πλεύσων τὴν Αἴγιναν. ὡς δὲ ἐπὶ Αἴγιναν ἀφίκετο, αὖθις ἐκέλευεν αὐτὸν διαπορθμεῦσαι ἐς Εὔβοιαν. ἐπιβὰς δὲ ἐς τὴν Ἀττικήν, ἐντεῦθεν ἀφίκετο παρὰ βασιλέα. Οὗτος μὲν οὖν οὐ πολλῷ ὕστερον αὖθις ἐς τοὺς Οὐενετοὺς ὑποστρέψας χαλεπὰ ἐπεπόνθει. οἱ μέντοι Οὐενετοί, ὡς προϊσχομένων τῶν ἐν τῇ Πελοποννήσῳ Ἑλλήνων τε ἅμα καὶ Ἀλβανῶν, καὶ κελευομένων αὐτῶν καὶ Ῥάλεω καὶ Πέτρου τοῦ χωλοῦ, ὡς, εἰ τὸν Ἰσθμὸν τειχίσαιεν, αὐτίκα ἰόντες οἱ Πελοποννήσιοι ἀποστήσονται, καὶ ἐπ' αὐτοὺς χωρήσουσι· μέγα γάρ τι προσφέρειν τοῦτο σφισιν ἐς τὴν ἀπόστασιν. ἐδόκει δὲ ἰόντας πανστρατιᾷ φράγνυσθαι τὸν Ἰσθμὸν καὶ διαπειρᾶσθαι τῶν ἐν τῇ Πελοποννήσῳ. ἀφικομένων δέ, λίθους συντιθέντες ἐπῳκοδόμουν, ὡς ἂν ἀποπειρώμενοι τῶν Πελοποννησίων γνώσωσιν, εἰ προσχωροίη καὶ ἡ Κόρινθός σφισι, καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου αὐτίκα χωρήσουσιν ἰόντες ἐς αὐτούς. ὡς δὲ ἐπῳκοδόμησάν τε τὸν Ἰσθμόν, καὶ αὐτοὶ ἀναλαβόντες τὰ ὅπλα ᾔεσαν ἐς τὴν Κόρινθον, ἐξηγουμένων τῶν Κορινθίων ἐς τὴν προσβολήν. τηλεβόλους τε καθίστασαν ἐς τὴν ἀκρόπολιν, καὶ προσεβάλλοντο μαχόμενοι 2.301 ἀξίως λόγου. χειμὼν δὲ ἐπιγενόμενος διεκώλυσέ τε αὐτοὺς προκαθέζεσθαι, καὶ ἀπιόντες ἐντεῦθεν ᾤχοντο ἄπρακτοι. ὡς δὲ πιεζόμενοι οἱ Οὐενετοὶ τῷ χειμῶνι χαλεπῶς ἔφερον τὴν ἐν τῷ Ἰσθμῷ διατριβήν, καὶ οὔτε ἡ Κόρινθος προσεχώρει, οὔτε ἡ Ἀχαΐα ἀφίστατο, ἐπελάσαντος ἀνδρὸς Ῥάλεω τοὔνομα Ἕλληνοςκαὶ αὐτοῦ τελευτήσαντος ὑπὸ Τούρκων ἐπεξιόντων τε καὶ ἀμυνομένων, καὶ οὔτε δὴ τἄλλα προσεχώρησέ σφισι πλὴν τῶν τὴν Σπάρτην οἰκούντων, ἐξαπατηθέντων ὑπὸ Ἕλληνος νεανίου, Γρίτζα τοὔνομα ἔχοντος, δεινόν τε ἐποιοῦντο προσμένειν τε αὐτοῦ τῷ Ἰσθμῷ καὶ οὐδέν τι πράττεσθαι ἀνύοντας ἐς τὴν τῆς Πελοποννήσου καταστροφήν. ἠγγέλλετο δὲ καὶ Μαχουμούτης ὁ τοῦ βασιλέως ἡγεμὼν στρατῷ μεγάλῳ ἐπιέναι σφίσιν ἐς τὸν Ἰσθμόν. μετ' οὐ πολὺ δὲ καὶ αὐτὸς βασιλεὺς ἠγγέλλετο ἐλαύνων ἐπὶ τὸν Ἰσθμόν, ἔγνωσάν τε ἀπολιπεῖν τὸν Ἰσθμόν, οὐδέν τί σφισιν