καὶ διαβάλλων τοὺς ἐπιστάτας αὑτῷ τὰ πρόσφορα ἐπιτηδεύει, καὶ κατὰ βραχὺ μεγάλα προσποιούμενος ἄφνω ἀπαρασκεύοις εἰ δύναιτο ἐπεισπεσεῖν, παραλαβών, ἅττ' ἂν αὐτῷ δύναμιν ἀξιόχρεω περιποιήσαιτο. φημὶ οὖν, εἰ μὴ πόλεμον ἔσεσθαι ἡμῖν πρὸς τοῦ βασιλέως ὑπισχνοῦνται, τοῦτον μὴ ἀναιρεῖσθαι φάσκοντες τὸν πόλεμον, καὶ μηδὲ παραιρούμενον τῆς ἡμετέρας ἀρχῆς, ἅττ' ἂν δοκοίη ῥᾴδια προσχωρῆσαι αὐτῷ, πόλεμον μὲν μὴ ποιεῖσθαι, ἡσυχίαν δὲ ἄγειν, μηδ' ὁτιοῦν αὐτῷ τῶν δεόντων προϊσχομένους, εἰ δὲ πάντες τοῦτον ξυνομολογοῦσι δήπου ἡμῖν, ὡς πολεμημένων ἕκαστα πάντων πρόσθεν ἀποπειρώμενος οὐ παύεται, πότερα τούτων αἱρετώτερα ἡμῖν, ἡσυχίαν μὲν ἡμᾶς ἄγοντας ἀφαιρεῖσθαι τὴν χώραν, καὶ ὡς πολεμήσοντας αὐτῷ, ἢ πόλεμον ἐμφανῆ αὐτίκα καθισταμένους ἐνδείκνυσθαι αὐτῷ τῆς ἡμετέρας δυνάμεως, ὅσα ἐχώρει; ἐν γὰρ τῷ πολέμῳ καὶ φυλάττεσθαι αὐτὸν ἔξεστιν, ἐκ τοῦ φανεροῦ παρασκευαζομένους, καὶ ἐπιτηροῦντας αὐτόν, ᾗ στρατεύσεται. ἢ πειρώμενον ἐκ τοῦ ἀφανοῦς ἀφαιρεῖσθαι τὴν χώραν ἡμῶν, μὴ προσφέρεσθαι ὡς πολεμίῳ, δυοῖν ἐν τούτῳ προέχοντι; ἢν μὲν ἀποβαίνῃ αὐτῷ κατὰ γνώμην ἐπιχειροῦντι, πιστεύουσί τε αὐτοῖς ὡς φίλοις, φέρε 2.293 σθαι τοῦτό οἱ κέρδος· ἢν δὲ μηδέν τι καλὸν ἀπὸ τούτου ξυμβαίνει αὐτῷ ..... εἰ μὲν οὖν ταῦτα ἀμείνω, αἱρεῖσθαι ἂν πρὸ τῶν ἄλλων δέοι ταῦτα. εἰ δὲ μὴ ἀμείνω, ἔχοντας ἡσυχίαν ἀνέχεσθαι, ἐκεῖνα ἔστω ἡμῖν αἱρετώτερα. τὴν μέλλησίν φημι ἔγωγε μέγα μὲν βλάψαι καὶ πολλοὺς τῶν κατὰ τὴν οἰκουμένην, καὶ ἡμῖν ἐν τῷ παρόντι μεγάλην ἐπενέγκαι βλάβην, προϊεμένοις τὴν ἀρχήν, ὅτε ἐπολιορκεῖτο Κωνσταντινούπολις, Ἕλληνάς τε καὶ Ἑλλήνων βασιλέα, ἀφ' ὧν τά τε ἐμπόρια ἡμῖν μεγάλα ἐπῄει αὐξανόμενα. μετὰ δὲ διαπρεσβευομένων τῶν Πελοποννήσου ἡγεμόνων, ὥστε τιμωρεῖν σφίσι πολεμουμένοις, περιείδομεν τήν τε Πελοπόννησον ὑπὸ τῷ βασιλεῖ τῷδε ἀνάστατον γενομένην. καὶ ἄρτι δὲ τοῦ Ἰλλυριῶν βασιλέως κελεύοντος ἀμύνειν αὐτῷ καὶ χάριν κατατίθεσθαι οὐ μικρὰν τῆς βοηθείας ἕνεκα, περιείδομεν