τῷ πολέμῳ ἀπέθανον, οἱ δὲ καὶ ἑάλωσαν ὑπὸ Τούρκων. ταῦτα μέντοι ὑμῖν ἐν τῷ παρόντι ἐπιμεμφόμεθα. τιμωρεῖν δὲ ὑποδεχόμεθα αὐτίκα μάλα διαβάντες τὸν Ἴστρον, ἐς ὅσον ἐγχωρεῖ ἐν τῷ τοιῷδε βλάψαι τὴν χώραν τοῦ βαρβάρου. ἦρος δ' ἐπιγενομένου στρατευσόμεθα ἐπὶ τὴν ἐκείνου, πειρασόμενοι, ὡς ἂν διδῷ ὁ θεός. χρεὼν δὲ καὶ ὑμᾶς ἅμα ἐσβάλλοντας ἐς τὴν Πελοπόννησον βλάπτειν πειρᾶσθαι, ὅσα ἂν δύνασθε, ὡς ἂν ἐπ' ἀμφοτέρων τῶν χωρίων παρέχοιμεν αὐτῷ πράγματα ἐργαζόμενοι, ἐς ἐγγυτάτω 2.298 ἴοιμεν τῆς γνώμης, ὁμοῦ δὲ ἐγχειρῆσαι περὶ τὸν πόλεμον." ταῦτα εἰπὼν καὶ παρασκευασάμενος τὰ χρήματα ἐδέξατο ἐς δισμυρίους καὶ πεντακισχιλίους χρυσίνους. Οὗτος μὲν οὖν οὕτω παρεσκευάσατο ἐς τὸν πόλεμον, συναγείρας δὲ στράτευμα ἐς δισμυρίους καὶ πεντακισχιλίους, τὸν Ἴστρον τε διαβάς, ἐδῄου τὴν βασιλέως χώραν. καὶ ἐπιτειχισμὸν τῇ Μπελογράδῃ ὁ Σαβατίνης ἐτείχισεν, ὅτε τὴν Παιονίαν ἐληΐζετο, καὶ φρουρὰν ἐγκαταλιπὼν ἐν αὐτῇ, ἄνδρας τῶν βασιλέως θυρῶν, ἀπήλαυνε. τοῦτο μὲν δὴ τὸ ἐπιτείχισμα [ὂν] μάλιστα τῇ πόλει ἐπελάσας ἐπολιόρκησε· μετὰ δὲ ἐπιδραμὼν τὴν βασιλέως χώραν ἔς τε ἐπὶ Σάββαν, καὶ ἀνδραποδισάμενος τὴν χώραν, Τριβαλλούς τε ἅμα καὶ Τούρκους, ἀπήλαυνε τὰ ἔμπαλιν γενόμενος ἐπ' οἴκου. λέγεται δὲ ἀπενέγκασθαι ἀνδράποδα ἀμφὶ τὰ δισμύρια. Καὶ τὰ μὲν τῶν Παιόνων οὕτως ἐγένετο· Οὐενετοὶ δέ, ὡς καὶ τοὺς Παίονάς σφισι συμμάχους παρελάμβανον, πληρώσαντες τριήρεις πέντε καὶ τριάκοντα καὶ ναῦς τε ἅμα ὑψηλὰς δυοκαίδεκα ἔπλεον ἐπὶ Πελοπόννησον. καὶ ὁπλίτας μὲν Ἰταλούς, ἱππέας δισχιλίους, ἐμβαλόντες ἐς τὰς ὑψηλὰς ναῦς διεπόρθμευον ἐς τὴν Πελοπόννησον· μετὰ δὲ στρατηγὸν εἵλοντο ἄνδρα ἐπίσημον τῆς Λαυρεδάνων οἰκίας, ἐπιτρέψαντες αὐτῷ τὰ πράγματα, καὶ ἐς τὰς παραλίους τάς τε ἐς τὸν Ἰόνιον καὶ ἐς τὸ Αἰγαῖον ἡγεμόνα κατεστήσαντο, κυριόν τε ποιησάμενοι διαθεῖναι, ᾗ ἂν αὐτῷ δοκοίη ἐς τὸν πόλεμον ἄριστα ἔχειν. ἀπὸ δὲ τῆς Κρήτης κήρυγμα ἐποιήσαντο τοῖς ἐπὶ τῶν ἐγκλημάτων ἐς τοὺς χώρους 2.299 