αὐτοῖς πρόσφορον ἐς τὰ παρόντα, καὶ ἰόντας ἐς τὰς πόλεις κρατύνειν τε αὐτὰς καὶ ἀμύνασθαι κατὰ τὸ καρτερόν, ἢν ἐπίωσιν οἱ περὶ Μαχουμούτην τε ἅμα καὶ οἱ περὶ βασιλέα. Ὡς γὰρ ἀγγελία ἀφίκετο βασιλεῖ τοὺς Οὐενετοὺς τειχίζειν τε τὸν Ἰσθμόν, πληρώσαντας τριήρεις ἐς τεσσαράκοντα, νηῶν δὲ ὑψηλὰς δυοκαίδεκα, καὶ ὁπλίτας ἐπαγομένους ἀπὸ Ἰταλίας, καὶ ἀπὸ Κρήτης στρατὸν ἄλλον, μεγάλως παρασκευάσασθαι αὐτοὺς ἐς τὴν τῆς Πελοποννήσου καταστροφήν, πέμπει Μαχουμούτην συμπαραλαβόντα τὸν τῆς Εὐρώπης στρατόν, πλὴν τῶν πρὸς τοὺς Παίονας τεταγμένων, ἐλαύνειν εὐθὺ Πελοποννήσου, 2.302 καὶ εἰ μέν τι αὐτὸς οἷος ἀνύσαι ἐς τὸν πρὸς Οὐενετοὺς πόλεμον, καθελεῖν τε τὸν Ἰσθμὸν καὶ ἐσβαλεῖν ἅμα ἐς τὴν Πελοπόννησον, εἰ δὲ μή, καὶ αὐτῷ ἀπαγγέλλειν, ὥστε κατὰ πόδας ἐλαύνειν. ὁ μὲν τῶν θυρῶν ἡγεμὼν Μαχουμούτης παραλαβὼν τὸν τῆς Εὐρώπης στρατὸν ἤλασε μέχρι Θετταλίας ἐς Πηνειόν, καὶ ἐστρατοπεδεύετο παρὰ Λαρίσσῃ τῇ πόλει. συμβούλῳ δὲ ἐχρῆτο μὲν Ὀμάρῃ τῷ Τουραχάνεω, Θετταλίας ὑπάρχῳ. ἀπετρέπετο δὲ μὴ ἐς τὸ πρόσω ἐλαύνειν, ἀλλὰ βασιλεῖ ἀναγγέλλειν, ὡς ἡ παρασκευὴ μείζων ἢ κατὰ τὸν βασιλέως ἡγεμόνα· αὐτὸς γὰρ στρατεύματι πρόσθεν ἐγγύτατα τοῦ Ἰσθμοῦ ἀφικόμενος τηλεβόλους τε ἀφεώρα πλείους ἢ δισχιλίους καὶ τηλεβολιστὰς τετρακοσίους καὶ τοξότας καὶ πελταστάς, καὶ μηδενὶ αὐτοὺς αὐτοῦ ἐν τῷ Ἰσθμῷ ἐπιτρέψαι ἂν στρατοπεδεύσασθαι. ταῦτα ἀκούσαντα τὸν βασιλέως ἡγεμόνα, ἐδόκει βασιλεῖ μὲν καταλαμβάνοντα τὴν Πελοπόννησον ἀπαγγέλλειν, αὐτοὺς δὲ ἀναζεύξαντας ἰέναι ἐς τὸ πρόσω ἐς Λεβαδίαν. βασιλεὺς μέν, ὡς ἀγγελία αὐτῷ ἀφίκετο τήν τε παρασκευὴν μεγάλην τε εἶναι καὶ ἀξιόχρεω, λεγέται δὲ αὐτῷ καὶ γράμματα ἐλθεῖν ἀπὸ Πελοποννήσου ἐποτρύνοντα, ὡς, ἢν ἐπίῃ, οὐ μενοῦσιν αὐτὸν ἐπιόντα οἱ Οὐενετοί. τὰ γράμματα ἐνέγκαι αὐτῷ ἄνδρα Ἀλβανὸν ἀπὸ Κορίνθου, σκάφει τὸ πέλαγος νυκτός, τηρήσαντα πνεῦμα, ὡς οὔρου καθισταμένου καὶ νυκτὸς ἀπαίροντα διαπεραιώσασθαι ἐς Βοιωτίαν, ἀποβάντα δ' ἀφικέσθαι παρὰ