Μαχουμούτην ἐς Θετταλίαν. τὸν 2.303 δὲ ἐπιφρασάμενον τὰ γράμματα, συσκευασάμενον ἐντεῦθεν ἐς τὸ πρόσω ἐλαύνειν, ἐλάσαντα ἀγχοῦ Βοιωτίας, ἀφικνεῖται ἀγγελία, ὡς Οὐενετοὶ τόν τε Ἰσθμὸν ἐκλελοιπότες ᾤχοντο φεύγοντες. οὕτω δὴ ἑσπέρας οὔσης συσκευασάμενος, ἀπὸ τῆς Πλαταίας χώρας πρὸς Κιθαιρῶνα νυκτὸς διαπορευθείς, ἕωθεν ἐς τὸν Ἰσθμὸν παρῆν, καὶ τάς τε νῆας ἀφεώρα ἤδη ἀναγομένας, καὶ τὸν Ἰσθμὸν ἔρημον καταλαβών, παρελθὼν εἴσω ἐστρατοπεδεύετο. ἐντεῦθεν διὰ τῆς Κορίνθου διιὼν ἀφίκετο ἐς Ἄργος. τὸ δὲ Ἄργος κατεῖχον οἱ Οὐενετοί, φρουράν τε ἐν αὐτῷ ἐγκαταλιπόντες ἐφύλαττον. τούτους μέν, ὡς ἐπολιόρκει ἐπελάσας, παρεστήσατο, καὶ τοὺς ἄνδρας δεσμίους ἀποπέμπων ὡς βασιλέα, ἄνδρας τε ἑβδομήκοντα. αὐτῷ μέντοι τῷ βασιλεῖ οὐκέτι ἐφαίνετο, ἄρας ἐς τὴν Πελοπόννησον ἐσβαλεῖν καὶ τὰ στρατεύματα αὐτῷ κάμνειν· ἄρτι ὡς ἐπύθετο καταληφθῆναι τὸν Ἰσθμόν, ἀπήλαυνεν ὀπίσω ἐπὶ τῶν βασιλείων. Μαχουμούτης δὲ ὁ ἡγεμὼν προϊὼν διὰ τῆς Τεγέης ἀφίκετο ἐς Λεοντάριον πόλιν, καὶ αὐτοῦ ἐστρατοπεδεύσατο. ἐντεῦθεν ἀποστέλλει Ζάγανον, ὃν ἐπέστησεν ἄρχοντα τῇ Πελοποννήσῳ, ἐκβαλὼν Ἰησοῦν τὸν Ἀλβάνεω παῖδα. τοῦτον δὲτὸν Ζάγανον πέμπει ἐς Πάτρας τῆς Ἀχαΐας καὶ ἐς τὰς ἄλλας αὐτοῦ ταύτῃ πόλεις, ἐχυρῶσαί τε τὰς ἀκροπόλεις σιτίοις τε καὶ τῇ ἄλλῃ παρασκευῇ. Ὀμάρην δὲ ἐκέλευσεν ἀναλαβόντα τὸν στρατόν, ὡς δισμυρίους, ἐπιδραμεῖν τὴν Οὐενετῶν χώραν. οὗτος μὲν οὖν παραλαβὼν τὸ στράτευμα ἀφίκετο ἐς τὰ περὶ τὴν Μεθώνην χωρία, καὶ πολίχνην παραστησάμενος, τοὺς ἀνθρώ 2.304 πους ἀπάγων παρεδίδου τῷ ἡγεμόνι. οὗτοι μὲν οὖν ὡς ἀνήχθησαν ἐς βασιλέα, σύμπαντες, ἐς πεντακοσίους γενόμενοι, ἀπέθανον ἐς δύο τμηθέντες. λέγεται δέ, ὡς ἐν Βυζαντίῳ τὰ σώματα αὐτοῦ ταύτῃ ἔκειτο, ᾗ ἐπιτάξαντος τοῦ βασιλέως ἐς δύο γενόμενα ἔπεσε, βοῦν τῶν ἐς τὸ χωρίον ἐκεῖνο ἐξελθόντα ἕωθεν ἐκ τῆς φάτνης καὶ ἀπελθόντα ἐς τὰ σώματα, γοερόν τι φθεγξάμενον, ἐξελέσθαι τὸ ἡμίτομον ἑνὸς τῶν σωμάτων καὶ φέροντα