εἶδος, τὸ σῶμα ἐς δύο τέμνειν. καταθέντες οὖν τὴν τομὴν ἐς τὸ διάφραγμα, ὅθεν ξυμβαίνει ἴσχειν ἐπὶ πολὺ τῆς τελευτῆς διὰ τοῦτο τὸν διαφθειρόμενον. ἐγκαθίστη δὲ εἰς τὴν πόλιν ταύτην νεήλυδας ἀμφὶ τοὺς διακοσίους καὶ ἀζάπιδας ἐς τριακοσίους, καὶ ἄρχοντα αὐτῶν τοῦ Σαμλιάτεω παῖδα, ἄνδρα ἐπίσημον, οὗ τὸν πατέρα ἐν ταῖς βασιλέως θύραις ἀκούειν δικαιοσύνης ἄριστα ἐπυθόμεθα, μάλιστα δὲ δικαστὴν τῶν ἐν ταῖς βασιλέως θύραις καθισταμένων, καὶ δίκας δικάσαντα ἄριστα πάντων δὴ ὧν ἡμεῖς ἴσμεν καὶ ἐξευρόντα, οἵα δὴ ἀποβαίνειν ἔμελλεν ἡ δίκη ἐς τοὺς δικαζομένους. τὸν δὲ Λέσβου ἡγεμόνα ἐνεγκάμενος ἀπὸ τῆς πόλεως σύμπαντας ἐκέλευε κομίζεσθαι ἐς Βυζάντιον. ἐξελόμενος δέ οἱ καὶ τῶν ἀρίστων τῆς Λέσβου παῖδάς τε καὶ θυγατέρας ἀμφὶ τοὺς ὀκτακοσίους, αὐτὸς ἀπήλαυνεν ἐπ' οἴκου, καὶ τάς τε τριήρεις διῆκεν ἀπιέναι, ἐγκαταλιπὼν πλοῖα μικρὰ αὐτοῦ που ἐν τῇ νήσῳ. τὴν μὲν οὖν ἀδελφὴν τοῦ ἡγεμόνος, καὶ πρότερον ἁλοῦσαν ὑπὸ βασιλέως ἐν Κολχίδι, γυναῖκα οὖσαν βασιλέως Ἀλεξίου τοῦ Κομνηνοῦ τῆς Τραπεζοῦντος, ἐσηγάγετο μέχρι τινὸς ἐς τὴν γυναικωνῖτιν, πολλῶν δὴ καλλίστην καὶ ὡραίαν λεγομένην εἶναι, προαποθανόντος τοῦ ἀνδρὸς αὐτῆς ἐν Τραπεζοῦντι, καὶ αὐτῆς γενομένης καὶ οὔσης χήρας μεθ' ἑνὸς παιδὸς καὶ μόνου. τὸν δὲ παῖδα τοῦτον, ὅτε εἷλε τὴν Τραπεζοῦντα, εἰσενεγκάμενος καὶ αὐτὸν ὁ βασιλεὺς ἐν θεραπείᾳ τε εἶχε μάλιστα δὴ παίδων τῶν ἐν ταῖς βασιλέως θύραις, μετά 2.275 γε τὸν ἀπὸ Βυζαντίου παῖδα Ἀμουράτεω ἀδελφόν. τὴν μὲν οὖν θυγατέρα βασιλέως Τραπεζοῦντος, Ἄνναν λεγομένην καὶ Χριστιανήν, φυλαχθεῖσαν ὁρισμῷ τοῦ κρατοῦντος, ἡρμόσατο Ζαγάνῳ τῷ Μακεδονίας τῆς κάτω ὑπάρχῳ γενομένῳ, ἐξ ὅτου τὴν Πελοπόννησον αὐτὸν ἀφελόμενος ἐπέτρεπεν Ἀλβάνεω παιδί, τῷ Ἰυῶν λεγομένῳ, εἰ καὶ ὕστερον ἐχωρίσατο ταύτην ὁ κρατῶν ἀπ' αὐτοῦ, ἀναγκάζοντι ταύτην γενέσθαι ἐς τὴν θρησκείαν αὐτοῦ. Τὸν μὲν οὖν ἡγεμόνα τῆς Λέσβου οὐ πολλῷ ὕστερον αἰτιασάμενος συνέλαβέ τε καὶ καθεῖρξεν ἔχων ἐν φυλακῇ, ὡς μὲν ἐγὼ ἐπυθόμην, ὡς