174
προετυποῦτο Χριστὸς, ὡς αὐτός φησιν· "Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί." Καὶ προφητῶν δὲ λόγοι τὸ μέλλον Χριστοῦ μυστήριον προκατήγγειλαν, εἰς ὃ καταντᾷν ἤμελλεν ἡ τοῦ νόμου Μωσέως οἰκονομία. Πλὴν, ὡς μὴ ἀκηκοότων ἐρῶ, ὡς Ὁ Θεὸς οὐ πεινάσει. Μὴ δεομένῳ γάρ μοι τὰς κατὰ νόμον προσῆγες λατρείας συμφώνως τῷ· "Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι;" Πῶς γὰρ ἐνδεὴς ἐγὼ τούτων, αἰώνιος ὑπάρχων καὶ ἄφθαρτος; ἢ πάθος ἀνθρώπινον πείσομαι; Ἀλλὰ λογίζῃ, φησὶν, ὡς Εἰ κρείττω τὰ νέα τῶν πάλαι, τί ὅλως ἔδει τῆς πρώτης νομοθεσίας; μὴ τότε δὲ κηρυχθῆναι τὰ νῦν; ἀγνοεῖς γὰρ Θεοῦ σοφίας οἰκονομίαν, ἣν μαθὼν ὁ Παῦλός φησιν, ὅτι Νόμος παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα. Καὶ πάλιν· Συνέκλεισε γὰρ ἡ Γραφὴ τοὺς πάντας ὑφ' ἁμαρτίαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. Ἔλεγχος ἄρα τῆς ἀνθρώπων ἀσθενείας ὁ νόμος, οὐ δικαιῶν, ἀλλὰ κατακρίνων, οὓς ὁ Χριστὸς ἐδικαίωσε χάριτι. Αὐτὸς γὰρ ὁ καὶ πρὸς τῷ μὴ πεινᾷν, τοῖς πεινῶσι τὴν δικαιοσύνην ἰσχὺν διδοὺς τὴν πνευματικὴν, ὁ καὶ τοὺς ἀναισθήτους εἰς συναίσθησιν ἄγων ὀδυνηρὰν, ἐφ' οἷς ἁμαρτηκότες τίσουσι δίκας. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἤγουν λύπην διδοὺς τὴν ἐκ τῆς ἁλώσεως τοῖς εἰποῦσι· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Οἱ καὶ τῆς πνευματικῆς ἐστερημένοι τροφῆς ἀσθενοῦσι, καί τοι πρότερον ἐῤῥωμένοι τυγχάνοντες, ὅτε τὰ ἔθνη τοῖς διαβολικοῖς ἐξ ἀσθενείας ὑποπεπτώκει ποσὶν, καὶ ταῖς ἐντολαῖς ταῖς κατὰ νόμον τρεφόμενοι, τῆς δὲ χάριτος ἐλθούσης τοῖς ἔθνεσιν, αὐτοὶ μετέστησαν εἰς λιμὸν, ὃν ἐπεσπάσαντο ἑαυτοῖς, οὐ λιμὸν ἄρτου, οὐδὲ 2353 δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου· ᾧ μηκέτι τραφέντες ἠσθένησαν, λέγοντι· "Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς," καὶ τὰ ἑξῆς. Οὗ φαγόντα τὰ ἔθνη οὐκέτι πεινᾷ. Φησὶ γὰρ καὶ Σολομῶν· Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. Ὑπέμεινε γὰρ αὐτὰ τὸν Θεὸν τὴν ἐκ πλάνης ἀσθένειαν εἰς ἰσχὺν πνευματικὴν ἀλλαξάμενα, κρείττω τε γεγονότα τῶν σαρκικῶν ἡδονῶν, Χριστοῦ κατισχύοντος, ὡς ἐρεῖν ψάλλοντα· "Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος." ηκʹ. 9Σὺ δὲ, Ἰσραὴλ, παῖς μου Ἰακὼβ, καὶ ὃν ἐξελεξάμην σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ' ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ9, κ.τ.λ. Ἀνωτέρω μὲν τῷ Ἰακὼβ ὁ Θεὸς ἐμέμφετο καὶ τῷ Ἰσραὴλ, λέγουσιν, Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ· νῦν δὲ ἐν ἐπαίνῳ παῖδα καλεῖ τὸν Ἰσραὴλ καὶ τὸν Ἰακὼβ ἐκλελεγμένον, σαφῶς τοῦ λόγου δύο τμήματα τοῦ ἐκ περιτομῆς παριστῶντος λαοῦ, τὸ μὲν ἐκπεσὸν, διὰ τὴν ἀπιστίαν· τὸ δὲ σωθὲν διὰ πίστεως ἀποστόλων τε καὶ τῶν σὺν αὐτοῖς ἐκλογῆς ἠξιωμένων, κατὰ τὸν θεῖον Ἀπόστολον λέγοντα· "Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονε." Καὶ τὸ Εὐαγγέλιον δέ φησι· "Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς." Πολλῶν δὲ ὄντων κλητῶν καὶ ἐκ τοῦ προτέρου λαοῦ, ὀλίγοι ἦσαν οἱ ἐκλεκτοί. Πρὸς οὓς ὁ λόγος τὰς προκειμένας ἐπαγγελίας ποιεῖται, μετὰ τὴν προδηλωθεῖσαν τῶν ἐθνῶν κλῆσιν ἐν τῷ· Τίς ἐξῆρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἣν ἔφη δώσειν ἐναντίον ἐθνῶν; Καὶ πάλιν· Ἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, οἱ λοιποὶ δὲ ἐξέδωκαν· Σὺ δὲ, Ἰσραὴλ, δοῦλέ μου. ∆οῦλον δὲ ποῶτον ὠνόμασεν, εἶτα ἐκλεκτόν. Ὡς ἐν ἀρχαῖς μὲν, φόβῳ δουλείας ὑπὸ τὸν νόμον παιδαγωγηθέντα, εἶτα διὰ προκοπῆς ἐκλεγέντα διὰ τῆς κλήσεως, τάγμα δὲ παρὰ τούτους ἕτερον, τὸ σπέρμα λεγόμενον Ἀβραὰμ, τὸ πλῆθος τῶν Ἰουδαίων δηλοῦν, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· "Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε," ἑτέρους ὅντας παρὰ τὰ τέκνα τοῦ Ἀβραὰμ, περὶ ὧν ἕλεγεν· "Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε." Ἀβραὰμ μὲν οὖν ἀγαπητὸς ἦν τοῦ Θεοῦ. Οὐχ ὁμοίως δὲ τὸ σπέρμα ἠγαπῆσθαί φησι. Πλὴν καὶ τούτους ἐκάλει διὰ τῶν ἐκλεκτῶν, Πορεύεσθε, λέξας, πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ ἐπειδὴ διεσπαρμένοι ἦσαν εἰς πᾶσαν τὴν γῆν, ἐπήνεγκεν· Οὗ ἀντελαβόμην ἀπ' ἄκρου τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς, ἢ τῶν ἀγκώνων κατὰ Σύμμαχον, ἐκάλεσά σε.