168
ἐπιβαίνειν, ἧς οὐκ ἐπέβη τὸ πρότερον οὐκ αὐτὸς, οὐ προφήτης, οὐ δίκαιος, δηλαδὴ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Καὶ τῷ Θεῷ τὸ ἡμῶν προσέθηκεν, ὡς πρὸς ἑτέρους φθεγγόμενος. Ἦσαν γὰρ μύριοι καὶ ἐξ ἀλλοφύλλων ἐθνῶν οἱ τῷ Ἰωάννου προσελθόντες βαπτίσματι. Καὶ ἐν Ἐκκλησίᾳ δὲ ταῦτα πᾶσι προσφωνεῖται τοῖς ἔθνεσιν. Εἶτα δηλοῖ τὰς μὲν τεταπεινωμένας τῷ βάθει τῆς κακίας ὑψοῦσθαι ψυχάς. ταπεινωθήσεσθαι δὲ τὰς ἐπηρμένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ σκολιὰ δὲ καὶ τραχεῖα ψυχὴ, ὁμαλή τε καὶ εὐθεῖα γενήσεται· ὡς ἂν δεκτὴ γένοιτο τῆς ἐπιβάσεως τοῦ Θεοῦ. Ὀφθήσεται γὰρ, φησὶν, ἡ δόξα Κυρίου. Καί τινι λέγων, ἐπάγει· Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, τοὺς σαρκικοὺς λέγων οὐκ ἐσχηκότας Πνεῦμα Θεοῦ. Κατὰ τὸ, "Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας," οὓς δὴ τὸ σωτήριον ὄψεσθαι τοῦ Θεοῦ. Ἀλλὰ καὶ Πνεῦμα Θεοῦ προφήτης ἕτερος ὄψεσθαι τούτους φησὶν, "Ἐκχεῶ, λέγων, ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα." Ἔδει γὰρ τοὺς τὸ σωτήριον ἐγνωκότας τοῦ Θεοῦ καὶ Πνεύματος μεθέξειν Θεοῦ. Καὶ τοιαύτην ἐπήγαγε τοῦ λαοῦ τὴν παράκλησιν, τοῦ νέου φημί. Τοῦ γὰρ παλαιοῦ τὴν ἀπείθειαν εἰδὼς, δευτέρῳ χρῆται κηρύγματι· Πᾶσα σὰρξ χόρτος. Σαρκὸς γὰρ αὕτη φύσις, καὶ τοῦ τὴν εἰκόνα φοροῦντος τοῦ χοϊκοῦ. Τὰ γὰρ ἐπὶ γῆς πρὸς βραχὺ μόνον ἀνθοῦντα μαραίνεται. ∆εξαμένη δὲ τὸ σωτήριον τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα σχήσει ἅγιον, ὅ τε οὐχ ὡς χόρτος ξηραίνεται ἄνθρωπος, οὐδὲ πεσεῖται τοῦ ἄνθους, μενεῖ δὲ πνευματικὸς, ἀνακαινούμενος εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Κατὰ δὲ τὸ Ἑβραϊκὸν χόρτον καλεῖ τὸν Ἰουδαίων λαόν. Ὁ γὰρ Σύμμαχος καὶ Θεοδοτίων ἐκ προσθήκης φασίν· Ἀληθῶς χόρτος ὁ λαός. Ἐξηράνθη ὁ χόρτος. Ἐξέπεσε τὸ ἄνθος. Ὁ δὲ Ἀκύλας, Πρὸςὃν ὁ λαὸς ἐξηράνθη; πρὸς ὃν ἀπέρευσεν ἄνθος; Ἀντὶ τοῦ, Τὸ δὲ ῥῆμα Θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα, ὁ Σύμμμαχός φησιν, Ὁ δὲ λόγος τοῦ Θεοῦ ἡμῶν στήσεται εἰς τὸν αἰῶνα, Χριστὸν γὰρ αἰώνιον ὑπάρχειν ἡ ἐν τῇ ἐρήμῳ λέγει φωνὴ, καὶ συνδιαμένειν αὐτῷ τοὺς τὸ σωτήριον αὐτοῦ δεξαμένους ἀπὸ τῆς γεώδους ἐπὶ τὴν πνευματικὴν μεταστάντας οὐσίαν. Οἱ δὲ ἐκ περιτομῆς μείναντες σάρκες, χόρ 2336 του δίκην πεσοῦνται, κατὰ τὴν προσθήκην τοῦ, Ἀληθῶς χόρτος ὁ λαός. Ἄνωθεν δέ τινες ἀπορήσαντες πῶς τοῖς Ἐζεκίου λόγοις τὴν Χριστοῦ παρουσίαν ὁ προφήτης ἐπήνεγκε, λέγουσιν ὅτι πολλάκις πολέμιοι τὴν Ἱερουσαλὴμ κατεδῄωσαν· ἡ δὲ διὰ Ναβουχοδονόσωρ πρὸ τῆς Χριστοῦ παρουσίας τελευταία γέγονεν ἅλωσις. Μεθ' ἣν ἐπανελθόντες ᾤκουν ἀδιαιρέτως τὴν γῆν μέχρι τῆς Χριστοῦ παρουσίας. Ταύτης οὖν μνησθεὶς πρὸς Ἐζεκίαν τῆς ἁλώσεως τῆς ἐπὶ ταύτῃ μέμνηται παρακλήσεως. Προηγουμένως γὰρ τούτοις τὸ σωτήριον ἐγένετο κήρυγμα κατὰ τό· "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ." Τινὲς δέ φασιν ὡς τὰς αὐτῶν ἀτόπους ἐννοίας ἠξίωσε παρακλήσεως. Ἐζεκίου γὰρ ἐπὶ τῇ ἀτόπῳ παιδευθέντος οἰήσει, καθ' ἣν ᾤετο τυγχάνειν ὁ προσδοκώμενος, ὡς καὶ περὶ αὐτοῦ δοκεῖν εἰρῆσθαι τὸ, "Πεσεῖται ἐκ τοῦ κλίτου σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου," τοσούτους πεπτωκότας θεώμενον. Ταύτης δὲ τῆς ἐλπίδος διαπεσόντος διὰ τὴν νόσον, ὡς μηκέτι τὸν ψαλμὸν ἁρμόττειν αὐτῷ λέγοντα, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου (μόνον γὰρ ἥρμοττε τῷ Χριστῷ), ὁ λαὸς ᾤετο τὰ τῆς ἐπαγγελίας πεπαῦσθαι, πάντα τε φροῦδα γεγονέναι τὰ ἐλπισθέντα, μηδένα τε σωτῆρα τοῦ γένους φανήσεσθαι. Ὅθεν ὁ τῶν ὅλων Θεὸς ἀπεγνωκότας τούτους διὰ τοῦ προφήτου καὶ τῶν ἱερέων παρακαλεῖ, λέγων, Λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, εὐπαράδεκτον τοῖς ἀκροωμένοις τὸν τῆς παρακλήσεως ποιήσασθε λόγον, ὅπερ οὐκ εἶχεν ὁ νόμος φορτικῶς ἄγαν περὶ σκιὰν καὶ τύπους εἰλούμενος, οὐκ ἀναγκαῖα παιδεύων τὸν νοῦν. Ἐξωφανῆ γάρ τινα γνῶσιν ἐνεποίει διὰ τοῦ γράμματος. Τὸ δὲ σωτήριον κήρυγμα θεωριῶν πληροῖ τὴν ψυχὴν τοῦ Πνεύματος τοῦ θείου τὸ βάθος αὐτῆς ὑπανοίγοντος. Οὕτω τοί φησι καὶ ∆αβίδ. "Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὸ λόγιόν σου, ὅπως ἂν μὴ ἁμάρτω σοι." Τοιοῦτον καὶ τὸ δι' ἑνὸς