οὐκ ἐν γνώμῃ γεγονότα τῷ βασιλεῖ τὸν ἡγεμόνα τοῦτον, καὶ πρότερον ἀχθομένῳ αὐτῷ ἐπὶ πολλοῖς ἀεικέσι τε καὶ ἀνηκέστοις ἔργοις πρὸς τὸν βασιλέως οἶκον. ὡς δὲ ὑπ' ἄλλων λέγεται, παῖδα διαφυγόντα τὰς βασιλέως θύρας ἀφικέσθαι ἐπὶ τὸν Λέσβου τοῦτον ἡγεμόνα, καὶ μεταβαλόντα ἐς τὴν θρησκείαν τοῦ Ἰησοῦ γενέσθαι παιδικὰ αὐτοῦ. ὡς δὲ ἡ Λέσβος ἑάλω καὶ ἐς Βυζάντιον ἐγένετο, ἐπελέληστό τε τοῦ παιδὸς ὁ ἡγεμών, καὶ ἐν δώροις πέμψας ὡς βασιλέα, ἐπέγνωκάν τε οἱ παῖδες καὶ ἐξεῖπον τῷ βασιλεῖ. καὶ τὸν μὲν παῖδα κατέσχε καὶ τὸν ἡγεμόνα συνέλαβέ τε καὶ ἐν δεσμοῖς ἐποιήσατο ἅμα τῷ ἀνεψιῷ Λουκίῳ, τῷ τῆς Αἴνου τυράννῳ παιδὶ γενομένῳ, καὶ συγκατεργασαμένῳ τῷ ἡγεμόνι τὸν τοῦ ἀδελφοῦ φόνον καὶ τὴν ἡγεμονίαν ἅμα. οὐ πολὺ μέντοι ὕστερον ξυνέβη καὶ τόδε αὐτοῖς. ὡς γὰρ ἐν ἀπόρῳ καθειστήκεσαν ἄμφω, οὐκ εἰδότες, ὅπῃ 2.276 ἀπαλλαγὴν εὕρωνται τῆς εἱρκτῆς, ἀνήνεγκαν, ὡς ἐς τὰ πάτρια τὰ Τούρκων ἰέναι ἀμφότεροι προθυμοῦνται. καὶ αὐτὸς μὲν βασιλεὺς ἐσθῆτί τε ἐδωρήσατο καὶ τιάρᾳ, καὶ περιτεμόμενος ἐλευθέρους ἀφῆκεν ἐπὶ ἡμέρας οὐ πολλάς, μετὰ δὲ ταῦτα αὐτίκα αὖθις ἐς εἱρκτὴν ποιησάμενος κατέσχεν, ἐς ὃ δὴ ἀπαγαγὼν κατέσφαξε. Τὸν μὲν οὖν ἐνιαυτὸν τοῦτον δὶς αὐτὸς ἐκστρατευσάμενος ὁ βασιλεὺς τὴν μὲν ἐπὶ ∆ᾶκας ἔλευσιν ἐποιήσατο, τὴν δὲ ἐπὶ Λέσβον. καὶ ἐτελεύτα αὐτῷ ἐς τὸν χειμῶνα τοῦτον ἡ ἐπ' οἴκου ἀνακομιδή. καὶ τὸν μὲν χειμῶνα ἐν Βυζαντίῳ διατρίβων ναυτικόν τε ἐξηρτύετο, καὶ ἐς τὸν Εὔξεινον πόντον ἐναυπηγεῖτο τριήρεις ἀμφὶ τὰς τριάκοντα, καὶ οἰκοδομῶν ναούς τε καὶ βασίλεια ἐπενόει τὴν Βυζαντίου πόλιν αὐτῷ εἰς τὰ ναυτικὰ εὐπορίαν παρέξεσθαι, ὥστε ἄξιον λόγου ναυτικὸν ἐς τὴν θάλασσαν ἐξαρτύεσθαι· τῇ γὰρ θαλάσσῃ λογιζόμενος εὕρισκεν, ὡς εἰ ἐπικρατήσει, ῥᾷον αὐτῷ παραχωρήσειν καὶ τὰ τῶν πολεμίων. ἐδείματο δὲ καὶ ἄλλῃ ἄξια λόγου, μετὰ τὴν ἐν Προποντίδι Λαιμοκοπίην, τήν τε ἐν Βυζαντίῳ ἀκρόπολιν ἀξίως λόγου, ἐς τὰς χρυσέας καλουμένας πύλας, πύργους τε μεγίστους καὶ ἀξιοθεάτους, καὶ τὰ ἐντὸς βασίλεια,