167
Σωτὴρ, "Κἀγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας." Καὶ πάλιν· "Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος," τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸ θεῖον, οὕτω πολλάκις Πνεῦμα καλεῖ. Οἱ τὸν Παράκλητον οὖν δεξάμενοι, παρακαλεῖν προστάττονται τὸν λαὸν τοῦ Θεοῦ. Ἀλλ' οὐ τὸν Ἰσραὴλ, οὐδὲ τὸν Ἰακὼβ, οὐδὲ τὸν Ἰούδαν· ἀλλ' ἕτερον παρὰ τοῦτον, ὡς ὁ Ζαχαρίας δηλοῖ λέγων· "Τέρπου, καὶ εὐφραίνου, θυγάτηρ Σιὼν, δι' ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε." ∆ι' ὧν σαφῶς ἔθνη πολλὰ λαὸς τοῦ Θεοῦ προαγορεύεται γίνεσθαι. Καὶ ταῦτα λέγει Κύριος ἀπεσταλμένος ὑπὸ ἑτέρου Κυρίου. 2332 Ὡς οὖν οὗτος λαὸς Θεοῦ, οὕτω καρδία Ἱερουσαλὴμ τὸ κρεῖττον τοῦ λαοῦ τάγμα, καὶ τῆς Ἐκκλησίας τὸ κυριώτατον, ὡς ἡ καρδία τοῦ σώματος, δι' οὗ δηλοῦται τὸ λογικόν τε καὶ νοερώτερον τάγμα. ∆ιὸ τούτοις μὲν λαλεῖν, παρακαλεῖν δὲ τοὺς ἄλλους ἐπέταξεν, ὡς ἂν δεομένους παραμυθίας. Εἴποις δ' ἂν καὶ τῆς αἰσθητῆς Ἱερουσαλὴμ τοὺς λογικωτέρους σημαίνεσθαι, τοῦ λοιποῦ πλήθους οἱονεὶ σαρκώδους καὶ παχυτάτου τυγχάνοντος, καὶ αὐτοῖς οὖν βούλεται λαλεῖν τοὺς εἰληφότας τὸ Πνεῦμα τῆς παρακλήσεως, ἄφεσιν ἁμαρτιῶν εὐαγγελιζομένους διὰ τὴν προφητείαν, ἣν ἐπάγει περὶ τῆς Χριστοῦ παρουσίας, παυομένης τῆς ταπεινώσεως, καὶ λυομένης τῆς ἀμαρτίας. Τῇ οὖν εἰρημένῃ καρδίᾳ τῆς Ἱερουσαλὴμ διπλῆν ἐπενηνέχθαι λέγει τὴν κόλασιν, ἐπεὶ καὶ ἱστορικῶς συναπέλαυον τῶν τοῦ πλήθους κακῶν οἱ δηλωθέντες ὑπ' ἀλλοφύλοις ἔθνεσι ταπεινούμενοι, καὶ κατὰ διάνοιαν ἐκόλαζον ἑαυτοὺς, τὴν τοῦ λαοῦ πενθοῦντες ἀποβολήν. Ἀλλὰ καὶ δεύτερον ἡ πόλις ἥλωκεν ὡς καὶ τὸν ἐν αὐτῇ νεὼν κατενεχθῆναι πρὸς ἔδαφος. Τὴν δ' οὖν παράκλησιν τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἐφ' ἑξῆς ἐπενήνοχε, φωνὴ λέγων βοῶντος· εἶθ' ἑξῆς ἐπιφέρων· Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, τὸ εὐαγγελικὸν κήρυγμα, δι' οὗ Σωτὴρ ἐγνωρίζετο. Ἑτέρα δὲ νῦν ἔρημος εἴρηται παρ' ἣν ὁ Μωσῆς διήγαγε τὸν λαόν. Καὶ τίνος ἀνδρὸς ἐν ταύτῃ φωνὴ βοῶντος; κατὰ τὸν Ἀκύλαν, καλοῦντος. ∆ῆλον δὲ καὶ πρὸς τίνας ἔλεγεν· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίον. Ἅπερ πάντα εἰκὸς ἦν τοὺς τούτων ἀκροατὰς ζητεῖν, εὔχεσθαί τε τὸ σωτήριον τοῦ Θεοῦ ἰδεῖν, προβαινούσης εἰς ἔργον τῆς προφητείας. Ἐπεὶ οὖν ταῦτα προσεδόκων οἱ τῶν προφητικῶν ἐπιγνώμονες, τοῖς ἥκουσιν ὑπὸ τὼν ἀρχιερέων καὶ διδασκάλων, ἐρωτῶσίν τε τὸν Ἰωάννην, εἰ Χριστὸς, ἢ ὁ Ἠλίας, ἢ ὁ προφήτης ἐστὶν, ἀποφάσκει μὲν ταῦτα, τὸ δὲ φωνὴ βοῶντος εἶναι διϊσχυρίζεται. Ὡς γὰρ εἰδόσι τὴν προφητείαν ἠρκέσθη τοσοῦτον εἰπὼν, ἔρημόν τε δεικνὺς τὴν ἐν ᾗ διῆγε, καὶ τὸ ἐπὶ θύραις εἶναι τὸ σωτήριον τοῦ Θεοῦ τὸ πάσῃ σαρκὶ γνωσθησόμενον. Ἐκήρυσσε γὰρ ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, περὶ ἧς ἡ προφητεία φησὶν, ἀλλ' οὐκ ἐν Ἱερουσαλήμ. Ἐν ᾗπερ ἐρήμῳ τὸ σωτήριον ὤφθη Χριστὸς, ἥτε δόξα αὐτοῦ πᾶσιν ἐγνώσθη, τῶν μὲν οὐρανῶν ἀνοιγομένων, βαπτιζομένου, τοῦ δὲ θείου Πνεύματος ἐν εἴδει περιστερᾶς ἐπ' αὐτὸν καταντήσαντος, τοῦ δὲ Πατέρος φήσαντος αὐτὸν Υἱὸν ὑπάρχειν ἀγαπητόν. Ταῦτα γὰρ τῆς σωτηρίου δόξης σημεῖα ἐν ἐρήμῳ τοῦ Ἰορδάνου γενόμενα. ∆ιὸ φθάσας ταύτην εὐηγγελίζετο λέγων· "Εὐφράνθητι, ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου." Ἐπληροῦτο δὲ καθ' ἱστορίαν μὲν οὕτως· κατὰ δὲ διάνοιαν ἐπὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας νοούμενα, ἥ τις πρότερον ἔρημος ὑπῆρχε Θεοῦ, ἐν ᾗ μέχρι καὶ τήμερον ἡ αὐτὴ βοᾷ 2333 φωνὴ, καὶ τῷ σωτήριον τοῦ Θεοῦ τοῖς προσιοῦσιν εὐαγγελίζεται, πρὸς τὴν ὑποδοχὴν τοῦ Θεοῦ λόγου παρασκευάζουσα τὰς αὐτῶν ἀκοάς. Πρὸς ὃν ἀντιδιαστέλλων τὸν Ἰωάννην φωνὴν ὁ λόγος καλεῖ. Ἀντὶ δὲ τοῦ, Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, Σύμμαχος ἔφησεν, Ὁμαλίσατε ἐν ἀβάτῳ ὁδὸν τῷ Θεῷ ἡμῶν. Ὡς ἂν τοῦ Θεοῦ μέλλοντος