μὲν ὁ ποιητὴς ἅμα τῷ λόγῳ τοῦ Ἕκτορος ἀναστῆσαι τοὺς πρὸς ἐκεῖνον ἀντιπάλους, ὁ δὲ ἐπίτηδες ἄλλως ἐποίησεν, ἵνα καὶ τὸ πρᾶγμα καινότερον εἴη, καὶ χώραν δὲ σχοίη ποικιλίας χάριν τό τε γνωσθὲν ἐπεισόδιον τοῦ Μενελάου καὶ ἑξῆς δὲ τὸ τοῦ Νέστορος, καὶ πλατυνθείη κατά τι χρῆμα δαιδάλεον δι' αὐτῶν ἡ ποίησις. περὶ μὲν οὖν Μενελάου ἔγνωσται τὰ προειρημένα. Ὁ δὲ Νέστωρ εὐθὺς ὀνειδίσει τε τοὺς Ἕλληνας καὶ μονομαχίαν ἑαυτοῦ παλαιὰν ἱστορήσει λαμπρὰν ἀποσεμνυνόμενος, ὡς καὶ ἐν ἄλλοις ποιεῖ, καὶ οὕτως ἐρεθίσει ἐννέα πάντας ἀναστῆναι κατὰ τοῦ Ἕκτορος, ὡς ἐν τοῖς ἐφεξῆς φανήσεται. (ῃ. 124-6) Ὅτι δυσανασχετῶν ὁ γέρων, ἐφ' οἷς οἱ Ἀχαιοὶ ὀκνοῦσι τὴν ἐζητημένην μονομαχίαν, φησὶ τὸ καὶ ἀλλαχοῦ κείμενον «ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει». Εἶτα τὸν Πηλέα ἐπαινῶν ἐπάγει «ἦ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς, ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ' ἀγορητής». τοῦ πολεμεῖν γὰρ ἤδη καὶ ὁ Πηλεὺς διὰ γῆρας πεπαυμένος, καθὰ καὶ ὁ Νέστωρ, λόγοις μόνοις ἐνέπρεπεν. εἰδὼς δὲ ταῦτα λέγει ὁ Νέστωρ. Πειραθῆναι γὰρ τοῦ Πηλέως αὐτὸς ἐρεῖ, ὃν καὶ ἱππηλάτην ἔφη, ὡς ἦν ὅτε τοιοῦτον ὄντα, καθά που καὶ ὁ Πρίαμος ἐϋμελίης λέγεται. Ἐν δὲ τούτοις λεληθυῖά τις παρήχησις τὸ «ἱππηλάτα Πηλεύς». καὶ ταῦτα μὲν οὕτως. Ἰστέον δὲ ὡς μέγα κακὸν κρίνουσιν οἱ λογισμῷ διοικούμενοι, ἐφ' ᾧ οἱ μὲν ἐχθροὶ χαίρουσιν, οἱ δὲ φίλοι βαρέως φέρουσιν, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ὁ Ὁμηρικὸς ῥήτωρ ἔφη, μέγα μὲν πένθος εἰπὼν τὴν Ἀχαιΐδα γαῖαν ἕξειν, γηθήσειν δὲ τοὺς περὶ Πρίαμον, ἐὰν Ἀχιλλεὺς καὶ Ἀγαμέμνων μάχωνται. Εἰ δὲ καὶ τοιοῦτον εἴη τὸ κακόν, ὡς μὴ μόνον τοὺς φίλους βαρύνεσθαι, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἐχθροὺς δυσχεραίνειν, ὑπερβολὴ πάντως τοῦτό ἐστι δυστυχήματος, ὡς ὁ αὐτὸς ῥήτωρ ἐπιτείνων τὸ νόημα ἐνταῦθά φησι. Λέγει γὰρ ὡς καὶ πᾶσα μὲν ἡ Ἀχαιῒς γῆ λυπηθήσεται ἐπὶ τοῖς νῦν γινομένοις καὶ αὐτὸς δὲ οὐδὲν ἧττον ὁ Πηλεύς, ὃς διὰ τὸν υἱὸν Ἀχιλλέα ἐχθαίρων τοὺς Ἀχαιοὺς χαίρειν ὀφείλει ἐπὶ δυστυχοῦσιν αὐτοῖς, μονονουχὶ λέγων, ὡς δεινὸν μὲν εἰ γελώμεθα τοῖς ἐχθροῖς, μεῖζον δὲ δεινόν, εἰ καὶ αὐτοὶ συλλυποῦνται διὰ μέγεθος τοῦ κακοῦ. ∆ῆλον οὖν ὅτι ἐν τῇ αʹ μὲν ῥαψῳδίᾳ ὑπέθετο φίλους λυπουμένους καὶ ἐχθροὺς χαίροντας, ἐνταῦθα δὲ λυπουμένους καὶ φίλους, τὴν Ἀχαιΐδα δηλαδὴ γῆν, καὶ ἐχθροὺς δέ, τοὺς ἀμφὶ τὸν Πηλέα δηλονότι. (ῃ. 127-131) «ὅς ποτέ με», φησίν, «εἰρόμενος», ὅ ἐστιν ἐρωτῶν, «μέγ' ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ, πάντων Ἀργείων ἐρέων», τουτέστιν 2.422 ἐρευνῶν, «γενεήν τε τόκον τε. τοὺς νῦν εἰ πτώσσοντας ὑφ' Ἕκτορι πάντας ἀκούσει, πολλά κεν θεῷ φίλας ἀνὰ χεῖρας ἀείραι θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω», ὅπερ τοῦ θανεῖν ἐστὶ περίφρασις, οἰκεῖον ὂν ἐπὶ παντὸς λέγεσθαι ἀπευχομένου τὸ ζῆν. Ἰστέον δὲ ὅτι καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ὁμοίως τοῖς ἐνταῦθα ὁ σοφὸς γέρων προοιμιασάμενος τὸ ἐφεξῆς διαφόρως ἐξήνεγκεν, ἐκεῖ μὲν αὐξήσας τὸ Ἑλληνικὸν κακὸν ἐκ τοῦ γηθῆσαι ἂν τὸν Πρίαμον, ὧδε δὲ ἀπὸ τοῦ λυπηθῆναι ἂν τὸν Πηλέα. Ἔτι ἰστέον ὅτι καὶ παρ' Ἡροδότῳ εὕρηται σχῆμα ὅμοιον τῷ Ὁμηρικῷ ἐν τῷ «ἦ κε μέγ' οἰμώξειεν ὁ Πελοπίδης Ἀγαμέμνων, εἰ πύθοιτο Σπαρτιάτας τὴν ἡγεμονίαν ἀφαιρεῖσθαι ὑπὸ Συρακουσίων καὶ Γέλωνος». ∆οκεῖ δὲ ὁ Νέστωρ πεῖραν, ὡς ἐρρέθη, ἐσχηκέναι τοῦ Πηλέως, ὅτε περὶ Ἀχιλλέως εἰς ἐκεῖνον ἐπρέσβευσε. Βαρύνεται δὲ ὁ γέρων οὐ μόνον διὰ τὸ Ἑλληνικὸν αἶσχος, ἀλλ' ὅτι καὶ αὐτὸς ψευσάμενος τῷ Πηλεῖ ἀπελεγχθήσεται, ἐφ' οἷς ἐκείνου ἐρωτῶντος αὐτὸς ἀπεσέμνυνεν, ὡς εἴρηται, τοὺς Ἕλληνας. (ῃ. 127) Ἐν δὲ τοῖς ῥηθεῖσι τὸ μὲν «ἐγήθεεν», [ὥσπερ καὶ τὸ ἐγήθησε καὶ τὸ γηθῆσαι καὶ τὸ γηθήσειν,] περισπωμένου ἐστὶν ἐνεστῶτος τοῦ γηθῶ, οὗ ὁ μέλλων γηθήσω. ∆ωριεῖς δὲ γαθεῖν αὐτό φασι. Τὸ δὲ γήθω οὐ πάνυ σύνηθες. (ῃ. 128) Τὸ δὲ ἐρέων καὶ τὸ αὐτοῦ θέμα πρωτότυπά εἰσι τοῦ ἐρευνῶ καὶ ἐρευνῶν. Παραγωγὴ δὲ αὐτῶν κατὰ τὸ ἱκνῶ καὶ οἰχνῶ. Ὡς γὰρ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, οὕτω ἐρέω ἐρεύω, καὶ πλεονασμῷ τοῦ ˉν ∆ωρικῶς ἐρευνῶ κατὰ χρῆσιν κοινήν. ἄλλως γὰρ κατὰ Ἡρακλείδην βαρύνεσθαι ὤφειλεν, οὐ μόνον διότι Αἰολικόν, φησί, τὸ ἐρεύω, ἀλλὰ καὶ ὅτι πάντα τὰ