Οὐενετοὶ ἐχαλέπαινον ἐπιφερομένων σφίσι τῶν βασιλέως ὑπάρχων καὶ χαλεπῶν ὄντων τοῖς ὑπηκόοις, ἐνέμενον δ' ὅμως ταῖς σπονδαῖς, καραδοκοῦντες, ᾗ ἀποβήσεται σφίσι τὰ πράγματα. ὡς δὲ τό τε ἐν Πελοποννήσῳ Ἄργος, ἱερέως τῶν ἐν τῇ πόλει παραδόντος προδοσίᾳ, ἔλαβεν ὁ τοῦ βασιλέως ὕπαρχος, Ἀλβάνεω παῖς, τοὔνομα Ἰησοῦς, καὶ ἐπέθετο περιφανῶς ἤδη πολεμεῖν, καὶ Ναύπακτον μὲν ἐπέδραμεν Ὀμάρης ὁ Τουραχάνεω, τὴν δὲ ἐν Πελοποννήσῳ χώραν Οὐενε 2.290 τῶν, τὴν περὶ Μεθώνην, καταλαβόντες οἱ τοῦ βασιλέως οὐκ ἐνεδίδοσαν, ἐνταῦθα οὐκέτι ἀνασχετὸν ἐποιοῦντο ἡσυχίαν ἄγειν, ἀλλ' ἐβουλεύοντο μὲν ἐπ' ἀμφότερα γιγνόμενοι ταῖς γνώμαις. καταστάσης δὲ πολλαχῇ ἐκκλησίας τῶν κλητῶν καλουμένων, Βίκτωρ τῶν Καπέλλων οἰκίας, ἀνὴρ πλούτῳ τε καὶ ἀξιώματι προέχων καὶ ἄγειν δοκῶν τὴν πόλιν κράτιστος, προσπαρακαλέσας καὶ τοὺς προσήκοντας αὐτῷ καὶ συγγενεῖς ἐς τὴν ἑαυτοῦ ψῆφον, παριὼν ἐπὶ τὸ βῆμα ἔλεγε τοιάδε· "ἄνδρες Οὐενετοί, πολλαχῇ μὲν καὶ ἄλλοτε δοκῶν τοὺς ἐνοικοῦντας τὸ ἄστυ τόδε μὴ διαπίπτειν λογιζομένους τὰ δέοντα, βραχεῖ τινι λόγῳ ἐνόμιζον δεῖσθαι ἐς ὑμᾶς. πάντα δὲ τὰ πράγματα οἷα προτρέπεσθαι καὶ μὴ προθυμουμένους ἐπὶ τὸν πόλεμον τοῦτον. ἐπεὶ δὲ καὶ τῶν πρωτεύειν ἀξιούντων παρ' ἡμῖν οὐκ ὀλίγοι παριόντες κελεύουσιν ὑμᾶς μὴ οὕτως ἐπαχθῶς περὶ μεγάλων βουλεύεσθαι πραγμάτων, ἀλλ' ἀνέχεσθαι μᾶλλον, πρεσβείαν πέμποντας ἐς τὸν βάρβαρον περὶ τῶν σπονδῶν, ὡς οὐ δίκαια πράττοι παραβαίνων τοὺς ὅρκους καὶ τὰς σπονδάς, καὶ νουθετεῖν αὐτὸν τὰ δέοντα, ἢν δέῃ, πεισόμενον. ἐὰν δὲ ἀναιρεῖσθαι πόλεμον, ἀναγκαῖον λόγον περὶ τοῦ παρόντος πολέμου ἐπιμνησάμενον ἱκανόν, οὕτως ἰέναι ἐπὶ τὴν ψῆφον. δεῖ δὲ ἕκαστα λογιζομένοις τὰ χαλεπὰ παρατιθέναι ἀλλήλοις αὐτά, καὶ τὰ μετριώτερα φαινομένων τούτων αἱρεῖσθαι ἐπιλεγομένους. πρῶτον δὲ ἀναγκαῖον προθέμενον ψῆφον, γνώμην ταύτην ὡς ἕκαστα ἀποβαίνειν. φασὶ γὰρ οὗτοι, ὅτι, εἰ πολεμήσομεν, αἱ κατὰ τὴν ἤπειρον πόλεις ἡμῶν, ἔστε τὸν Ἰόνιον καὶ ἐς τὴν Πελοπόννησον καὶ τὴν ἄλλην ἤπειρον πόλεις οὐχ ἕξουσιν ὅπως διαρκέσουσιν ἐπὶ χρόνον τινά, ἀλλ' ἐπιλείψει 2.291 τε αὐτὰς τὰ ἐπιτήδεια καὶ ἀπολοῦνται, ἤν τι ἐπίῃ ἐς αὐτὰς χαλεπόν. καὶ τῆς τε ἐμπορίας τῆς αὐτοῦ χώρας στερουμένης ἡμᾶς φασι μεγάλα ἂν βλάπτεσθαι τοῦ λοιποῦ. ἀνέχεσθαι δεῖ οὖν διὰ ταῦτα, καὶ πρεσβείαν πέμπειν διισχυριζομένην ὡς εἰκὸς τὰ τοιαῦτα. ἀλλὰ περὶ μὲν τῆς πρεσβείας πρῶτον ἔρχομαι ἐρῶν, ὡς ἀφικομένων τῶν πρέσβεων ἡμῶν, ἐλλογίμων ὄντων ἅμα καὶ ξυνετῶν, οὔτε ἐπιστροφὴν ἐποιήσατο τῶν πρέσβεων, ἐξαπατήσας τε τῷ λόγῳ τὰ ἐναντία φαίνεται πεποιηκώς. ὥστε οὐκ οἶδα, ὅ τι ἂν ἔχοιεν αὐτῷ λέγειν οἱ πρέσβεις ἐπικαιρότερον, ὧν πρόσθεν ἀφικόμενοι ἐχρημάτιζον, εἰ μὴ ὅτι ἀδυνατοῦντες πόλεμον ἐπιφέρειν πρέσβεσι διαλύεσθαι βούλεσθαι ἡμᾶς τὰ ἐγκλήματα, ἐς τοσοῦτον αὐτῷ προσφέρεσθαι περὶ τῶν ἡμετέρων. ταῦτα δέ, οἶμαι, καλῶς εἶχεν αὐτῷ λέγεσθαι, ἢν μὴ τὸ Ἄργος παραλαβὼν πόλεμον ἡμῖν περιφανῶς ἀπαγγέλλει. ἐπειρᾶτο μέν, μέχρις οὗ ταῦτα ἂν φέροιμεν, καὶ εἰ μὲν ἀνεχόμεθα, ἤδη χωρεῖν αὐτὸν καὶ ἐπὶ τὰ λοιπὰ ἀδεῶς, εἰ δὲ μή, ὑποχωρεῖν ἤδη ἐς ὅσον αὐτῷ ὑφ' ἡμῶν συγχωροῖτο, καὶ ἐν τούτῳ τὴν ἀπόπειραν ποιησόμενος, οὐδὲν μέντοι ἧττον χωρήσων ἐπὶ τὸν πόλεμον. εἰ δὲ μή, λεγέτω μέν μοι, καὶ πρῶτον ἐπὶ Πελοπόννησον ἀφικόμενος τήν τε Εὔβοιαν ἐπέστη ὀψόμενος οἴω, καὶ ἐπὶ τὴν Εὐρίπου πόλιν. καὶ ἐξιὼν αὖθις ἀπὸ Πελοποννήσου, καὶ τὸ δεύτερον ἤδη ἐλαύνων σὺν τοῖς πειρασομένοις τοῦ πόρου, ἀφίκετο ἐς ὄψιν τῆς πόλεως, ὅπως ἂν τὴν προσβολὴν ποιήσαιτο, ἐπιὼν ἐπὶ τὴν πόλιν. καὶ ὁ μὲν ἵππῳ διαβὰς τὸν Εὔριπον συνίδοι, ὅπως βάσιμά τε εἴη αὐτῷ προσβαλόντι καὶ εὐεπιχείρητα. ταῦτα μὲν οὖν μὴ πολέμου 2.292 τεκμήριά ἐστι περιφανῆ, ἀφ' ὧν ἄν τις αὐτὸν ἐπὶ τὸν πόλεμον παρασκευασάμενον ἀπὸ πολλοῦ διισχυρίσαιτο, διαμαχόμενον τοῖς οὕτως ἐπιεικῶς βουλευομένοις; ἀλλ' ἐπεὶ πόλεμος μὲν ἡμῖν κηρύττεται ἐκ πολλοῦ προϊών, τὰ μὲν ὑφ' αὑτῷ ποιούμενος ἀφαιρεῖται ἡμᾶς, τὰ δὲ