καὶ τὴν ἐπὶ τῶν Σκοπίων γέφυραν ἐπ' Ἀξιῷ ποταμῷ καὶ βασίλεια ἐν Ἀδριανουπόλει, πέραν τοῦ Τεάρου, ᾗ δὴ ἐς τὸν Ἕβρον ἐκδιδοῖ· καὶ πολίχνην μὲν ἐν τῇ Ἀσίᾳ περὶ Μάδυτον, ᾗ δὴ στενώτατον τοῦ Ἑλλησπόντου ἐσπλέοντι, καὶ ἐν τῇ Εὐρώπῃ πολίχνην ἑτέραν ἀπέναντι τῆς ἐν Ἀσίᾳ πολίχνης, ὥστε ἐχυροῦν μὲν αὐτῷ τὴν Βυζαντίου πόλιν καὶ τὸν Εὔξεινον 2.277 πόντον, κρατύνειν δὲ καὶ τὰς ἐν τῷ Ἑλλησπόντῳ πόλεις αὐτῷ, ναυτικὸν παρεχομένας οὐ σμικρόν. ταῦτα δειμάμενος κατὰ τὴν Εὐρώπην καὶ Ἀσίαν τηλεβόλους καθίστη ἐς ἄμφω τὰ πολίχνια τῶν μεγίστων ἀμφὶ τοὺς τριάκοντα καὶ ἑτέρους οὐκ ὀλίγους. ναύσταθμον δὲ τὸν ταύτῃ αὐτοῦ χῶρον ποιησάμενοι οὐδενὶ ἐπιτρέπουσι παριέναι ἔσω ἐς τὸν Ἑλλήσποντον, ἂν μὴ τῷ ταύτῃ ὑπάρχῳ ἀποβαίνοντες ἐπιφαίνωνται οἱ πλέοντες ἔσω. Ταῦτα μὲν αὐτῷ ἐπεποίητο, ὡς ἐμοὶ δοκεῖ, διὰ τὸν πρὸς Οὐενετούς οἱ ἐσόμενον πόλεμον, ὃν πρὸ πολλοῦ παρασκευαζόμενος ἐπετήρει, ὅπως ἀσφαλέστατα αὐτῷ τὸν πόλεμον ποιήσαιτο. ἀλλὰ ταῦτα μὲν οὔπω ἐν τέλει ἦν παρεσκευασμένα, ὅτε τὸν πρὸς Οὐενετοὺς ἀράμενος πόλεμον ἐπολέμει· τότε δὲ ἐπιγιγνομένου τοῦ θέρους ἐστρατεύετο ἐπὶ Ἰλλυριοὺς καὶ Ἰλλυριῶν βασιλέα. τὸ μὲν οὖν γένος τοῦτο Ἰλλυριῶν παλαιόν τε καὶ ἐς τὸν Ἰόνιον ᾠκημένον, εὐδοκιμῆσαί τε πολλαχῇ ἀπομνημονεύεται. καλοῦνται δὲ οὗτοι τὰ νῦν Βόσνοι. ἀλλ' οἱ μὲν ∆αλμάται καὶ Μυσοὶ ἅμα καὶ Τριβαλλοὶ καὶ πρός γε ἔτι Σαρμάται τούτοις τὴν αὐτὴν ἵενται τὴν φωνὴν καὶ τῷ παντὶ παραπλησίαν, ὡς μὴ χαλεπῶς συνιέναι ἀλλήλων αὐτούς. εἰκὸς δὲ οἴεσθαι τούτους μᾶλλον ὡρμημένους ἀπὸ τῆς πρὸς τὸν Ἰόνιον χώρας, γένος τε ὂν μέγα καὶ πολλαχῇ ἐνευδοκιμοῦν, τήν τε Θρᾴκην ὑπάγεσθαι σφίσιν αὐτοῖς, καὶ τὸν Ἴστρον διαβάντας τὴν τῆς Σαρματίας χώραν οἰκῆσαι, ἤ, ὡς ἔνιοι οἴονται, ὑπὸ Σκυθῶν διωκομένους διαβῆναί τε ἐς τὴν ἐπὶ τάδε τοῦ Ἴστρου χώραν, καὶ καταστρεψαμένους τὴν ταύτῃ Θρᾴκην, ἔστε ἐπὶ μυχὸν τοῦ κόλπου ἀφικο 2.278 μένους, ἐνοικῆσαι. θαυμάζω δέ, εἰ τοὺς Ἰλλυριοὺς ἀποφαινόμενος Ἀλβανοὺς τεκμαίροιτό