171
ἐκερατίζετε, καὶ τὸ ἠσθενηκὸς ἐξεθλίβετε." ∆ιὸ καὶ οἱ ποιμένες αὐτῶν διαβάλλονται παρ' αὐτῷ, Τὰ δὲ λέγει Κύριος, λέγοντι· "Ὦ ποιμένες Ἰσραὴλ,μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε. Καὶ τὰ ἔρια περιβάλλεσθε." Καὶ τὸ παχὺ σφάζετε· καὶ τὰ πρόβατά μου οὐ βόσκετε. Ἐπεὶ τοίνυν ἠτάκτει τὰ πρόβατα, οἱ δὲ ποιμένες ἐλυμαίνοντο αὐτὰ, τοῖς ποιμέσι μετάστασιν ἀπειλεῖ, λέγων· "Καὶ ἀποστρέψω ὑμᾶς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου." Καὶ ἐπιλέγει· "Ἰδοὺ ἐγὼ αὐτὸς ἐκζητήσω τὰ πρόβατά μου." ......................... 2344 .......... προφήτης. Ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Εἴρηται γὰρ ἀλλαχοῦ· "Ἀριθμηταί εἰσιν αὐτῷ σταγόνες ὑετοῦ." κλαʹ. 9Μὴ γὰρ εἴπῃς, Ἰακὼβ, καὶ τί ἐλάλησας, Ἰσραήλ; ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν ἀφεῖλε, καὶ ἀπέστη, καὶ νῦν οὐκ ἔγνως; Εἰ μὴ ἤκουσας, Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξέρευσις τῆς φρονήσεως αὐτοῦ9, κ.τ.λ. Ὁ Σύμμαχος· ∆ιὰ τί λέγεις, Ἰακὼβ, καὶ λαλεῖς, Ἰσραήλ; καὶ οἱ λοιποὶ συμφώνως. Μετὰ δὲ τὴν ἀποδοθεῖσαν θεολογίαν, ἐπιτιμᾷ τοῖς μὴ νομίζουσι τὰς ἑαυτῶν πράξεις ἐφορᾷν τὸν Θεὸν, ἐκ τοῦ προτέρου λαοῦ. Νομίζεις, φησὶ, λανθάνων μὴ ὑποκεῖσθαι κρίσει Θεοῦ, καίτοι ἀρτίως ἤκουες πρὸς Θεὸν εἰρημένον, Ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Πλὴν εἰ καὶ μὴ πρότερον μήτε ἔγνως, μήτε ἤκουσας, μάθε νῦν· ἤγουν, εἰ δὲ φὴς μὴ γινώσκειν, εἰ μὴ ἀκούσειας· τῇ σῇ προσποιήσει συντρέχων ἐρῶ. Ἤγουν, ἐρεῖς ὡς οὐκ ἔγνως. Οὐκοῦν, εἰ μὴ ἤκουσας, ἴσθι ὡς ὁ Θεὸς ὁ αἰώνιος, οὐ μόνον οὐρανὸν, ἀλλὰ καὶ πᾶσαν συνέχει τὴν γῆν. Καὶ πῶς δυνήσῃ τοῦτον λαθεῖν; Ἀντὶ δὲ τοῦ, οὐ κοπιάσει, οὐκ ἐξελύθη, φασὶν οἱ λοιποί. Πρὸς τῷ δὲ μὴ ἀσθενεῖν, μηδέ τι ἔχειν ἀνθρώπινον καὶ ἀκατάληπτον ἔχει τὴν γνῶσιν, δι' ἧς μέχρι καὶ τῶν κατὰ μέρος ἡ τούτου διέρχεται πρόνοια, εὐεκτεῖν μὲν ἔσθ' ὅτε ποιοῦσα τοὺς πένητας, τὴν δὲ τρυφὴν τῶν ἐν πλούτῳ κολάζουσα λύπῃ καὶ φροντίσι βιωτικαῖς. Ἐπιβάλλει δὲ καὶ τοῖς ἐν ἀκμῇ τὴν ἐξ ἀῤῥωστημάτων ἀσθένειαν· ἐκ δὲ τῶν ἐναντίων οἱ Θεὸν ἐν μαρτυρίαις ἢ διωγμοῖς ὑπομείναντες, κατὰ τὴν παροῦσαν ἀσθενοῦντες ζωὴν, τοσαύτης ἀξιοῦνται μεταβολῆς, ὡς ἐλευθέρους προσαναπτῆναι πρὸς οὐρανόν. Ὁ γὰρ ἀετὸς ὑψιπέτης ἐστὶ, καὶ ἀντωπεῖ ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς, γῆράς τε τὸ φυσικὸν ἀποδύεται κατὰ τό· "Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου." "Κατεργάζεται γὰρ ἡ μὲν ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει." ∆ιὸ καὶ τὴν ἰσχὺν ἀλλάξουσι τὸν θνητὸν βίον μεταβαλόντες, καὶ εἰς ἀγγελικὴν μεταστάντες ζωήν. ∆ιὰ γὰρ τῶν ἀετῶν, ταῖς οὐρανίοις αὐτοὺς ἀπεικάζει δυνάμεσιν, ἃς πτερωτοῖς ἀφωμοίωσεν. ∆ιὰ τοῦτο ἄρα καὶ τῶν ἐν ὕδασι καθαρὰ τὰ πτερύγια. Οὕτως ἄρα κἀν τῷ παρόντι βίῳ μερικὴ κρίσις ἐστὶ, καὶ καθολικὴ ἐν τῷ μέλλοντι, κἂν μὴ τοῦτο σὺ νενόμικας, Ἰσραήλ. ∆ιὸ σοὶ μὲν ταῦτα, τοῖς δὲ λοιποῖς ἔθνεσι κατάλληλα προσφωνῶ. ΚΕΦΑΛ. ΜΑʹ. αζʹ. 9Ἐγκαινίζεσθε πρός με, νῆσοι. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν. Ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν. Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλε 2345 σεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύεται; ∆ώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει. Καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν, καὶ διώξεται αὐτοὺσ9, κ.τ.λ. Ἐγκαινίζεσθε πρός με, νῆσοι, ἀνθ' οὗ Σύμμαχος μὲν, ∆ουλεύσατε, φησὶν, ἐπ' ἐμοῦ, νῆσοι, Ἀκύλας δὲ καὶ Θεοδοτίων, Κωφεύσατε πρός με. Σιγᾷν γὰρ αὐταῖς ἐκέλευσεν, ὡς ἂν ἐπήκοοι γένοιντο θείας ὁμιλίας καὶ σωτηρίου κηρύγματος, νήσους λέγων τὰς ἐξ ἐθνῶν Ἐκκλησίας ᾗ ἁλμυρὰ τοῦ βίου περιέχει κακία, καὶ τῶν ἐπανισταμένων τὰ κύματα. Ἀλλ' εἰσὶν ἀσφαλεῖς, ὡς ἐπὶ πέτραν βαίνουσαι, τὸν Χριστόν. ∆ιὸ οὐ σαλεύονται. Ἄνω δὲ τοὺς ὑπομένοντας Κύριον τὴν ἰσχὺν ἀλλάξειν εἰπὼν, ἐνταῦθα λέγει, Ἄρχοντες, ἤγουν ἔθνη, ἀλλαξάτωσαν ἰσχὺν, κατὰ Σύμμαχον (ὅπερ τοῖς ὑπομένουσι Κύριον τοῦτο νήσοις ἐπιτάττων καὶ ἔθνεσιν), ὡς ἂν ἐπὶ τὸ κρεῖττον τὴν ἀπὸ χείρονος ἰσχὺν