173
μυστήριον ἀπὸ κόσμου προέγνω καταβολῆς, καὶ πῶς δέοι τὴν Ἀδὰμ γενέσθαι διόρθωσιν. Καὶ οὐ θαυμαστὸν, ὅπου καὶ τῶν σωζομένων τὴν διὰ πίστεως προέγνωκε κλῆσιν. "Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν." Οὐκοῦν πολλῷ μᾶλλον ὁ σώσων προέγνωστο. Τινὲς δὲ οὕτως εἰρήκασιν· Αὐτὸς γάρ ἐστιν ὁ καὶ Κῦρον ἐνισχύσας, κατὰ πάντων ἐθνῶν, ὃν καὶ δικαιοσύνην ἐνταῦθα καλεῖ, ἐλευθερώσαντα μὲν τὸν Ἰσραὴλ, ἐκ δὲ τῆς περὶ αὐ 2349 τοῦ προῤῥήσεως κατειληφότα τὴν δύναμιν τοῦ Θεοῦ. Καὶ ὡς βουλήσει [Θεοῦ] τὸ κατὰ τῶν ἐθνῶν ἀνεδήσατο κράτος ἴσα φρυγάνοις ἁλόντων, καὶ τὴν πρὸς αὐτὸν ἄγειν ἀναγκασθέντων εἰρήνην. Εἴρηται μὲν οὖν ὁ Κῦρος δικαιοσύνη διὰ ταῦτα, καὶ ὅτι δικαίως αὐτὸν ἐπήγειρε Βαβυλῶνι. Ὁ δὲ καλῶν τοῦδε συμπεράσματος τῆς δικαιοσύνης ἐν τῷ Κύρῳ μὴ ἱσταμένου ἐπὶ τὴν αὐτοδικαιοσύνην Χριστὸν ὁ λόγος ἀνάγεται, ὡς καὶ οἱ πονηροὶ βασιλεῖς ἐν τῇ Γραφῇ ἐπὶ τὸν ἀρχέκακον ἀνάγονται δαίμονα, τῆς ἀκράτου κακίας ἐν ἀνθρώπῳ μὴ χωρουμένης. Περὶ δὲ τῶν μελλόντων, ὡς γεγονότων φησί· Τίς ἐνήργησε καὶ ἐποίησε ταῦτα; δεικνὺς ὡς ἅπερ ὥρισε γενέσθαι Θεὸς, οὕτως ἔσται, ὡς ἤδη γενόμενα· οὐδὲν γὰρ αὐτῶν διαπεσεῖται μὴ πρὸς ἔργον ἀχθέν. Τὸ δὲ πρὸ πάντων εἶναι ἄναρχόν τε καὶ ἀτελεύτητον ὄντα δεικνὺς, Ἐγὼ Θεὸς πρῶτος, φησὶ, καὶ μετὰ ταῦτα. Αὐτὸς γὰρ ὁ καὶ τοῖς ἐξ ἀρχῆς θεοφιλέσι γνωσθεὶς, καὶ ὁμ [ὁ μετὰ τὸν] πρότερον λαὸν τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ πεπιστευμένος. Ὅθεν ἐπήνεγκεν· Ἴδοσαν ἔθνη, καὶ ἐφοβήθησαν. Ἢ ὅτι οὕτω διέθηκα τὸν Ἀσσύριον, ἐπαναστήσας αὐτῷ Κῦρον, ὡς ἀνόνητα γενέσθαι βοηθεῖν ἐκείνῳ βουλόμενα, καὶ τῆς τῶν εἰδώλων ἀσθενείας καταβοᾷν, τοῦ Θεοῦ τὸ κράτος θαυμάζοντα· ἢ ὅτι τῆς προτέρας ἀβλεψίας παυσάμενα, ἔγνωσαν τὸν εἰρηκότα· Ἐγὼ Θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα. Καὶ ἰδόντα ἐφοβήθησαν ἐν ἀρχῇ γενόμενα σοφίας. "Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου." Καὶ μέχρι τῶν περάτων τῆς γῆς, καὶ τῶν βαρβαρωτάτων διῆλθε τὸ κήρυγμα, καὶ τῆς θεογνωσίας ὁ φόβος κατὰ τό· Ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα. Ἀλλ' ἐκεῖ μὲν ἐκελεύοντο ἀπαντᾷν καὶ λαλεῖν, δηλονότι δοξάζειν Θεόν· ἐνταῦθα δὲ, Ἤγγισαν, καὶ ἦλθον ἅμα κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι. Σώζειν γὰρ οἱ θεοφιλεῖς μεθ' ἑαυτῶν καὶ τοὺς πλησίον ἐπείγονται, ἀγάπης αὐτοὺς νόμῳ τῆς ἀπιστίας ἐξέλκοντες, λέγοντες ὡς Καὶ ἡμεῖς ποτε ἦμεν τέκνα ὀργῆς, εἰδωλολατρείᾳ προσκείμενοι, νῦν δὲ τὸν ὄντως ἐγνωκότες Θεὸν διεσώθημεν, τῆς τῶν εἰδώλων ἀσθενείας κατεγνωκότες δεομένων τοῦ πρὸς στάσιν στηρίζοντος, ὅπερ οὐκ ἔχουσιν οἴκοθεν· ἀλλ' οὐδὲ σταθέντα κινεῖσθαι δυνήσεται. Καὶ πῶς ἔτι ταῦτα θεοί; Ταῦτα δὲ ἦν ἅπερ ἔλεγεν ἄνω· Λαλησάτωσαν ἅμα, μετὰ τὸ ἐγγίσαι, μηκέτι διὰ τὴν ἁμαρτίαν ὄντες μακρὰν, οἰκειότητα δὲ λαβόντες πνευματικά. Γευσάμενοι γὰρ συνῆκαν ὅτι Χριστὸς ὁ Κύριος, καὶ τὸ κάλλος τῆς ἀληθείας ἰδόντες, οὐχ ἑαυτοῖς καὶ μόνοις ἐτήρησαν διδάσκοντες ἑτέρους, ὡς ἴσχυσε τέκτων ἀνὴρ καὶ χαλκεύς. Πῶς δὲ ἴσχυσαν; Ὁ 2352 μὲν συνθεὶς καὶ διαγλύψας εἴδωλον τέχνῃ τεκτονικῇ, ὁ δὲ ποιήσας ἀνδριάντα σφυρήλατον, ἀπεκόμισαν τοὺς ἠπατημένους εἰς ἀδόκιμον νοῦν, ποιήσαντες τῶν ἰδίων ἔργων προσκυνητὰς τοὺς κατ' εἰκόνα γεγονότας Θεοῦ, ἐπαινοῦντες τὸ ἔργον, καὶ σύμβλημα καλοῦντες καλὸν, ὡς καλῶς ἐκ τῶν ἰδίων ἡρμοσμένον μερῶν. Τῆς δὲ πάσης ῥήσεως τὰ πρῶτά τινες οὕτως ἑρμήνευσαν· Περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως αὐταρκῶς εἰπὼν, ἐπὶ τοὺς ἐξ Ἰσραὴλ μεταβέβηκεν. Προσκοψάντων γὰρ αὐτῶν τῷ λίθῳ τοῦ προσκόμματος, καὶ τῆς σωτηρίας γεγονότων μακρὰν, μετὰ τῆς κατὰ νόμον σκιᾶς, ἀντεισήχθη μὲν ἡ διὰ πίστεως χάρις. ∆ιεγόγγυζον δὲ λέγοντες· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ· τοῦτ' ἔστιν, οὐκέτι τῇ κατὰ νόμον προσέχει λατρείᾳ. Ἀφεῖλε δέ μου τὴν κρίσιν, καὶ ἀπέστη· τοῦτ' ἔστιν, ἔπαυσε τὸν νόμον. Καὶ ∆αβὶδ γάρ φησι· "Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας," δηλονότι σὺ τὸν διὰ Μωσέως νόμον διώρισας. Καὶ Μωσῆς δέ φησι· "Καὶ ἔδωκεν αὐτῷ δικαιώματα νόμου." Πάλαι σκοπὸς δὲ αὐτῶν ὧν εἶχε σκιῶν, ἐν αἷς