176
οὗτοι Ἰσραήλ." Τοιοῦτον παρὰ τῷ Ἀποστόλῳ τὸ, "Χαρὰ καὶ στέφανός μου." Ταῦτα περὶ τῶν ἀποστόλων ὁ προφητικὸς λόγος εἰπὼν, ἐξ ἑτέρας ἀρχῆς περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς λέγει· Ἀγαλλιάσονται οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς. Ὠβέλισται δὲ τὸ ἀγαλλιάσονται· παρὰ γὰρ τοῖς λοιποῖς εἴρηται· Οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς ζητήσουσιν ὕδωρ, καὶ οὐκ ἔσται. Ἀλλὰ ταῦτα πάλαι πεπόνθασι. Νῦν δὲ, Οὐκ ἐγκαταλείψω αὐτοὺς, ἀλλ' ἀνάξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ τὰ ἑξῆς. Αἱ γὰρ πάλαι ψυχαὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐνδεεῖς, ὡς τὴν γλῶσσαν αὐτῶν, καὶ τὸν λόγον ἐξηράνθαι τὸν δι' αὐτῆς προφερόμενον, ῥανίδα πόματος οὐκ ἔχοντα ζωτικοῦ, αὗται παρ' ἐλπίδας σωτήρια πίνουσι διὰ τῆς χάριτος νάματα, κατὰ τὸ προῤῥηθέν· "Καὶ πίονται ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου." Καὶ μὴν, καὶ ἀπὸ πηγῶν Ἰσραὴλ, κατὰ τὸ ἐν Ψαλμοῖς· "Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ." Τοῦτο δέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ πηγάζον ἐν ἐκκλησίαις ὕδατα ζωτικὰ, ἐκ τῆς Γραφῆς τῆς τε Παλαιᾶς, καὶ Καινῆς· ἕνθα καὶ ποταμοὶ ἅνδρες ἅγιοι τὴν πρὶν ἔρημον κατακλύζουσιν ἀπὸ τοῦ μεγάλου ῥέοντες ποταμοῦ, οὗ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, δι' ὃν εἴρηται· "Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων." Ἔστι γὰρ ἰδεῖν τὴν ἄνυδρον πάλαι τὴν Ἐκκλησίαν, τὴν ἔρημον Θεοῦ καὶ παντὸς ἀγαθοῦ, νῦν ἐκ τοσούτων ὑδάτων ψυχὰς ἔχουσαν εὐθαλεῖς καὶ ὑπερυψουμένας τῆς γῆς, κατὰ τὰ φυτὰ τὰ ἐν ὑδάτων 2360 μόνον πλήθει συνεστηκότα. Τούτων γὰρ μέμνηται. Περὶ τούτου καὶ ὁ Σωτὴρ τοῦ ὕδατος ἔλεγεν· "Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ἐμοῦ ὕδατος," καὶ τὰ ἑξῆς. Καὶ πάλιν· "Ὁ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, ὅπερ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτὸν, τὸ εὐθαλές τε καὶ ὑψηλὸν, ἄσηπτόν τε καὶ εὐῶδες τοῖς πεπιστευκόσι χαριζομένου. Ἐλαία μὲν οὖν, καὶ φοῖνιξ, καὶ ἄμπελος ἐν τῇ Γραφῇ τοὺς καρποὺς τῆς