179
Ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ τὰ ἑξῆς. Ἡ δὲ δόξα τοῦ λέγοντος ἦν· Ἐγὼ Κύριος ὁ Θεός. ∆ιὰ τούτου γὰρ δοξάζεται τοῦ ὀνόματος. Ἄμεινον δὲ λέγειν, Ἐπειδὴ Κύριος ὁ Θεὸς ἡ Τριὰς, καὶ οὐχ ἕτερος κατ' οὐσίαν τοῦ Πατέρος ὁ Υἱὸς, μεγάλα δὲ κατορθοῦντα παρέστησεν, δείκνυσιν· ὡς εἴπερ ἦν κτίσμα, οὐκ ἂν τῆς ἀνωτάτω δόξης γέγονε κοινωνός. Κατὰ γὰρ τὸν θεῖον Ἀπόστολον, "Κἂν εἰ πολλοί τινες εἶεν θεοὶ, καὶ κύριοι, ἔν τε οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ." Οὐ γὰρ ἕτερος παρ' αὐτὸν, κἂν εἰς ὑπόστασιν ἰδικὴν ἀφορίζεται. Λέγων δὲ, Οὐδὲ τὰς ἀρετάς μου δώσω τοῖς γλυπτοῖς· ἢ τὴν ὕμνησιν, κατὰ τὸν Ἀκύλαν· ἢ τὸν ἔπαινον, κατὰ Σύμμαχον, τὰ ἔθνη παιδεύει μηδὲν τῶν πάλαι σεβασμάτων ἡγεῖσθαι Θεὸν, μηδὲ προσφέρειν αἴνεσιν ἀσεβῆ. Μόνος γὰρ ἔχει τὰς τοῦ Πατέρος ἀρετὰς, ὁμολογουμένως μὲν κατὰ τὴν θεότητα, ἤδη δὲ καὶ κατὰ τὴν οἰκονομίαν. Ἐν αὐτῷ γὰρ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς. Τούτοις ἐπιλέγει· Τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασιν. Ἀντὶ δὲ τοῦ, Πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν, ὁ Σύμμαχος εἶπεν· Πρὸ τοῦ ἀναγγεῖλαι αὐτὰ ἀκουστὰ ποιήσω ὑμῖν. Ὥσπερ γὰρ τὰ πρῶτα, φησὶν, ἐπληρώθη δι' ἔργων (καθὰ γὰρ Ἀβραὰμ ἐπηγγειλάμην περὶ τοῦ σπέρματος αὐτοῦ, πεποίηκα· ἐπληρώθη δὲ καὶ τὰ διὰ Μωσέως καὶ τῶν προφητῶν προλεχθέντα), οὕτω καὶ νῦν εὐαγγελίζομαι τοῖς πᾶσι καινά. Καὶ πρὶν ἀναγγεῖλαι, καὶ πρὸς τὸ φανερὸν ἐλθεῖν, ἀκουστὰ ὑμῖν διὰ τῆς παρούσης προφητείας ἐποίησα, ἅπερ ἑξῆς ἐπενήνοχεν. Τὸν δὲ περὶ τοῦ Σωτῆρος ἀπιστεῖσθαι, φασί τινες, λόγον οὐ συγχωρεῖ. Ποῖα δὲ, φασὶ, τὰ καινά; Ἅπερ ἐπήγγελται ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωὴν, καὶ ὅσα πρὸς ἀξίαν τοῖς ἁγίοις ἀπόκειται. ικεʹ. 9Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ, ἀπ' ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, πλέοντες αὐτὴν, καὶ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς. Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ9, κ.τ.λ. Ἐπήνεγκε διὰ τούτων, ἅπερ ἔφη καινὰ, κε 2369 λεύων πᾶσιν ἀνθρώποις ὕμνον ᾄδειν, ἢ κατὰ τοὺς λοιποὺς, ᾆσμα· ἐπειδὴ ἡ ἀρχὴ αὐτοῦ καὶ καθολικὴ ἐξουσία καθ' ὅλης ἐδοξάσθη τῆς γῆς. Πεπλήρωται γὰρ τῶν ἀπὸ τῆς Χριστοῦ προσηγορίας λεγομένων Χριστιανῶν. Ἐν καθαρᾷ δὲ θεωρίᾳ τῶν μελλόντων ὁ προφήτης ἑστιαθεὶς τὴν ψυχὴν, συνεορτάζειν αὑτῷ καὶ τοὺς ἄλλους παρακαλεῖ, τῶν ἀγαθῶν ὑμνοῦντας τὸ αἴτιον. Παρηκολούθουν γὰρ οἱ προφῆται τοῖς ἐξ ἑαυτῶν λεγομένοις, ὡς ποτὲ μὲν παραιτεῖσθαι, ποτὲ δὲ χαίρειν ἐπὶ τοῖς παρὰ Θεοῦ λεγομένοις. Ὃ καὶ νῦν πάσχει τοῦ Σωτῆρος τὴν παρουσίαν ὁρῶν, διδάσκων ἅμα ὡς ὁ φανησόμενος Κύριος οὐ τότε πρῶτον ἄρξει, κρατῶν δὲ πάντων, ὡς Θεὸς, καὶ τοῖς ἐπὶ γῆς ὑπάρχων τοιοῦτος φανερωθήσεται, προκαταρχόντων αὐτοῦ τῆς γνώσεως τῶν ἐργαζομένων ἀποστόλων τὴν θάλατταν, ἣν ἔπλεον ἁλιεύοντες. Καινὸς δὲ ὕμνος τῇ τῶν πραγμάτων πρέπει καινότητι. Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα παρῆλθεν· γέγονε δὲ πάντα καινά. Πνευματικῆς γὰρ δουλείας, οὐ σαρκικῆς, κατὰ τὸν Ἰσραὴλ, λελυτρώμεθα· καὶ ἀντὶ πλινθείας, τῶν ἐκ φιλοσαρκίας ἔξω γεγόναμεν μολυσμῶν, φυγόντες οὐκ ἐργοδιωκτὰς Αἰγυπτίους, οὐδὲ τύραννον ἄνθρωπον, τοὺς δὲ συνωθοῦντας εἰς ἁμαρτίαν ἡμᾶς δαίμονας, καὶ τὸν τούτοις ἐφεστηκότα διάβολον, ὡς διαβῆναι τὴν ἐκ τοῦ βίου τύρβην, ὡς θάλατταν, καὶ φαγεῖν ἀντὶ μάννα, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καὶ ζωὴν τῷ κόσμῳ παρέχοντα· καὶ τοῖς ἐκ Χριστοῦ τῆς πέτρας ἐνετρύφησαν μὲν νάμασι, τυχόντες τε τοῦ θείου βαπτίσματος τὸν Ἰορδάνην διέβημεν, εἰς γῆν εἰσελθόντες τὴν τοῖς ἁγίοις ἐπηγγελμένην, ἣν οἱ μακαριζόμενοι κληρονομοῦσι πραεῖς· ἐφ' οἷς ἔδει γενέσθαι τὸν ὕμνον Θεῷ παρὰ τῆς ἀρχῆς αὐτοῦ, τῶν ὑπ' αὐτοῦ, καθά φασί τινες, ἀρχομένων οὐ κατὰ τὴν Ἰουδαίαν, κατὰ δὲ πᾶσαν τὴν γῆν. Οὐ γὰρ ὡς πάλαι ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Κύριος, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ τὸ ὄνομα αὐτοῦ. Πλήρης δὲ νῦν ὁ οὐρανὸς καὶ ἡ γῆ