θέσθαι ἐκτὸς τῶν σωμάτων, μετὰ δὲ ὑποστρέψαντα ἐπιδεξόμενον ἐξευρεῖν τὸ ἄλλο ἡμίτομον, καὶ ἐξενεγκόντα συνθέσθαι ἅμα ἄμφω τὼ ἡμιτόμω, ὑποθορυβούντων δὲ τῶν εἰς ἐκείνην τὴν χώραν, τὰ περὶ τὸν βοῦν πυθέσθαι βασιλέα Μεχμέτην, καὶ πυθόμενον, ὡς εἴη ἀληθῆ τὰ περὶ τὸν βοῦν, πειράσασθαι τῇ ὑστεραίᾳ τὰ ἡμίτομα τοῦ σώματος ἀφελόμενον ἐκ τοῦ χωρίου ἐς τὰ σώματα αὖθις καταθέσθαι, ἀνὰ μέρος τιθέμενον τὰ ἡμίτομα. οὕτω δὲ αὖθις τὸν βοῦν ἐξιόντα, ὡς οὐχ εὗρε τὰ ἡμίτομα, ᾗπερ ἐξέθετο, ἀναβοήσαντα ἐπιδραμεῖν αὖ ἐς τὰ σώματα, καὶ ζητήσαντα ἐξενεγκεῖν τοῦ σώματος τὰ τεμάχια, καταθέμενον χωρὶς ἀπὸ τῶν σωμάτων. τὸν μὲν οὖν βασιλέα θαυμάσαντα κελεῦσαι ἀνελομένους θάψαι τὰ ἡμίτομα, τὸν δὲ βοῦν ἐς τὰ βασίλεια ἀγαγέσθαι, περιέποντα εὖ. τὸ μέντοι σῶμα λέγεται γενέσθαι τῶν Ἰλλυριῶν, οἱ δὲ τῶν Οὐενετῶν. δοκεῖ δὲ τοῦτο οἰωνὸν φέρειν ἐς τὰ τοῦ γένους τοῦ σώματος ἐκείνου, καὶ ἐπὶ τοῖς μέλλουσιν ἔσεσθαι εὐδαιμονία εἰς ἐκεῖνο τὸ γένος. Τοῦτο μὲν ἐν Βυζαντίῳ γενέσθαι ἐπυθόμεθα· ὁ δὲ τῶν 2.305 θυρῶν ἡγεμών, ὡς οὐχ ὥρα ἐδόκει αὐτῷ εἶναι προσβαλεῖν ταῖς πόλεσι, κατέλιπε μὲν ἐν τῇ Σπάρτῃ Ὀμάρην καὶ ἅμα αὐτῷ Ἀσάνην, ὡς λόγους τε ἐς τοὺς Σπαρτιάτας πέμποιεν. καὶ ὑποστρέψαντες ἐς τὰ οἰκεῖα ἀπό τε τοῦ Ταινάρου καὶ Ἐπιδαύρου καὶ τῶν ἄλλων χωρίων, ἵνα αὐτίκα πυθόμενοι τοὺς Οὐενετοὺς ἐκλιπεῖν τὸν Ἰσθμόν, καὶ διενοοῦντο ἐπιόντες οἱ τοῦ ἡγεμόνος ἀμύνασθαι. οὗτοι μὲν οὖν ἀφικόμενοι ἐς τὴν Σπάρτην λόγους τε τοῖς Σπαρτιάταις προσέφερον, καί τινας ἐν ἐρυμνοῖς αὐτοῦ ταύτῃ ὄντας πείσαντες κατῴκισαν αὖθις ἐς τὴν πόλιν. καὶ τοῖς ἐν Ταινάρῳ καὶ τῇ Λακωνικῇ πέμπων ὁ Ἀσάνης παρεκάλει, λέγων τάδε· "ἄνδρες Σπαρτιᾶται, ὁρᾶτε δήπου, οἷα τὰ Οὐενετῶν πράγματα κατενήνεκται, ἐξ ὅτου πόλεμον βασιλεῖ ἀναιρούμενοι ἐνταῦθα, ἵνα τῆς δυνάμεως αὐτῶν μέγα μέρος ἐπιδείξαιντ' ἂν μάλιστα ἐν Πελοποννήσῳ, ὡς ἐτελεύτησεν αὐτῷ τὰ περὶ τὸν Ἰσθμὸν καὶ ἄλλην χώραν τῆς Πελοποννήσου, ἔνθα