Ἐκκλησίας σημαίνουσι. Τὰ δὲ νῦν λεχθέντα, τὸ εὐθαλὲς, καὶ διῃρημένον, νεαρόν τε καὶ ἀκμαῖον τῶν ἐν αὐτῇ προσκοπτόντων, ὅπερ ἐν ἐρήμῳ γενέσθαι παράδοξον. ∆ιό φησι, Χεὶρ Κυρίου ἐποίησε ταῦτα, ὥστε τοὺς ἐπὶ γῆς ἐῤῥιζωμένους, ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ πρὸς ὕψος ἀνατρέχειν οὐράνιον, τῆς βασιλείας τῶν οὐρανῶν τὰς ἑαυτῶν ἀναρτῶντας ἐλπίδας. Οὕτω θαυμαστὴν ὁ Θεὸς ἐν ἔθνεσιν ἐποίει μεταβολήν. Ὑδραγωγοὺς δὲ τοὺς τῆς Ἐκκλησίας διδασκάλους ἐκάλεσεν, οἳ καθάπερ ἐκ πηγῶν τε καὶ ποταμῶν, τὸν τῆς θεοπνεύστου Γραφῆς εἰς νοῦν εἰσοικησάμενοι λόγον, καὶ εἰς ἑτέρους αὐτὸν παραπέμπουσιν, ὡς ἂν ἔχοιεν διὰ μὲν πολιτείας, τὸ εὔοσμον· διὰ δὲ τῆς ἀποχῆς τῶν κοσμικῶν ἡδονῶν, τὸ μὴ φθείρεσθαι· διὰ δὲ τῆς εὐσταθοῦς καὶ βεβαίας ἐν ἅπασιν ἕξεως, τὸ ἐῤῥιζῶσθαι, καὶ φέρειν τῶν πνευμάτων τὰς προσβολάς. Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος. Καὶ δεῖ τοῦτον αἴτιον ἡγεῖσθαι, καὶ μὴ ταῦτα νομίζειν αὐτόματα. Τινὲς δὲ περὶ τῆς πάσης ἔφασαν ῥήσεως, ὡς ὑπομιμνήσκει Θεὸς τὸν κατὰ προκοπὴν Ἰσραὴλ οἵαν ἀεὶ πρὸς αὐτὸν τὴν σχέσιν ἐκτήσατο, τοῦτον ἀνάψας τῷ παντὶ κόσμῳ καθάπερ δᾷδα θεογνωσίας· Ἀβραὰμ μὲν καλέσας ἀπ' ἄκρου τῆς γῆς, ἐξ Αἰγύπτου δὲ τούτους ἑτέρου ἐξελόμενος ἄκρου καὶ ἐν πᾶσι λογισάμενος. Τοσούτων οὖν γεγονὼς ἐν πείρᾳ θαυμάτων, θάῤῥει· κἂν πολλά σε ἔθνη περικυκλοῖ, μὴ πλανῶ. Ἐγὼ γὰρ ὁ τοὺς σοὺς ἐχθροὺς μετελθὼν, κἂν ἕτεροι φανεῖεν, εἰς οὐδὲν λογισθήσονται. Ἀλλ' ἴσως δειλιᾶς, τὴν σὴν ὀλιγότητα βλέπων καὶ τῶν κυκλούντων τὸ πλῆθος. Ἀλλὰ τὴν ἐμὴν σκόπει βοήθειαν, δι' ἧς κατακόψετε τοὺς καθ' ὑμῶν ἐπαρθέντας, ὡς ὄρεσι καὶ βουνοῖς ἀπεικάζεσθαι. Ὅπερ ἐπὶ τῶν ρπεʹ χιλιάδων τῶν Ἀσσυρίων ἐγένετο, μηδὲ πολεμήσαντος Ἰσραήλ. Τὰ δὲ τοὺς ἐχθροὺς αὐτῶν καταληψόμενα πάθη δηλοῖ τό· Ζητήσουσιν ὕδωρ, καὶ οὐχ εὑρήσουσι. Τὰ δὲ περὶ τῶν ποταμῶν καὶ ἐπὶ τῆς ἱστορίας γεγονέναι φασὶν, ὡς καὶ πέτρας ἀκροτόμους ἐκραγῆναι πρὸς ὕδατα· καὶ αὖθις ποταμοὺς ἐκλιπεῖν, ὡς τὸν Ἰορδάνην τοῦ λαοῦ διαβαίνοντος. Ὃ καὶ ἡ θάλασσα παθοῦσα, πρὸς ἀναίρεσιν αὖθις τῶν Αἰγυπτίων ἐχέετο· οἳ καὶ ἐξεβράσσοντο, οὐκ εἰς