169
τῶν προφητῶν· "Καὶ αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι αὐτοῖς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς." Καὶ ὁ Παῦλος δέ φησιν· "Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ' ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις." Ἱερεῖς δέ τινες τοὺς ἀγγέλους ἐνόησαν, οἷς ἐμπρέπει καὶ τὸ ἐν καρδίαις δύνασθαι λαλεῖν. Ἡ δὲ παράκλησις ἐν τῷ λελύσθαι τὴν δίκην αὐτὴ διπλῆν γενομένην, ἔν τε τῷ σαρκὸς ἐπιθυμίαις προσκεῖσθαι (κόλασις γὰρ αὐτὴ μεγίστη τοῖς ἔχουσιν αἴσθησιν) ἔν τε τῷ δι' ἐκεῖνα κολάζεσθαι, 2337 Ἤγουν, ἔν τε τῷ ἀποστῆναι Θεοῦ τῆς ὄντως πηγῆς ζωῆς, καὶ τῷ προσχωρῆσαι τοῖς δαίμοσιν, λάκκοις συντετριμμένοις, κατὰ τὴν Ἱερεμίου φωνὴν, συνέχειν ὕδωρ μὴ δυναμένοις. Τινὲς δέ φασιν, ὅτι ὡς οἱ φιλόστοργοι πατέρες τὴν σμικρὰν κατὰ παιδὸς ἁμαρτίαν μείζω πολὺ τῆς ἀξίας νομίζουσιν, οὕτω διὰ φιλανθρωπίαν ὁ Θεὸς τὴν ἐλάττω τῆς ἀξίας διπλασίαν ὁρίζεται. Ἄλλως γὰρ οὐκ ἄξιον τῆς αὐτοῦ χρηστότητος ἐν διπλῷ τιμωρεῖσθαι τοῦ λέξαντος· "Οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει. Οἰκτίρμων γὰρ καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός." Καὶ, "Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν." Σύμφωνον δὲ τῷ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, καὶ Ζαχαρίας ὁ τοῦ Βαπτιστοῦ λέγει Πατήρ· "Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ. Προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ." Περὶ οὗ φησιν ὁ Σωτήρ· "Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ." Ἥλιος γὰρ δικαιοσύνης καὶ φῶς ἀληθινὸν ὁ Χριστός. Καὶ τὸ μέσον ἀμφοτέρων ἀσύμβλητον, κἂν ὅτι μάλιστα τὸ ἀνθρώπινον πλῆρες γένοιτο σοφίας τε καὶ φωτός. Τοῖς δὲ ἀπεγνωκόσι σημεῖον δίδωσι παρακλήσεως. Ὅταν γὰρ ἀπὸ τῆς ἐρήμου περὶ μετανοίας ἀκούοις φωνῆς, τότε νόει παρεῖναι τὸν προσδοκώμενον. Ὡς ἀπὸ λεωφόρου δὲ τὰ μὲν ἐχούσης ἀνάντη, τὰ δὲ κοῖλα, καὶ διὰ τοῦτο δυσπορεύτου, τὸν λόγον εἴληφεν· ἥτις ἂν γένοιτο λεία, τῶν μὲν καθαιρουμένων ὕψους· τῶν δὲ, πληρουμένων κοιλότητας, ὁποία διὰ Χριστοῦ γέγονεν ἡ τῆς εὐσεβείας ὁδὸς, ἄβατος πρότερον ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους ὑπάρχουσα ταῖς γεώδεσιν ἐγκαταδησάντων ἡμᾶς ἡδοναῖς. ∆όξαν δὲ κυρίου καλεῖ τὸν Υἱὸν, ὡς ὑπὲρ πᾶσαν ὄντα τὴν κτίσιν καὶ τῆς αὐτῆς θεότητος τῷ Πατέρι. Τοῦτο δὲ καὶ γενόμενος ἄνθρωπος ἔδειξε θαυματουργῶν ἀεὶ, καὶ τὴν κτίσιν μεταπλάττων τῷ ῥήματι, γενόμενος πᾶσι σωτήριον, τῶν ἐννόμῳ θυσιῶν ἁμαρτίας καθαιρεῖν μὴ δυναμένων. Ἐν δὲ Χριστῷ τελειούμενοι τῷ τῆς υἱοθεσίας πνεύματι τετιμήμεθα πάντες, τό γε ἧκον εἰς τὴν τῆς χάριτος δωρεὰν, πᾶσιν αὐτὴν ἁπλώσαντος τοῦ Θεοῦ· εἰ καὶ τῷ τῆς ἀπιστίας σκότῳ ταύτην τινὲς οὐ προσήκαντο. Μηδὲν δὲ ἴδιον ἢ πεπλασμένον λέγειν ὁ προφήτης ἐπιδεικνὺς, Θεοῦ τὸν λόγον ἐκάλεσεν, Τίνα δὲ τρόπον ἔστι τὸ σωτήριον ἰδεῖν τοῦ Θεοῦ, διδάσκει καταφρονῆσαι δεῖν τῶν φαινομένων, ὡς ἀστάτων εἰπὼν καὶ θᾶττον μαραινομένων, λαβόντας εἰς νοῦν τὸν Θεοῦ λόγον μόνον ὡς ἀεὶ ζῶντα, καὶ μένοντα, καὶ πρόξενον ὄντα τῆς αἰωνίου ζωῆς. Εἴποις δ' ἂν ῥῆμα Κυρίου καὶ τὴν ἐντολὴν τὴν αὐτοῦ τοῦ Σωτῆρος εἰπόντος· "Ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον 2340 τηρήσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα." Τινὲς δέ φασιν, ὡς προσταχθεὶς ὁ προφήτης κηρύξαι μεγαλοφώνως τὴν εἰς πάντας ἥξουσαν χάριν, ἀπὸ συμπαθείας τῆς πρὸς τὸ ἔθνος ἑαυτοῦ, μηδὲν ἔχειν ἐξαιρετὸν μέλλοντος, ὡς ἡνίκα κλῆρος ὑπῆρχε Θεοῦ, ἀποβλήτου δὲ τῆς τοιαύτης ἐσομένου τιμῆς ἐκκοπεὶς τὴν διάνοιαν, τί δέοι βοήσειν ἔλεγεν. Ἐφ' οἷς Θεὸς τὴν τοσαύτην μὴ χωρήσαντι χάριν φησὶ, Πᾶς ἄνθρωπος χόρτος. Καὶ σὺ γὰρ, φησὶν, ὁ τοῖς ἐμοῖς διακονούμενος ῥήμασιν, ὑπὸ τῆς σαρκὸς τὸν νοῦν ἐπισκιαζόμενος, χωρεῖν οὐδὲ δυνήσῃ. Πλὴν πᾶσα, φησὶν, ὑπόληψις ἀνθρωπίνη