καταφυγοῦσιν, ἰέναι θαρροῦντας ἐς τὸν πόλεμον. ἐγένοντο δὲ συλλεγέντες ἀμφὶ τοὺς τετρακισχιλίους, καὶ ἐς τὴν Πελοπόννησον διεπόρθμευσαν, καὶ τούς τε Πελοποννησίους παρώτρυναν ἀφιστάναι ἀπὸ βασιλέως. καὶ οἱ Πελοποννήσιοι δεινῶς δεδιότες, προσέφερον λόγους, τόν τε Ἰσθμὸν τειχίζειν, ὡς ταύτῃ ἀποληψόμενοι τοὺς ἐν ταῖς πόλεσι βασιλέως νεήλυδας, καὶ ἀπογνόντες παραδωσομένους σφᾶς, ὥστε ἀπαθεῖς ἀπιέναι. ἡ μὲν οὖν Λακωνικὴ καὶ τὸ Ταίναρον καὶ οἱ ἀμφὶ Ἐπίδαυρον ἀπέστησαν αὐτίκα ἐπιόντων τῶν Οὐενετῶν, καὶ οἱ Ἀρκάδες καὶ Πελληνεῖς· ὁ δὲ Πελοποννήσου ὕπαρχος, ἐν Λεοντίῃ τῆς Μεγαλοπόλεως διατρίβων, ἐσκόπει, ᾗ ἕκαστα προβήσεται, καὶ κήρυκα πέμπων ἐς βασιλέα ἐδήλου, ὡς Οὐενετοὶ τήν τε χώραν ἀφιστάντες πολεμοῦσι, καὶ τὸ Ἄργος ἐπιόντες ἀπὸ Ναυπλίου διὰ τῆς ἠπείρου καὶ διὰ θαλάσσης ἐπολιόρκουν προσβαλόντες καὶ ἐπειρῶντο ἑλεῖν. ἐνῆσαν δὲ τοῦ βασιλέως πεντήκοντα νεήλυδες καὶ ἁρμοστὴς τούτων, οἳ προσεχώρησαν τοῖς Οὐενετοῖς καθ' ὁμολογίαν, καὶ ἀφῆκαν ἀπαθεῖς ἀπιέναι. οὗτοι μὲν οὕτω διέφυγον μὴ ἀπολέσθαι, καὶ τὸ Ἄργος παραλαβόντες Οὐενετοὶ φρουράν τε ἐγκατέλιπον καὶ ἄρχοντα ἐν αὐτῷ. ἔνθα δὴ συνηνέχθη αὐτοῖς τοιόνδε. ὡς γὰρ ἐπεκράτησαν τοῦ Ἄργους, καὶ βοήθειαν ἔπεμπον, ἐπιτρέψαντες ἀνδρὶ Ἱερωνύμῳ Βερνάρδων γένους, καὶ ἐπιτείλαντες, ὡς ἂν διὰ τοῦ αἰγιαλοῦ προϊὼν ἀφίκοιτο ἐς τὸ Ἄργος. ὁ δὲ ἀπειθήσας ᾔει τὴν μεσόγαιον φέρουσαν διὰ τῆς ὑπωρείας. ἐνταῦθα οἱ Τοῦρκοι προλοχίσαντες τὴν ἐπὶ τῷ Ἄργει ὁδόν, καὶ ὑπείσαντες ἄνδρας ἑκατόν, ἀνέμενον, εἴ τι ἀπίῃ ἐς 2.300 τιμωρίαν φέρον τοῖς Ἀργείοις. ὡς δὲ ἑώρων τὸν Ἱερώνυμον ἄγοντα τοὺς ἄνδρας ἐπὶ τὸ Ἄργος διὰ τῆς μεσογαίου, ἔφθησαν, τήν τε ὑπώρειαν καὶ τὸν αἰγιαλὸν καταλαβόντες, ἐν μέσῳ ποιήσασθαι τὴν Οὐενετῶν βοήθειαν. καὶ ὡς ἐποίησαν, ἐτρέψαντο αὐτίκα τούτους, καὶ διαφθείραντες ἐς διακοσίους τούτους ἐζώγρησαν. αὐτός τε Ἱερώνυμος διέφυγε μὴ ἀπολέσθαι. ἐμβὰς δὲ ἐς πλοῖον ταύτῃ που ὁρμιζόμενον, ἐπηγγέλλετο, ὡς ὑπὸ τοῦ στρατηγοῦ παρείη