καὶ αὐτὸν διαφθαρέντα ὑπὸ Τούρκων. τούτων ἕκαστα ὑφ' ἡμῶν προϊεμένων αἰσχύνην φέρει καὶ ὄνειδος ἐς τοὺς ἄλλους τοὺς κατὰ τὴν Εὐρώπην, ὡς τῶν ἐμπορίων ἕνεκα καὶ αἰσχροῦ κέρδους προϊέμεθα γένη ὁμότροπα ὑπὸ τοῦ βασιλέως τοῦδε φθειρόμενα. ξυνελόντα δὲ ὡς ἔνεστι φάναι, εἰ μὲν τοῖς Παίοσιν αὐτίκα συνθέμενοι ἅμα πόλεμον ἀνελώμεθα, ἔσται ἡμῖν καρποῦσθαι τοῖς ἡμετέροις· εἰ δὲ ἀνεχόμενοι ἡσυχίαν ἄγωμεν, ἐν βραχεῖ ὄψεσθε ἀπαρασκεύοις ἐπιθέμενον ἀφαιρησόμενον τὴν χώραν, ὅση αὐτῷ ὅμορος οὖσα τυγχάνει. δοκεῖ οὖν ἐμοὶ πρέσβεις τε ἐπὶ Παίονας πέμπειν καὶ χρήματα, καὶ αὐτοὺς πληροῦν 2.294 τας νῆας ἐπὶ ταῖς οὔσαις ἡμῖν ἄλλας, ὅσας ἂν δυναίμεθα. συμπαραλαμβάνειν δὲ καὶ τὸν μέγαν ἀρχιερέα ἐπὶ τὸν πόλεμον τόνδε, ἡγεμόνα τε τοῦ παντὸς ποιουμένους· τὴν δὲ Πελοπόννησον ἀποστῆσαι πειρᾶσθαι. εἰ γὰρ τῶν ἡγεμόνων τῷ ἑτέρῳ ἀφεστηκότι ἀπὸ τοῦ βασιλέως καὶ μετρίως ἔχοντι βίου συνείποντο ἐς τὴν ἀπόστασιν ἐλθόντες οἱ Πελοποννήσιοι, οἱ μὲν ἐκλιπόντες τὴν πόλιν, οἱ δὲ ἐς πᾶν τοῦ κακοῦ ἀφικόμενοι, πολλῷ ἂν μᾶλλον ἕποιντο δύναμίν τε ἀξιόχρεω διὰ θαλάττης ὁρῶντες, καὶ κατ' ἤπειρον κομίζειν τῶν ἱππέων ὁπλίτας τῶν Ἰταλικῶν ἐς δισχιλίους· πέμπεσθαι δὲ ἐς Πελοπόννησον καὶ τοὺς ἐν τοῖς ἐγκλήμασι Κρῆτας ἐπὶ διαλύσει τῶν ἐγκλημάτων. ταῦτα δὲ ἐπάγοντας ἡμᾶς ὁρῶντες ἕψονται τε αὐτίκα, καὶ μεταστάντες ἐφ' ἡμᾶς παρέξουσιν ὑποχείριον τὴν Πελοπόννησον, ἀφ' ἧς ἔσται ἡμῖν ταμιεύεσθαι τῇ ἐκείνου χώρᾳ καὶ εἴσοδον ἱκανὴν ἀποφέρεσθαι. ταῦτα δὴ συνθεμένους τοῖς Παίοσιν, ἐκείνους μὲν ἀπὸ τοῦ Ἴστρου, ἡμᾶς δὲ ἀπὸ τῆς Πελοποννήσου ὡρμημένους ἐπιχειρεῖν τῇ ἐκείνου ἀρχῇ, καὶ μὴ καθεζομένους περιορᾶν τὴν χώραν ἡμῶν δῃουμένην καὶ ἐς ἀνδραποδισμὸν τοὺς ὑπηκόους ἡμῶν ἀγομένους, ἀναγκασθῆναί ποτε ἑλέσθαι σφίσιν αἵρεσίν τινα ἄλλην, τρεπομένους ἐς τὸν πόλεμον." Ταῦτα εἰπόντος τοῦ Βίκτωρος συνέπαινοί τε ἐγένοντο καὶ οἱ πλείους ἐν αὐτῷ. ἰσοπαλεῖς δὲ αἱ ψῆφοι οὖσαι, ὅμως ἐπεκράτησαν αἱ τὸν πόλεμον