170
ἐγκαινίων ἑορταὶ κατὰ πόλεις καὶ τῶν ἄρτι νεοπαγῶν προσευκτηρίων ἀφιερώσεις, ἐπισκόπων ἐπὶ ταὐτὸν συνηλύσεις, τῶν πόρρωθεν ἐξ ἀλλοδαπῆς συνδρομαί, λαῶν εἰς λαοὺς φιλοφρονήσεις, τῶν Χριστοῦ σώματος μελῶν εἰς μίαν συνιόντων ἁρμονίαν ἕνωσις. 10.3.2 συνήγετο γοῦν ἀκολούθως προρρήσει προφητικῇ μυστικῶς τὸ μέλλον προσημαινούσῃ ὀστέον πρὸς ὀστέον καὶ ἁρμονία πρὸς ἁρμονίαν καὶ ὅσα θεσπίζων ὁ λόγος δι' αἰνιγμάτων ἀψευδῶς προανετείνατο, 10.3.3 μία τε ἦν θείου πνεύματος διὰ πάντων τῶν μελῶν χωροῦσα δύναμις καὶ ψυχὴ τῶν πάντων μία καὶ προθυμία πίστεως ἡ αὐτὴ καὶ εἷς ἐξ ἁπάντων θεολογίας ὕμνος, ναὶ μὴν καὶ τῶν ἡγουμένων ἐντελεῖς θρῃσκεῖαι ἱερουργίαι τε τῶν ἱερωμένων καὶ θεοπρεπεῖς ἐκκλησίας θεσμοί, ὧδε μὲν ψαλμῳδίαις καὶ ταῖς λοιπαῖς τῶν θεόθεν ἡμῖν παραδοθεισῶν φωνῶν ἀκροάσεσιν, ὧδε δὲ θείαις καὶ μυστικαῖς ἐπιτελουμέναις διακονίαις, σωτηρίου τε ἦν πάθους ἀπόρρητα σύμβολα. 10.3.4 ὁμοῦ δὲ πᾶν γένος ἡλικίας ἄρρενός τε καὶ θήλεος φύσεως ὅλῃ διανοίας ἰσχύϊ δι' εὐχῶν καὶ εὐχαριστίας γεγηθότι νῷ καὶ ψυχῇ τὸν τῶν ἀγαθῶν παραίτιον θεὸν ἐγέραιρον. ἐκίνει δὲ καὶ λόγους ἅπας τῶν παρόντων ἀρχόντων πανηγυρικούς, ὡς ἑκάστῳ παρῆν δυνάμεως, θειάζων τὴν πανήγυριν. 10.4.1 Καί τις ἐν μέσῳ παρελθὼν τῶν μετρίως ἐπιεικῶν, λόγου σύνταξιν πεποιημένος, ὡς ἐν ἐκκλησίας ἀθροίσματι, πλείστων ἐπιπαρόντων ποιμένων ἐν ἡσυχίᾳ καὶ κόσμῳ τὴν ἀκρόασιν παρεχομένων, ἑνὸς εἰς πρόσωπον τὰ πάντα ἀρίστου καὶ θεοφιλοῦς ἐπισκόπου, οὗ διὰ σπουδῆς ὁ μάλιστα τῶν ἀμφὶ τὸ Φοινίκων ἔθνος διαπρέπων ἐν Τύρῳ νεὼς φιλοτίμως ἐπεσκεύαστο, τοιόνδε παρέσχε λόγον· ΠΑΝΗΓΥΡΙΚΟΣ ΕΠΙ ΤΗΙ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ ΟΙΚΟ∆ΟΜΗΙ ΠΑΥΛΙΝΩΙ ΤΥΡΙΩΝ ΕΠΙΣΚΟΠΩΙ ΠΡΟΣΠΕΦΩΝΗΜΕΝΟΣ 10.4.2 Ὦ φίλοι θεοῦ καὶ ἱερεῖς οἱ τὸν ἅγιον ποδήρη καὶ τὸν οὐράνιον τῆς δόξης στέφανον τό τε χρῖσμα τὸ ἔνθεον καὶ τὴν ἱερατικὴν τοῦ ἁγίου πνεύματος στολὴν περιβεβλημένοι, σύ τε, ὦ νέον ἁγίου νεὼ θεοῦ σεμνολόγημα, γεραιρᾷ μὲν φρονήσει παρὰ θεοῦ τετιμημένε, νέας δὲ καὶ ἀκμαζούσης ἀρετῆς ἔργα πολυτελῆ καὶ πράξεις ἐπιδεδειγμένε, ᾧ τὸν ἐπὶ γῆς οἶκον αὐτὸς ὁ τὸν σύμπαντα κόσμον περιέχων θεὸς δείμασθαι καὶ ἀνανεοῦν Χριστῷ τῷ μονογενεῖ καὶ πρωτογενεῖ δὲ αὐτοῦ λόγῳ τῇ τε ἁγίᾳ τούτου καὶ θεοπρεπεῖ νύμφῃ γέρας ἐξαίρετον δεδώρηται, 10.4.3 εἴτε τις νέον σε Βεσελεηλ θείας ἀρχιτέκτονα σκηνῆς ἐθέλοι καλεῖν εἴτε Σολομῶνα καινῆς καὶ πολὺ κρείττονος Ἱερουσαλὴμ βασιλέα εἴτε καὶ νέον Ζοροβαβελ τὴν πολὺ κρείττονα δόξαν τῆς προτέρας τῷ νεῷ τοῦ θεοῦ περιτιθέντα, 10.4.4 ἀλλὰ καὶ ὑμεῖς, ὦ τῆς ἱερᾶς ἀγέλης Χριστοῦ θρέμματα, λόγων ἀγαθῶν ἑστία, σωφροσύνης παιδευτήριον καὶ θεοσεβείας σεμνὸν καὶ θεοφιλὲς ἀκροατήριον· 10.4.5 πάλαι μὲν ἡμῖν τὰς παραδόξους θεοσημίας καὶ τῶν τοῦ κυρίου θαυμάτων τὰς εἰς ἀνθρώπους εὐεργεσίας διὰ θείων ἀναγνωσμάτων ἀκοῇ παραδεχομένοις ὕμνους εἰς θεὸν καὶ ᾠδὰς ἀναπέμπειν ἐξῆν λέγειν παιδευομένοις ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις· 10.4.6 ἀλλὰ νῦν γε οὐκέτ' ἀκοαῖς οὐδὲ λόγων φήμαις τὸν βραχίονα τὸν ὑψηλὸν τήν τε οὐράνιον δεξιὰν τοῦ παναγάθου καὶ παμβασιλέως ἡμῶν θεοῦ παραλαμβάνουσιν, ἔργοις δ' ὡς ἔπος εἰπεῖν καὶ αὐτοῖς ὀφθαλμοῖς τὰ πάλαι μνήμῃ παραδεδομένα πιστὰ καὶ ἀληθῆ καθορωμένοις, δεύτερον ὕμνον ἐπινίκιον πάρεστιν ἀναμέλπειν ἐναργῶς τε ἀναφωνεῖν καὶ λέγειν καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν. 10.4.7 ποίᾳ δὲ πόλει ἢ τῇδε τῇ νεοπαγεῖ καὶ θεοτεύκτῳ; ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, περὶ ἧς καὶ ἄλλο τι θεῖον λόγιον ὧδέ πως εὐαγγελίζεται δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ· ἐφ' ἣν τοῦ παναγάθου συγκροτήσαντος ἡμᾶς θεοῦ διὰ τῆς τοῦ μονογενοῦς αὐτοῦ χάριτος, τῶν ἀνακεκλημένων ἕκαστος ὑμνείτω μόνον οὐχὶ βοῶν