175
Αὐτοὺς γὰρ πρώτους ἐκάλεσεν, ὡς ὁ Παῦλος αὐτοῖς ἔφασκεν· "Ὑμῖν ἔδει πρώτοις τὸν λόγον κηρυχθῆναι. Ἐπεὶ δὲ ἀποστρέφεσθε, πορευόμεθα ἐς τὰ ἔθνη." Τῶν οὖν ἐξ αὐτῶν πεπιστευκότων ἀντειλῆφθαί φησιν. 2356 Τινὲς δὲ λέγουσιν, ὡς μυσταγωγήσας τοὺς ἐξ ἐθνῶν, παραθαῤῥύνει τοὺς ἀποστόλους, δι' ὧν ἤμελλε τὸν τῆς κατηχήσεως ποιεῖσθαι λόγον· καὶ τῆς τῶν πατέρων αὐτοὺς ὑπέμνησεν ἀρετῆς, ἐξ ἧπερ ἠγαπῶντο παρὰ Θεοῦ. Ἀγαπητοὺς δὲ καὶ ἐκλελεγμένους τοὺς πατέρας καλῶν, ὡς ἐκ ῥίζης ὄντας τοὺς ἐξ αὐτῶν εὐγενοῦς ζηλῶσαι τοὺς πατέρας παρακαλεῖ, καὶ τὴν ἐκείνων εὐσέβειαν· λέγων, ὡς τοῦ Ἀβραὰμ ἀντελάβετο, καλέσας τοῦτον ἐξ ἄκρου τῆς γῆς, εἰπών· "Ἔξελθε ἀπὸ τῆς γῆς σου, καὶ ἀπὸ τῆς συγγενείας σου." Σκοπιῶν δέ φησιν, ἐπειδήπερ ὀρεινὴν εἶναι τὴν Χαλδαίαν ἱστόρηται, δι' ὧν ἐν ἄκρῳ τῆς εἰδωλολατρείας εἶναι τὸν Ἀβραὰμ ἐσημαίνετο. Εἶτά φησιν ὡς περὶ παντὸς Ἰσραὴλ, ὅτι Εἶπά σοι· Παῖς μου εἶ. Πρωτότοκος γὰρ ὠνόμασται. Γεγονότα τε τοῦτον ἀπόλεκτον οὐκ ἐγκατέλιπεν ὁ Θεός. Πρὸς ὅν φησι· Μὴ φοβοῦ, μηδὲ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε. ∆ιδάξας αὐτὸν διὰ τοῦ νόμου, ὅτι καὶ Θεὸς εἷς ἐστι, καὶ Κύριος εἷς, καὶ αὐτῷ χρὴ μόνῳ λατρεύειν, διὰ τῆς ἰδίας δεξιᾶς τοῦ Μονογενοῦς κληρονόμον ποιήσας ἐθνῶν ἡττημένων. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, τοῦ σπέρματος Ἀβραὰμ μνημονεύσας, ἐπὶ τὴν τοῦ ἀποστολικοῦ χοροῦ πάλιν ἀνέδραμεν ἐκλογὴν, παῖς μου λέγων, κατὰ δὲ τοὺς λοιποὺς, δοῦλε, ἐφ' ᾧ καὶ Παῦλος μέγα φρονῶν, δοῦλον ἑαυτὸν, ὡς ἀπό τινος ἐκάλεσεν ἀξιώματος. Καὶ προϊὼν γὰρ ὁ προφήτης ἐρεῖ· "Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου." Κἀνταῦθα δὲ πάλιν τῆς ἐκλογῆς τὴν δουλείαν προέταξεν. Παραθαῤῥύνων δὲ τὴν ἐκλογὴν πρὸς τὸ πᾶσι τὸ Εὐαγγέλιον κηρύξαι τοῖς ἔθνεσιν· Μὴ φοβοῦ, φησί· μετὰ σοῦ γάρ εἰμι. Κατὰ τό· "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Ἀλλὰ μηδὲ πλανῶ, φησὶν, νομίσας ἰδίᾳ δυνάμει πρὸς τοσοῦτον ἐξαρκέσαι τὸ κήρυγμα. Τί γὰρ ἂν ἔπραξας, μὴ παρόντος ἐμοῦ, καὶ πρὸς ταλαιπωρίας καρτερίαν ἐμβάλλοντος; ἐγώ σε γὰρ ἐφρούρουν, πρὸς τὸ μηδὲν