Ἰλλυρισὸν ποταμὸν ναυσίπορον ὄντα διέβη. ὁ δὲ πεζὸς στρατὸς ναυσίν, ἃς αὐτοῦ ναυπηγεῖσθαι ἐκέλευε. τοὺς δὲ ἵππους 2.282 ἀφῆκεν ἐς τὸν ποταμὸν διαβῆναι τὰ στρατεύματα. ἐγένετο δὲ ὁ στρατὸς οὗτος τοῦ βασιλέως ἐς πεντεκαίδεκα μυριάδας ἱππέων. ὁ γὰρ δὴ στρατὸς οὗτος πλὴν τῶν νεηλύδων, καὶ ἀζαπίδων, οἳ αὐτῷ παραγίγνονται ἐς τὸν πόλεμον πεζοὶ ὄντες, καὶ ὅσοι ὑπουργῆσαι αὐτῷ τὰ ἐς χρείαν παρείη ἀχρεῖος ὅμιλος, ὁ λοιπὸς τοῦ βασιλέως στρατὸς ἱππεύει, μάλιστα δ' ἀνθρώπων, ὧν ἡμεῖς ἴσμεν. ἄγονται δὲ καὶ ὑποζύγια πολλαπλάσια, ὡς καὶ πρότερόν μοι δεδήλωται. ὡς δὲ τὸν Ἰλλυρισὸν διαβὰς ἐσέβαλεν ἐς τὴν χώραν, πρῶτον μὲν [ἐπὶ] Βοβοβίκην πόλιν ἐπὶ τῇ ἐσβολῇ καταστᾶσαν ἐπολιόρκει. ἡ δὲ πόλις αὕτη ᾤκηται ἐρυμνὴ οὖσα ἐπὶ ὑψηλοῦ ὄρους. τηλεβόλοις δεδιττόμενος τοὺς ἐν τῇ πόλει ὑπτίοις τε καὶ τοῖς ἴσοις, παρεστήσατο τὴν πόλιν. καὶ τὸ μὲν αὐτοῦ κατέλιπε, τὸ δὲ δωρησάμενος Τούρκων τοὺς ἀρίστους, τὸ τρίτον ἀπέπεμψεν ἐς Βυζάντιον. ἀπὸ δὲ Βοβοβίκης αὐτίκα ἐκέλευε Μαχουμούτην, ἐπιλεξάμενον τοὺς τῆς Εὐρώπης ἀρίστους προϊέναι ἐς τὸν χῶρον, ἐς ὃν ἂν πυνθάνοιτο τὸν Ἰλλυριῶν βασιλέα διατρίβειν, πρὶν δὴ τὰ βασίλεια ὑφ' αὑτὸν ποιήσασθαι. οὗτος μὲν οὖν λαβὼν τούτους ἤλαυνε κατὰ κράτος ἀναβῆναι διὰ τοῦ ποταμοῦ. ἐλθὼν δὲ ἐς Γαΐτιαν καὶ πυθόμενος, ὡς βασιλεὺς προΐοι, διαβὰς τὸν ποταμόν, ἐπὶ Κλιτίην πόλιν οὐδὲν ἐπισχὼν δρόμῳ ἀνέβη, ᾗ τὸν ποταμὸν εὗρεν ἐς τρία γενόμενον, καὶ διαβὰς ἀφίκετο ἐπὶ Κλιτίην δευτεραῖος. βασιλεὺς δὲ ἄρας ἐντεῦθεν ἀφίκετο ἐπὶ Γαΐτιαν, τὰ Ἰλλυριῶν βασίλεια. καὶ ὡς 2.283 ἐπέλασεν, αὐτίκα ἥ τε πόλις προσεχώρησε καθ' ὁμολογίαν· ὡς γὰρ Βοβοβίκην ἐπύθοντο ἁλῶναι ὑπὸ βασιλέως, πασῶν δὴ ὀχυρωτάτην, αὐτίκα αἱ λοιπαὶ πόλεις καθίσταντο ἐς φόβον καὶ ὥρμηντο αὐτός τις ἕκαστος φθῆναι, βουλόμενος βασιλεῖ χαρίζεσθαι προσχωρῶν. οἱ μὲν οὖν ἐν Γαϊτίᾳ, ὡς βασιλεὺς ἀγχοῦ ἐπέλασε, τοὺς προεστῶτας ἡ πόλις πέμψασα ὡς βασιλέα παρεδίδου τε σφᾶς, καὶ ἠξίουν πολιτεύεσθαι κατὰ τὰ πάτρια. καὶ συνεχώρει μὲν αὐτοῖς, ἅττα ἠξίουν σφίσι συγχωρηθῆναι ὑπὸ βασιλέως· μετὰ δέ, ὡς τὴν ἀκρόπολιν παραλαβών, φρουρὰν ἔφαινεν ἐν αὐτῇ, παῖδάς τε τῶν ἀρίστων ἐπιλεξάμενος ἑαυτῷ τε καὶ περιεξελόμενος καί τινας τοῖς ἀμφ' αὑτὸν διένειμε. ταύτην μὲν οὖν τὴν πόλιν ὡς αὐτίκα παρέλαβεν, ἐκέλευσε Μαχουμούτην τὸν τῶν θυρῶν ἡγεμόνα, ἀναλαβόντα τὸν τῆς Εὐρώπης στρατόν, ἐλαύνειν ὅτι τάχιστα ἐπὶ τὸν βασιλέα τῶν Ἰλλυριῶν· ἐπυνθάνετο γὰρ ἐν τῇ πόλει, τῆς Γαϊτίας ἀπεχούσῃ ἡμερῶν πέντε ὁδόν, διατρίβειν καραδοκοῦντα, ᾗ ἐκχωρήσει τὰ Ἰλλυριῶν πράγματα. ἡ δὲ πόλις αὕτη, ἐν ᾗ ἔμενε βασιλεύς, καλεῖται Κλιτίη, καὶ ἀδελφοῦ αὐτοῦ παῖδα ἀμφὶ τὰ τρισκαίδεκα ἔτη γεγονότα διατρίβειν ἐπηγγέλλετο Μαχουμούτῃ. λαβὼν μὲν οὖν τὸν τῆς Εὐρώπης στρατὸν δευτεραῖος ἀφικνεῖται ἐπὶ τὸν ποταμὸν Σάνναν τοὔνομα, ναυσίπορον, ᾧ δὴ μάλιστα θαρρῶν Ἰλλυριῶν βασιλεὺς ναυσιπόρῳ τε ὄντι, καὶ μεγάλων νεῶν τε οὐκ ἐνουσῶν τῷ ποταμῷ, οὐκ ἄν ποτε ᾤετο διαβάντας τὸν ποταμὸν ἐλάσαι ἐπ' αὐτόν. ὡς δὲ ἐνταῦθα ἐπέλασεν ὁ στρα 2.284 τὸς ἐς τὸν ποταμόν, ἐνταῦθα ἐπισπεύδων Μαχουμούτης τοὺς τοῦ στρατοπέδου ἀρίστους, ὥστε διαβάντας τὸν ποταμὸν ἔργον μέγα ἐργάσασθαι βασιλεῖ, συλλαβόντας Ἰλλυριῶν βασιλέα, ἔλεγε τοιάδε· "ἄνδρες Τοῦρκοι, νῦν τις ὑμῶν ἕκαστος αὐτῶν φανήτω ἀνὴρ ἀγαθός, ποταμὸν τόνδε πεζῇ διαβάς· οὐ γὰρ μελήσει αὐτῷ τινι πρώτῳ διαβάντι μὴ μέγα τι ἀποίσεσθαι παρὰ βασιλέως." ταῦτα εἰπόντος ἐπειρῶντο διαβαίνειν οἱ τοῦ βασιλέως. ἐνταῦθα δὴ πρῶτος λέγεται Ὀμάρης ὁ Τουραχάνεω παῖς, Θετταλίας ὕπαρχος, σὺν τοῖς ἀμφ' αὑτὸν ἐλαύνοντες εἰσέπεσον ἐς τὸν ποταμόν, καὶ βραχύ τι διανηχόμενοι διέβαινον, καὶ ὁ λοιπὸς ἅμα στρατὸς αὐτίκα διέβαινε. διαβάντες δὲ αὐτίκα ἐπέδραμον χώραν, ὥστε τὸν Ἰλλυριῶν βασιλέα δείσαντα, μὴ ἐς φυγὴν τραπόμενον ἐπεισπεσόντες οἱ ἱπποδρόμοι καταλάβωσι, καὶ ἐπὶ κίνδυνον ἔλθωσιν. εἰ δὲ αὐτῷ μὴ ληφθείη, οἰχόμενος ἀνασώζεται ἐς πόλιν αὐτοῦ τινα, ᾗ ὄνομα Κλιτίη. καταφυγὼν δὲ πολιορκεῖται ὑπὸ Μαχουμούτεω. ἡ δὲ πόλις