177
ἄμφω τῆς θαλάσσης τὰ μέρη, ἀλλ' ἔνθα ἦν Ἰσραήλ· ὡς ἂν ὁρῶντες θαῤῥήσωσι 2361 λέγοντες· Οὗτός μου Θεὸς ὁ πρότερον ἀπιστούμενος. κα κθʹ. 9Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός. Ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. Ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσώμεθα, τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα9, κ.τ.λ. Εἰπὼν τῆς πρὶν ἐρήμου τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν, ἐφ' ἕτερον μεταβαίνει τάγμα, ὃ τῇ τῶν εἰδώλων ἐγκατέμεινε πλάνῃ, μὴ ἐπιστῆσαν ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα. Οὐδὲν οὖν ὑμῖν ἢ κατάκρισις λείπεται, τῆς τοσαύτης ἀναισθητήσασι χάριτος. ∆ιὸ ἐπιλέγει· Ἤγγισαν αἱ βουλαὶ ὑμῶν. Ἀνθ' οὖ Σύμμαχος· Ἐγγίσατε, φησὶ, τὰ ἰσχυρὰ ὑμῶν. Ὁ δὲ Θεοδοτίων· Τὰ κραταιώματα. Ὁ δὲ Ἀκύλας· Ὀστεώσεις· τοῦτ' ἔστι, τοὺς θεοὺς ὑμῶν εἰς τὸ μέσον ἀγάγετε. Οὕτως ἑρμήνευσαν..... ΚΕΦΑΛ. ΜΒʹ. αθʹ. 9Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ. Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτὸν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐ δὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ9, κ.τ.λ. ... προεπήγγελται λέγων· Ἀρχὴν Σιὼν δώσω. Καὶ ποία τις αὕτη, σαφῶς ἐπενήνοχεν. Λέγεται γὰρ ἐπὶ τὴν Ἐκκλησίαν εἰς ἀρχὴν δεδόσθαι, καθὸ γέγονεν ἄνθρωπος, τὸ κατὰ πάντων κράτος λαχών. ∆ιὸ καὶ Ἰακὼβ αὐτὸν, ὡς ἐξ αἵματος Ἰσραὴλ τὸκατὰ σάρκα γεγονότα καλεῖ. Ἀντιλήψομαι δὲ, φησὶν, αὐτοῦ. Συνειργάζετο γὰρ ὁ Πατὴρ αὐτῷ, ὡς διὰ δυνάμεως ἰδίας μεγαλουργῶν. Ἔστι δὲ καὶ ἀπόλεκτος, ὅτι καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ παράδεκτος, ὡς ἠγαπημένος. Εὐδόκησε γὰρ ὁ Πατὴρ ἐν αὐτῷ λέγων· "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα." Χρισθεὶς δὲ, κατὰ τὸ ἀνθρώπινον, μετεσχηκέναι τοῦ ἁγίου Πνεύματος λέγεται, καίτοι τὸ Πνεῦμα διδοὺς, καὶ ἁγιάζων τὴν κτίσιν. Βαπτισθέντι γὰρ τὸ Πνεῦμα, φησὶν, ἐπεφοίτησεν. Ἐχρίσθη δὲ κρίσιν ἐξοῖσαι τοῖς ἔθνεσιν, ὅ ἐστι δικαιοκρισίαν. ∆εδικαίωκε γὰρ αὐτὰ κατακρίνας τὸν πλεονεκτήσαντα Σατανᾶν, λέγων· "Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Εἶτα, ἐπειδήπερ ἡσύχως, καὶ πράως τὸν ἀνθρώπινον διώδευσε βίον, ἐν ὑφέσει πολλῇ, μηδὲ τοῖς θραπευομένοις φανεροῦν ἐπιτρέπων αὐτὸν, Οὐκ ἀνήσει, φησὶν, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Οὐδαμοῦ γὰρ ἔξω τῆς Ἰουδαίας καὶ Γαλιλαίας διέτριψεν. Ἦλθε 2364 δὲ καὶ μέχρι τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, καὶ τῆς Φιλίππου Καισαρείας. Ἀλλ' οὐκ αὐτῶν ἐπέβη τῶν ἀλλοφύλων πόλεων. Οὕτω δὲ, φησὶν, ἀψοφητὶ διελεύσεται, ὡς μηδὲ λυπῆσαι τὸν ἀσθενέστατον, καὶ διὰ τοῦτο καλάμῳ, καὶ τούτῳ τεθλασμένῳ παρεικαζόμενον. Ἀλλ' οὐδὲ λίνον κατασβέσει καπνιζόμενον. Τοῦτο γὰρ τὸ τυφόμενον, ὅπερ ἄμαυρον ἐξέδωκαν οἱ λοιποί. ∆ηλοῦν δὲ τὸ λίνον φασὶ τὸ τυφόμενον, τὸν εἰκῆ φυσιούμενον ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ. Οὐ ταπεινὸν γὰρ ἐλύπησεν, οὐ μετῆλθεν ὑπερήφανον, πρὸς πάντας ὢν πρᾶος, καὶ ταπεινὸς τῇ καρδίᾳ. Τινὲς δὲ λίνον τυφόμενον, τὸν γήϊνον ἔφασαν ἄνθρωπον, τὸν ἀρετῆς ἢ θεοσεβείας σπινθῆρα βραχὺν διασώζοντα. Τοῦτον γὰρ παρακαλῶν, οὐκ ἐᾷ χωρεῖν εἰς ἀπόγνωσιν, τὰς ἑβδομηκοντάκις ἑπτὰ μετανοίας νομοθετῶν· σὺν παῤῥησίᾳ δὲ πᾶσι τὰ περὶ τῆς τοῦ Θεοῦ διεστέλλετο κρίσεως. Καὶ οὐ πρότερον ἐπαύσατο, ἢ φωτὸς δίκην ἐκλάμψαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἣν αἰνιττόμενος, φησίν· Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται. Θραῦσαι μὲν γὰρ αὐτὸν καὶ ἀποσβέσαι πεπείρανται οἱ τὸν θάνατον αὐτῷ κατασκευάσαντες. Θανάτῳ γὰρ ἄνθρωποι θραύονται. Μόνος δὲ Χριστὸς θανάτου κρείττων ἐγένετο. Ἐλλάμψας δὲ οὐκ ἐπαύσατο, ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν, τοῦτ' ἔστι, πρὶν ἐπὶ γῆς διατάξασθαι τὴν περὶ τῆς Ἐκκλησίας διοίκησίν τε καὶ κρίσιν, ἣν τοῖς αὐτοῦ παρέδωκε μαθηταῖς. Κρίσιν γὰρ ἔοικεν ἐν τούτοις τὸν νόμον καλεῖν, ὡς εἴρηται περὶ τοῦ Ἰσραὴλ, ὅτι ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσιν. Καὶ πάλιν· Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ τὸ ἐποίησας. Καί φασί τινες, ὡς τὸν νόμον ἐν σκιαῖς ὄντα καὶ τύποις, εἰς ἀλήθειαν