ἐμποδῶν σοι γενέσθαι κηρύττοντι. Τῶν οὖν ἀνθισταμένων μηδένα πεποίησο λόγον. Ἔσονται γὰρ εἰς οὐδὲν, οἱ πρὸς ὀλίγον ἐν τῷ διώκειν εἶναί τι δόξαντες, ὧν τὸ τέλος ἀπώλεια. Κατὰ τό· "Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν." "Οἱ γὰρ φρονοῦντες, φησὶ, τὰ ὑψηλὰ, δεινὴν καὶ ἀδόκητον ὑπομένουσι συντριβήν." Καὶ πάλιν· "Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν" Τὸ δὲ, Ἐγὼ ἐβοήθησά σοι, μὴ φοβοῦ, σκώληξ Ἰακὼβ, οὐ κεῖται παρὰ τοῖς Ἑβδομήκοντα. Σκώληκα δὲ προσηγόρευσεν ὃν προλαβὼν ἐκάλεσεν ἐκλεκτὸν, διὰ τὸ σκώληκος δίκην τῶν ἀπίστων τὰς πόλεις ὑποδυόμενον τὴν δεισιδαίμονα πλάνην ἐξ αὐτοῦ βάθους τῆς τῶν ἀνθρώπων ἐξαφανίζειν ψυχῆς, καὶ ὅτι περ εὐτελὲς καὶ ἰδιωτικὸν τῶν ἀποστόλων ὑπάρχει τὸ κήρυγμα. Οὕτω γ' οὖν καὶ αὐτὸς ἐν ψαλμῷ φησιν ὁ Σωτήρ· "Ἐγὼ δέ 2357 εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος." Ὀλιγοστὸν δὲ καλεῖ τὸν Ἰσραὴλ διὰ τὸ τῶν μαθητῶν εὐαρίθμητον. "∆ώδεκα γὰρ ἦσαν, οἱ δὲ μετ' αὐτοὺς, ἑβδομήκοντα." Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, ἀριθμὸς Ἰσραήλ. Ὁ δὲ Ἀκύλας, τεθνεῶτες Ἰσραήλ. Ὁ δε Θεοδοτίων, νεκροί· τῷ ἀποστολικῷ συμφώνως· "Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός." Καί· "Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν." Ἀλλὰ καίπερ σκώληξ ὢν, νεκρός τε καὶ ὀλιγοστὸς, μὴ φοβοῦ, διὰ τὴν ἐξ ἐμοῦ συμμαχίαν, δι' ἧς ἀλοήσεις τῶν ἀπίστων ἐθνῶν τὴν ἀσέβειαν, ὄρη καὶ βουνοὺς λέγων τὰς ἀντικειμένας δυνάμεις, ὡς ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, τῶν ὑποβεβηκότων πνευμάτων λεγομένων βουνῶν· ὧν ἀπολομένων εὐφρανθήσῃ σὺ ἐν Κυρίῳ. ∆έδωκε γὰρ ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὀφέων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἴποις δ' ἂν ὄρη καὶ βουνοὺς καὶ τοὺς ἐν δυναστείαις κοσμικαῖς τοῖς ἀποστόλοις ἐπαναστάντας. Ἀλλὰ καὶ τούτων καθῃρημένων, σὺ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραὴλ, ἐντρυφῶν ὅτ' ἂν ἴδῃς πολλοὺς γεγονότας ἁγίους, καὶ ἐν υἱοῖς Ἰσραὴλ τεταγμένους. "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ,