προτετιμηκότες, τότε δὴ τότε δεδαπάνηται, φησὶν, ὑπὸ τῆς Βαβυλωνίων ῥομφαίας τὸ μαχιμώτατον ὑμῶν γένος. καὶ ἅπας ὑμῶν ἱππότης αἰχμάλωτος ἦν, ἀπονευροῦντος Θεοῦ καὶ τοὺς εἰδότας εὐδοκιμεῖν, καὶ οὐκ ἀμελέτητον ἔχοντας τὸ νικᾶν ἐν μάχαις. συνήσεις δὲ καὶ ἑτέρως τὸ Ἀπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου. Ἰωσίου βασιλεύοντος ἐπὶ τὸν Ἰούδαν, κατεστράτευσε τῆς Βαβυλῶνος Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ τύραννος. ὡς δὲ ἦν ἀνάγκη διὰ τῆς Ἰουδαίων αὐτὸν παρέρχεσθαι γῆς, οἰηθεὶς ὁ Ἰωσίας σκῆψιν μὲν εἶναι τὴν ἐπὶ Βαβυλῶνα ὁδὸν, ὡπλίσθαι δὲ κατ' αὐτοῦ τὸν Αἰγύπτιον, ἀντεξάγει παραλόγως. ἐκεῖ πέπτωκεν ὁ Ἰσραήλ. οὐκοῦν ἐξαπέστειλά φησιν εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, τουτέστιν ὡς ἐν παρόδῳ τῶν Αἰγυπτίων, τότε καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν, ἀντὶ τοῦ, ἐκ βάθρων ἀνέσκαψα τὰς τετειχισμένας ὑμῶν καὶ εὐπυργοτάτας πόλεις. ἔφη δὲ τοῦτο καὶ ἐν ἀρχαῖς "Καὶ "ἐπορεύθη Ἐφραῒμ πρὸς Ἀσσυρίους, καὶ Ἰούδας ἐπλήθυνε"πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις "αὐτοῦ, καὶ καταφάγεται θεμέλια αὐτῶν." οὐκοῦν ἐξ αὐ- τῶν, φησὶ, κατέσεισα βάθρων τὰς ὀχυρωτάτας ὑμῶν παρ- εμβολὰς, καὶ οὐδ' ὣς ἐπεστρέψατε πρὸς μὲ λέγει Κύριος. 1.449 9Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ' ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.9 Οὐδεμίαν, φησὶν, ἐν ὑμῖν τὴν ἐπανόρθωσιν βλέπων, προσ- τέθεικα ταῖς αἰκίαις καὶ τὰ ἔτι τούτων ἀπηνέστερα, καὶ θερμοτέραν πεποίημαι τὴν καθ' ὑμῶν ἀγανάκτησιν. κατ- έστρεψα γὰρ ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ οὐκ ἐπεστρέψατε. ἔοικε δὲ τὴν τελευταίαν ἡμῖν ἐν τούτοις πόρθησιν ὑποδηλοῦν, τὴν ἐν καιροῖς Ἱερεμίου διὰ χειρὸς Ναβουχοδονόσορ γεγενη- μένην, ὃς πᾶσαν μὲν εἷλε τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα, καὶ τὰς περιοίκους αὐτῆς πόλεις τε καὶ κώμας, καὶ αὐτὸν δὲ τὸν θεῖον κατασπάσας ναὸν, δο- ρικτήτους ἔχων τοῦς ἐκ τοῦ πολέμου περιλελειμμένους, οἴκοι πάλιν λαμπρὸς καὶ νενικηκὼς τοῖς ἁλοῦσιν ὁμοῦ ἀν- εκομίζετο, οἳ καὶ μόλις ἐπανῆλθον εἰς τὴν Ἰουδαίαν, ἐτῶν ἐπ' αὐτοῖς πληρωθέντων τὸν ἀριθμὸν ἑβδομήκοντα. Κῦρος γὰρ, ὡς ἔφην, τὴν Βαβυλῶνα ἑλὼν, τῆς αἰχμαλωσίας ἀνῆκε τοὺς περιλειφθέντας καὶ σεσωσμένους ἐξ Ἰσραήλ. διὰ τοῦτο, φησὶν, ἐγένεσθε ὡς δαλὸς ἐκσπασθεὶς ἐκ πυρὸς, οἷον δαλίον ἡμίφλεκτον, καὶ ἐν ὀλίγοις ἔτι λειψάνοις σωζόμενον. Θεοῦ τοιγαροῦν παιδεύοντος, τὸ ὑπτιοῦσθαι πικρὸν, παραί- τιον δὲ καὶ τῶν ἔτι δυσαχθεστέρων ἔσται κακῶν τοῖς τὴν αἴσθησιν ἀποσειομένοις, ἀπό γε τοῦ δεῖν ἀκαταλήκτως ἰέναι πρὸς τὸ δρᾶν ἑλέσθαι καὶ φρονεῖν ἃ μὴ θέμις. ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ 1.450 θεραπεύειν δύνασθαι τὴν πεῖραν ἐξησκηκότες, τὰ τῶν τραυ- μάτων δυσαισθητότερα θερμοῖς καὶ δριμέσι φαρμάκοις ἀπο- καθαίρουσι, καὶ τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας τὸ πάχος ἀπολεπτύνοντες, τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασι παρα- χωρεῖν ἀναπείθουσιν, οὕτω καὶ ὁ πάντα γινώσκων Θεὸς τοὺς ἀναλγήτως ἔχοντας περὶ τὰ σμικρὰ, ταῖς ἔτι χαλεπωτέραις καταφορτίζει πληγαῖς, ὧν εἴπερ τις σοφός τε ἐστὶ καὶ ἀγχί- νους, παραιτοῖτο ἂν εἰκότως πρὸ πείρας τὴν ἔφοδον. 9∆ιὰ τοῦτο οὕτως ποιήσω σοι Ἰσραήλ.9 Ἐπειδὴ γὰρ, φησὶ, τόδε τι πεποιηκότος, κἀκεῖνο προσ- θέντος, καὶ μονονουχὶ πᾶν εἶδος ἐπαγάγοντος αἰκίας καὶ πόνων, δυσαλγήτως ἔχοντας τεθέαμαί τε καὶ ἐξ αὐτῆς ἐμάνθανον πείρας, ταύτῃτοι καὶ οὕτως ποιήσω σοι. πῶς δὲ οὕτως; οὐ γὰρ ἠρκέσθην τοῖς πρώτοις· προσεπήγαγον δὲ καὶ τὴν ἐν ἴσῳ Σοδόμοις καταστροφήν. τελευταία γὰρ, ὡς ἔφην, αὐτοῖς ἡ τοιάδε πληγὴ διὰ τῆς θείας ὀργῆς ἐπενήνεκται. 9Πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ.9 Ἀλλ' εἰ δὴ βούλοιο, φησὶν, ἀναμαθεῖν τὴν αἰτίαν, δι' ἣν οὕτως ποιήσω σοι, πεύσῃ δὴ πάντως, μονονουχὶ πληττομένοις ὑμῖν ἐπιβοῶντός τε καὶ λέγοντος Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. τὸ ἑτοιμάζου φησὶν ἀντὶ τοῦ Σπούδαζε, ἄοκνός τε καὶ πρόθυμος ἔσο τοῦ ἐπικαλεῖσθαι τὸν μὴ ἀλ- 1.451