172
μεταβάλοιεν. Τινὲς δέ φασιν ὡς ἔσθ' ὅτε νῆσοι καλοῦνται πόλεις καὶ κῶμαι, πλατεῖαν ἔχουσαι κύκλῳ γῆν ἀνήρωτον καὶ κεχερσωμένην, οἵας τὰς Ἰδουμαίων εἶναί φασι, καὶ Μωαβιτῶν, ὡς ἐν ἐρήμῳ κειμένας, αἷς προσφωνεῖ παράδειγμα λαβὼν αὐτὰς τῆς τῶν ἄλλων εἰδωλολατρῶν μανίας, τὴν τῶν ἐθνῶν πρόσληψιν ἐκ μέρους δηλῶν, ἃ βούλεται πρὸς καινότητα μεταβῆναι ζωῆς τὴν παλαιώσασαν αὐτὰ καταλείψαντα πλάνην, ἵνα γένωνται παρθένος ἁγνὴ, μὴ ἔχουσαι σπίλον ἢ ῥυτίδα. Ὧν οἱ ἄρχοντες ἀλλάττουσι τὴν ἰσχὺν, ὡς τῶν ἐν νόμῳ κρείττους γενόμενοι, καὶ καθάπαξ δυνάμει πνευματικῇ διαφέροντες. Τινὲς δέ φασιν ὡς ψυχαῖς παλαιωθείσαις ἐν ἡδοναῖς τὰς ψυχικὰς αὐτῶν ἀναλαβεῖν συμβουλεύει δυνάμεις, ἀπονιψαμένας τὸ τῶν παθῶν ἀλμυρὸν, τοῦτ' ἔστι τὸν παλαιὸν ἄνθρωπον, καὶ τὸν νέον ἐνδυσαμένας, κατὰ τὸ Παύλῳ δοκοῦν. Εἶθ' ἑξῆς φησιν· Ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τὰ ἔθνη καλῶν πρὸς ἑαυτὸν ὁ Θεὸς, καὶ ταῦτα λέγειν τε καὶ φρονεῖν ἐν Ἐκκλησίᾳ διδάσκων, κεκριμένως τε τὸ Χριστοῦ καταγγέλλειν μυστήριον. Τῶν γὰρ ἐξ Ἱερουσαλὴμ κρίσιν ὀνομαζόντων τὸν νόμον, ἀντεξάγων αὐτῷ τὸ σωτηρίον κήρυγμα κρίσιν ἐκάλεσεν. Οὐ γὰρ δικαιοσύνης ἔχει σκιὰν, ἀλλὰ τὴν ἀληθῆ τοῦ Θεοῦ δικαιοκρισίαν, ἣν οἱ νέοι παρὰ Χριστοῦ μαθόντες διδάσκουσιν ἄρχοντες, βούλησιν οὖσαν τοῦ Θεοῦ καὶ Πατέρος. Τινὲς δέ φασιν, ὡς τὸν περὶ κρίσεως λόγον βούλεται τὰ ἔθνη μαθόντα καὶ ἑτέροις ἀπαγγέλλειν, γνῶναί τε τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην. ∆ικαιοσύνης γὰρ ἔργον τὸ μὴ μόνον Ἰουδαίους, ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ἐπιγνῶναι τὸν Κύριον. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τὸν Χριστὸν δικαιοσύνην καλεῖ λέγων· "Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις." Οὕτω δὲ καὶ τὸν εὐαγγελικὸν καλεῖ λόγον, λέγων· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον δύναμίν τε καλέσας Θεοῦ 2348 ἐπάγει· ∆ικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Ὃς καὶ ἐξ ἀνατολῶν αὐτὴν ἤγειρε τοῦ φωτὸς εἰς τὸ ἕπεσθαι αὐτῷ, δοὺς αὐτὴν τῶν ἐθνῶν ἐναντίον, ὡς θορυβηθῆναι τὰ πρῶτα τοὺς αὐτῶν βασιλεῖς διωγμοὺς τοῖς ἔχουσιν αὐτὴν ἐπεγείραντας, ἡττηθῆναι δὲ πρὸς ταύτης ὑπερμαχοῦντος Θεοῦ. Αὐτὸς γὰρ τὰ πολεμικὰ τούτων φρυγάνων δίκην ἠφάνισεν, ὁδὸν ὁμαλίσας, ὡς ἐν εἰρήνῃ διελθεῖν τοὺς πόδας αὐτοῦ, τὴν δικαιοσύνην ἀπὸ γενεῶν καλέσας ἀρχαίων, δι' ἧς ἐπ' ἐσχάτων ῥυσάμενος ἡμᾶς ἀπὸ τῆς φθορᾶς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας, ἐδικαίωσε διὰ πίστεως φωτίσας ἐσκοτισμένους διὰ προφήτου λέγων· "Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα μου ἥλιος δικαιοσύνης." Αὐτὸς οὖν ἐκάλεσεν αὐτὴν ἐμφανισθῆναι τοῖς ἐπὶ γῆς, τοῦτ' ἔστιν ἐλθεῖν παρεσκεύασε, ὡς καὶ πορεύεσθαι κατὰ πόδα τοῦ κεκληκότος. Κατ' ἴχνος γὰρ ἐβάδιζε τοῦ Θεοῦ καὶ Πατέρος, τὰ ἐκείνου ἔργα πληρῶν, ἐν ἰδίᾳ τε τοῦτον φύσει δεικνύς. Ἦν γὰρ ἴσος αὐτῷ. ∆ιό φησιν· "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατέρος μου, μὴ πιστεύετέ μοι," καὶ τὰ ἑξῆς. Τῇ αὐτοῦ δὲ θελήσει ἀκολουθῶν, μᾶλλον δὲ θέλησις ὢν τοῦ Πατέρος, ἔλεγεν Ἰουδαίοις· "Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα." Καί· "Ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με," ὅπερ ἐστὶ κατὰ πόδα χωρεῖν τοῦ Πατέρος, ὅθεν ἔλεγεν· "Ἐγὼ ἐν τῷ Πατέρι, καὶ ὁ Πατὴρ ἐν ἐμοί." Καί· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." ∆ι' ὧν ἁπάντων, τοὺς ἐξ ἀρχῆς καταδυναστευθέντας ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου τῆς τυραννίδος ἀπήλλαξεν· οὓς εἴποις ἂν βασιλέας ἐξεστηκότας ἐπὶ τῇ τοσαύτῃ τοῦ βίου μεταβολῇ, τὴν πτῶσιν ὁρῶντας τὴν ἑαυτῶν, καὶ ὡς φρυγάνοις ἴσοι γεγόνασιν, καὶ πᾶς αὐτῶν κακουργίας ἠσθένησε τρόπος, Χριστοῦ τὰ σκεύη αὐτῶν διαρπάσαντος. "Οὐ γὰρ ὠφελήσει, φησὶν, ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν." Τῶν οὖν ἐχθρῶν δεδιωγμένων, ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ γέγονεν ἐν εἰρήνῃ. Γέγονε γὰρ οὐδὲν ἐμποδὼν οἰκονομοῦντι τὰ καθ' ἡμᾶς. Ἐγὼ τοίνυν, φησὶν, ὁ ἐν ἐσχάτῳ καταδείξας καιρῷ τὴν δικαιοσύνην, κεκληκὼς δὲ αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Τὸ γὰρ Χριστοῦ