τις, συμβαλλόμενος, ὡς Ἰλλυριοὶ οἱ πρὸς τῷ μυχῷ τοῦ Ἰονίου ἐχώρησαν ἐπὶ τὴν Ἤπειρόν τε καὶ Αἰτωλίαν καὶ Θετταλίας χώραν. ἀλλ' ὅτι μὲν ἀπὸ Ἐπιδάμνου μέχρι τοῦ Καρνερίου καλουμένου κόλπου ἅπας ὁ χῶρος οὗτος διατείνων ἐπὶ σταδίους μάλιστά πῃ τρισχιλίους, γένος τε ἓν ἐνοικεῖ, καὶ τῇ αὐτῇ φωνῇ διαχρώμενον, καὶ ἐπὶ μεσόγαιαν παρῆκον ἄχρι τοῦ Ἴστρου, παραμεῖβόν τε τὴν τοῦ Σανδάλεω χώραν, καὶ τοῦ ταύτῃ βασιλέως ἐχομένων αὐτίκα τῶν Τριβαλλῶν τε ἅμα καὶ Μυσῶν. μάλιστα δὲ συμβαλλόμενος ἔχων ἀποφαίνεσθαι διὰ τὸ ἐπὶ μέγα τὸ Ἰλλυρικὸν γένος χωρῆσαι δυνάμεως, καὶ ἐπὶ πολλὰ ταύτῃ σκεδασθῆναι ἀνὰ τὴν Θρᾴκην, Ἰλλυριοὺς μᾶλλον τὸ γένος τοῦτο εἶναι ἢ Ἀλβανούς. συντίθεμαι δὲ καὶ ἐκείνοις ἔγωγε, οἳ φάσκουσι τὸ Ἰλλυρικὸν γένος ἴσχειν αὐτῷ τὴν ἐπωνυμίαν ἀπὸ τῆς χώρας, διακεκρίσθαι μέντοι ὕπαρχον, ἄλλοτε ἄλλην φωνὴν ἀφιέμενον, ὥστε πολλὰ γένη αὐτοῦ καὶ σφίσι διενηνοχότα πάμπαν ἐς τὴν φωνήν, λαχεῖν τοὔνομα τοῦτο Ἰλλυριοὺς καλουμένους. ἀλλὰ ταῦτα μὲν οὕτω μοι ἐς τοσοῦτον ἀναγεγράφθω· εἰ δὲ μὴ τοὔνομα αὐτὸ ἐς γένος τοῦτο ὀρθῶς εἴρηται, διὰ δὲ τὴν χώραν, ἣν ἐνοικοῦν, φαίνεται τὴν Ἰλλυριῶν, ἄξιόν ἐστι φέρεσθαί οἱ τοὔνομα τοῦτο, καὶ μὴ νέμεσις εἴη οὕτω φρονοῦντι περὶ αὐτῶν. Ἀλβανοὺς γὰρ ἔγωγε μᾶλλόν τε τοῖς Μακεδόσι προστίθεσθαι ἂν λέγοιμι, ἢ ἄλλῳ τινὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν· οὐδενί τε γὰρ συμφέρονται, ὅτι μὴ τὸ Μακεδόνων γένος. ἀλλὰ τούτων μὲν πέρι ἅλις ἔστω ταῦτα εἰρημένα, καλείσθωσαν δέ μοι τῷ ὀνόματι τούτῳ, Ἰλλυριοί, 2.279 οἱ περὶ τὸν Ἰόνιον οἰκοῦντες ἄχρις ἄκρας Ἰστρίας καλουμένης πρὸς τῷ μυχῷ τοῦ κόλπου, ἀνεχούσης ταύτῃ ἐς τὸ πέλαγος, καὶ οἱ περὶ τὴν ταύτῃ μεσόγαιον οἰκοῦντες Ἰλλυριοί. Ἐπὶ τούτων δὲ τὸν βασιλέα ἐστρατεύετο βασιλεὺς Μεχμέτης, ὅτι τὸν φόρον αὐτοῦ, ὡς ἐπ' αὐτὸν ἀφίκετο βασιλέα κῆρυξ κελεύων τόν τε φόρον ἀπάγειν ὅτι τάχιστα ἐς τὰς βασιλέως θύρας καὶ μὴ διαμέλλειν, συναγείρας τὸν φόρον, πέντε ὄντα μυριάδας στατήρων, καὶ ἐπιδείξας τῷ