176
ταὐτὸν εἰς πλευρὰ τῷ βασιλείῳ συνεζευγμένους καὶ ταῖς ἐπὶ τὸν μέσον οἶκον εἰσβολαῖς ἡνωμένους· ἃ καὶ αὐτὰ τοῖς ἔτι καθάρσεως καὶ περιρραντηρίων τῶν διὰ ὕδατος καὶ ἁγίου πνεύματος ἐγχρῄζουσιν ὁ εἰρηνικώτατος ἡμῶν Σολομὼν ὁ τὸν νεὼν τοῦ θεοῦ δειμάμενος ἀπειργάζετο, ὡς μηκέτι λόγον, ἀλλ' ἔργον γεγονέναι τὴν ἄνω λεχθεῖσαν προφητείαν· 10.4.46 γέγονεν γὰρ καὶ νῦν ὡς ἀληθῶς ἐστιν ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. ἔδει γὰρ καὶ ἀκόλουθον ἦν τοῦ ποιμένος αὐτῆς καὶ δεσπότου ἅπαξ τὸν ὑπὲρ αὐτῆς θάνατον καταδεξαμένου καὶ μετὰ τὸ πάθος, ὃ χάριν αὐτῆς ῥυπῶν ἐνεδύσατο σῶμα, ἐπὶ τὸ λαμπρὸν καὶ ἔνδοξον μεταβεβληκότος αὐτήν τε σάρκα τὴν λυθεῖσαν ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἀγαγόντος, καὶ τήνδε ὁμοίως τῶν τοῦ σωτῆρος οἰκονομιῶν ἐπαύρασθαι, ὅτι δὴ καὶ τούτων πολὺ κρείττονα λαβοῦσα παρ' αὐτοῦ τὴν ἐπαγγελίαν, τὴν πολὺ μείζονα δόξαν τῆς παλιγγενεσίας ἐν ἀφθάρτου σώματος ἀναστάσει μετὰ φωτὸς ἀγγέλων χορείας ἐν τοῖς οὐρανῶν ἐπέκεινα τοῦ θεοῦ βασιλείοις σὺν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ πανευεργέτῃ καὶ σωτῆρι διαρκῶς ἐπὶ τοὺς ἑξῆς αἰῶνας ἀπολαβεῖν ποθεῖ. 10.4.47 ἀλλὰ γὰρ τέως ἐπὶ τοῦ παρόντος τούτοις ἡ πάλαι χήρα καὶ ἔρημος θεοῦ χάριτι περιβληθεῖσα τοῖς ἄνθεσιν γέγονεν ἀληθῶς ὡς κρίνον, ᾗ φησιν ἡ προφητεία, καὶ τὴν νυμφικὴν ἀναλαβοῦσα στολὴν τόν τε τῆς εὐπρεπείας περιθεμένη στέφανον οἷα χορεύειν διὰ Ἡσαΐου παιδεύεται τὰ χαριστήρια τῷ βασιλεῖ θεῷ φωναῖς εὐφήμοις γεραίρουσα, 10.4.48 αὐτῆς λεγούσης ἐπακούωμεν ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης· περιέθηκέν μοι ὡς νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέν με κόσμῳ· καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατελεῖ, οὕτως κύριος κύριος ἀνέτειλεν δικαιοσύνην καὶ ἀγαλλίαμα ἐνώπιον πάντων τῶν ἐθνῶν. τούτοις μὲν οὖν αὕτη χορεύει· 10.4.49 οἵοις δὲ καὶ ὁ νυμφίος, λόγος ὁ οὐράνιος, αὐτὸς Ἰησοῦς Χριστὸς αὐτὴν ἀμείβεται, ἄκουε λέγοντος κυρίου μὴ φοβοῦ ὅτι κατῃσχύνθης μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ' ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην. εἶπεν ὁ θεός σου· χρόνον μικρὸν ἐγκατέλιπόν σε, καὶ ἐν ἐλέῳ μεγάλῳ ἐλεήσω σε· ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε εἶπεν ὁ ῥυσάμενός σε κύριος. 10.4.50 ἐξεγείρου, ἐξεγείρου, ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, ἐξέπιες καὶ ἐξεκένωσας. καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου. ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσεις ἔτι πιεῖν αὐτό· καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε. 10.4.51 ἐξεγείρου, ἐξεγείρου, ἔνδυσαι τὴν ἰσχύν, ἔνδυσαι τὴν δόξαν σου· ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι. κάθισον, ἔκλυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἰδοὺ συνήχθησαν καὶ ἦλθον πρός σε· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης· ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ καταπεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων σε, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. 10.4.52 ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω, καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; 10.4.53 ταῦτα Ἡσαΐας προεθέσπισεν, ταῦτα πρόπαλαι περὶ ἡμῶν ἐν ἱεραῖς βίβλοις καταβέβλητο, χρῆν δέ που τούτων τὴν ἀψεύδειαν ἤδη ποτὲ ἔργοις παραλαβεῖν. 10.4.54 ἀλλὰ γὰρ