170
ταχέως παυθήσεται, οἱ ἐμοὶ δὲ περὶ τῆς εἰς πάντας χάριτος κυρωθήσονται λόγοι. Τοῦτο καὶ Παῦλος νοήσας ἔλεγεν· "Ὢ βάθος πλούτου καὶ σοφίας!" Τοιγαροῦν ἐπιλύσας αὐτῷ τὴν ἀμφιβολίαν, ἀφ' ὕψους τῆς διανοίας ἐφεξῆς κηρῦξαι παρακελεύεται. θκʹ. 9Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών. Ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ. Ὑψώσατε· μὴ φοβεῖσθε. Εἶπον ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ Θεὸς ὁ ὑμῶν, ἰδοὺ Κύριος. Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετὰ αὐτοῦ9, κ.τ.λ. Ἀκολούθως μετὰ τὴν ἐν τῇ ἐρήμῳ βοῶσαν φωνὴν, τὰ περὶ τῶν εὐαγγελιστῶν καὶ τῆς Χριστοῦ παρουσίας ἐπήγαγεν. Ὁ δὲ Ἀκύλας φησίν· Ἐπ' ὄροςὑψηλὸν ἀνάβηθι, ἑαυτῇ εὐαγγελιζομένη Σιών. Καὶ ἐπάρων ἱσχυρῶς τὴν, φωνὴν εὐαγγελισαμένη Ἱερουσαλήμ. Καὶ οἱ λοιποὶ δὲ συμφώνως, ὡς πρὸς ἔμψυχον τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ἀποτείνονται. Ἐπὶ ποῖον οὖν ἄνεισιν ὄρος ἡ Σιὼν, ἡ καὶ αὐτὴ ὄρος λεχθεῖσα; κατὰ τὸ, "Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ." Ἔοικε τοίνυν δηλοῦν τὸν τῶν ἀποστόλων χορὸν, οὓς καὶ ἄνω καρδίαν ἔφησεν Ἱερουσαλὴμ, ὡς ἂν ἐκ τοῦ ἐκ περιτομῆς ἐξειλεγμένου λαοῦ, οἳ καὶ τὸ σωτήριον τοῦ Θεοῦ παρεδέξαντο ἐπηρμένοι τινὲς ὄντες, καὶ τῷ μονογενεῖ παρεικασθέντες ὄρει καὶ αὐτῷ χρηματίζοντι· ἐφ' ὃν ἀνιέναι κελεύονται, τοῦ Χριστοῦ τὴν παρουσίαν κηρύξοντες, κἄν τινες ἐπαναστῶσι, δεδιέναι μηδέν· ἤγουν μὴ λάθρα διδάσκειν κελεύει, δημοσιεύειν δὲ τὸ κήρυγμα, καὶ ποιῆσαι πᾶσιν ἐξάκουστον. κατὰ τὸ, "Ὃ ἀκούετε εἰς τὸ οὖς, ἐπὶ τῶν δωμάτων κηρύξατε." Ὃ καὶ ἕλεγον προσευχόμενοι· "Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου." Καὶ τὸ ἰδοὺ δὲ λέγων, φασὶ, τὸ μὴ μετὰ μακρὰν ἥξειν δηλοῖ, μονονουχὶ πλησίον ὄντα δεικνύς. Ἤγουν ταῖς πόλεσιν Ἰούδα κελεύει βοᾷν, ταῖς τούτων δηλονότι συναγωγαῖς, ὡς οὗτος ἐκεῖνος ὁ πρόπαλαι 2341 προσδοκώμενος, φωναῖς ἁγίων προκαταγγελθεὶς προφητῶν. Ἐν ταυτῷ δὲ καὶ τὴν αὐτοῦ παρουσίαν ἐδήλωσεν, μετὰ μεγάλης ἰσχύος ἥξειν εἰπὼν καὶ κυριακῆς αὐθεντίας, ὅτε πρὸς τὰ ἔργα καὶ τὸν μισθὸν ἑκάστῳ παρέξεται. Καθάπερ ἔλεγε· "Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." Τινὲς δὲ καὶ ταῦτα ἐπὶ τῆς προτέρας ἐδέξαντο παρουσίας, δεικνύντα μὴ καθ' ἕνα τῶν προφητῶν ἥξειν αὐτὸν, οἳ καὶ θαυματουργοῦντες ηὔχοντο. Χριστὸς δὲ κατ' αὐθεντίαν ἤλαυνε πάθη καὶ δαίμονας. Ὅτι δὲ οὐκ ἄκαρπον ὑπὲρ ἡμῶν ὑπέμεινε τὸν σταυρὸν δηλοῖ, λέγων· Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ. Ἔλεγεν γάρ· "Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πολὺν φέρει." Καὶ πάλιν· "Ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Καὶ Παῦλος δέ φησιν· "Ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ," καὶ τὰ ἑξῆς. Καὶ ὁ ∆αβὶδ δὲ προὔλεγεν· "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου." Τὸ δὲ, Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, ὁμολογουμένως τῆς προτέρας ἐστὶ παρουσίας. Ὡς Θεὸς μὲν γὰρ κρινεῖ, ὡς δὲ μορφὴν δούλου λαβὼν ποιμαίνειν τὸ ποίμνιον εἴρηται ὁ λέγων, Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Βραχίονα δὲ αὐτοῦ καλεῖ, φασὶ, τὴν θεότητα, δι' οὗ συνάξειν ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσειν εἴρηται. Ἄρνας τοῦ λόγου δηλοῦντος τοὺς ἀρτιγενεῖς ἐν Χριστῷ. ∆ιόπερ Ἀκύλας ἀρνία φησίν. Εἴη δ' ἂν ὁ νέος λαός. Οὐ γὰρ ἔφη κριοὺς, ἢ τράγους, ἢ πρόβατα ἐντελῆ, περὶ ὧν ἕτερος τοιαῦτα διδάσκει προφήτης λέγων· "Τὰ δὲ λέγει Κύριος· Ἰδοὺ ἐγὼ κρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, καὶ κριῶν καὶ τράγων." Καί· "Οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν νέμεσθε, καὶ τὰ κατάλοιπα τοῖς ποσὶν ὑμῶν κατεπατεῖτε; καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε; καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε;" Καὶ πάλιν· "Ἰδοὺ ἐγὼ κρίνω ἀνὰ μέσον προβάτου ἰσχυροῦ. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ποσὶν ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν