖ ὁ τῆς νήσου ἡγεμών, ἐφ' ᾧ παραδιδόναι τε τὴν πόλιν καὶ τἄλλα πολίσματα τὰ ἐν τῇ νήσῳ, αὐτῷ δὲ ὑπὸ βασιλέως χώραν δωρηθῆναι ἴσην τῇ ἑαυτοῦ καὶ πρόσοδον, καὶ στρατεύεσθαι ἅμα τῷ βασιλεῖ. Μαχουμούτης μὲν οὖν τούς τε λόγους ἐδέχετο, καὶ ἔφασκεν, ὡς βασιλέα πέρα ἐπὶ τὴν ἤπειρον πέμπειν. ἐπεὶ δὲ ἀνηνέχθη ὡς βασιλέα, περὶ ὧν προΐσχετο ὁ τῆς Λέσβου ἡγεμών, ἐπεραιοῦτό τε ὁ βασιλεὺς καὶ ἐδέχετό τε τοὺς λόγους, ἕτοιμος εἶναι σπένδεσθαι. ἐφ' οἷς προὐκαλεῖτο ὁ τῆς νήσου ἡγεμών. ὡς δὲ τὰ ὅρκια ἐγένετο ἀμφοῖν, ὑπεξεχώρει τε ὁ τῆς πόλεως ἡγεμὼν τῆς νήσου, καὶ ἀφικόμενος ἐς βασιλέα προσεκύνησέ τε ἅμα καὶ ἔφασκε τοιάδε· "ὦ βασιλεῦ, οἶσθα μέν, ὡς ἐξ ὅτου ἐς τὴν ἡγεμονίαν τῆς νήσου τῆσδε περιῆλθον, οὔτε τοὺς ὅρκους παρέβην πώποτε, καὶ ἀνδραπόδων ὑποδοχὴν ὡς οὐδέποτε εἰργασάμην, δῆλα ἂν γένοιτο ὑπὸ τῶν τῇδε τῆς Ἀσίας ἐπιχωρίων, ὡς αὐτίκα ἁλισκόμενα ἀπεδίδοτο ὑπ' ἐμοῦ. καὶ 2.273 σπουδὴν ἐποιούμην, ὅπου τῶν ὑμετέρων τινὶ ἀνδραπόδων περιτύχοι τις, ἑλεῖν τε καὶ ἐς τὸν δεσπότην αὐτοῦ ἀπαγαγεῖν. τοὺς δὲ πειράτας ὑποδεχόμενος ἔπρασσον. ὅπως μὴ τὴν χώραν ληΐζωνται καὶ δῃοῦντες λεηλατῶσιν. ἀφορμήν τε οὐδενὶ τούτων ἔγωγε παρειχόμην, ὥστε τὴν χώραν τὴν σὴν βλάπτειν ἐπιπλέοντας. νῦν δὲ ἥκω παρὰ σὲ πόλιν μὲν τήνδε παραδιδοὺς καὶ νῆσον ξύμπασαν, αἰτοῦμαι δέ σοι, ὡς εὐνοίας τε ἔχοιμι περὶ τὰ σὰ πράγματα, οὕτω ἀμείβεσθαι βασιλέα ἡμᾶς." ταῦτά τε ἔλεγε, καὶ τῶν δακρύων μεθίετο οὐκ ὀλίγα, φάσκων, ὡς ἀνοίᾳ τῶν ἀστῶν οὐκ ἀφίκοιτο τὴν ἀρχὴν αὐτίκα, ὅτε τἀγαθὰ ἐπηγγέλλετο αὐτῷ βασιλεύς. βασιλεὺς δὲ ἐπιμεμφόμενος αὐτῷ τὴν ἀγνωμοσύνην, οὐδ' ὣς ἀτυχήσειν αὐτὸν ἔφασκεν ὁτουοῦν τῶν ἀγαθῶν, ἀλλ' αὐτόν τε ἡσθήσεσθαι παραδόντα ἑαυτὸν τῷ βασιλεῖ, καὶ ἢν εὐνοῇ τοῖς αὐτοῦ πράγμασιν, οὐκ ἀχθεσθήσεσθαί ποτε διὰ τοῦτο. ταῦτα λέγων τήν τε πόλιν παραλαβών, αὐτίκα ἐκέλευεν ἰόντα καὶ ἐς τὰς ἄλλας πόλεις κελεύειν παραδιδόναι τὰς ἀκροπόλεις. αὐτὸς μὲν οὖν σὺν τοῖς βασιλέως ὑπάρχοις περιιὼν παρεδίδου τὰς πόλεις τῷ βασιλεῖ. καὶ ἐγκαθίστη μὲν εἰς αὐτὰς φυλακὰς βασιλεύς, τὴν δὲ πόλιν Μιτυλήνην ἐς τρία διελόμενος τὸ μὲν αὐτοῦ ἐγκατέλιπεν, εἴ τι ἀχρεῖον ἦν τοῦ ὁμίλου, τὸ δὲ ἕτερον διενείματο τοῖς νεήλυσι, τὴν δὲ τρίτην μοῖραν κατῴκισεν ἐς Βυζάντιον, εἴ τι ἦν τῶν ἀστῶν ἄξιον λόγου καὶ εὔπορον. τοὺς δὲ πειράτας ἀπαγαγὼν κατέσφαξεν, ἐς τριακοσίους μάλιστα, ἐς χῶρον ἕνα τῶν προαστείων, τὰ σώματα δίχα ποιούμενος ἐς τὴν σφαγήν. τοῦτο γὰρ βιαιότερον 2.274 ἐς τοὺς πολεμίους ἐξεύρητο τοῦ θανάτου