λότριον καὶ ψευδώνυμον, ἀλλὰ τὸν Θεόν σου Ἰσραὴλ, τουτέστιν, ὃν δι' αὐτῆς ἔγνως τῆς πείρας, ὡς ἔστι Θεὸς φύσει τε καὶ ἀληθῶς, καὶ οὐ διὰ τῆς τινων εὐτεχνίας ἐξηυρημένος, καθάπερ ἀμέλει τὰ ἐκ ξύλων ἢ λίθου πε- ποιημένα. 9∆ιότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγ- γέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.9 Τῇ τοῦ προὔχοντος ἀντιπαραθέσει, τὸ ἐν ὑπολήψει τῇ χείρονι ῥᾳδίως ἐλέγχεται. ἵνα τοίνυν τῶν εἰδώλων τὸ ἀδρανὲς ἐκφαίνηται παρά γε τοῖς οἰηθεῖσιν ἐκ πολλῆς ἄγαν ἀβελτε- ρίας ὡς θεοί τε εἶεν καὶ προσκυνεῖσθαι πρέποντες, χρησίμως ἡμῖν ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς ἐμφανῆ καθιστὰς, ποιητὴν εἰσφέρει καὶ τῶν ὅλων ∆ημιουργὸν, καὶ τῶν καθ' ἡμᾶς ἀνημμένον τὴν ἐξουσίαν, καὶ οἱονείπως τῶν ἀνθρωπίνων οἰακοστρόφον, ἐπέκεινά τε ὄντα παντὸς ὑψώματος καὶ ἁπά- σης ὑπεροχῆς, καὶ ταμίαν ὥσπερ τινὰ τῆς ὅλης κτίσεως. Θεοῦ γὰρ φύσις τὸ πάντων ἐπέκεινα, καὶ οὐ τοπικοῖς ὑψώ- μασιν ἀλλὰ ταῖς τῆς εὐκλείας ὑπεροχαῖς, καὶ ἀσυγκρίτῳ δυνάμει παντὸς γενητοῦ μέτρον ὑπερκείμενον. Ἐπικαλοῦ τοιγαροῦν τὸν Θεόν σου, φησὶν, Ἰσραὴλ, ἐπι- γινώσκων τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς. ἐγὼ γάρ εἰμι, καὶ οὐχ ἕτερος, ὁ στερεῶν βροντὴν, τουτέστι καὶ συννεφείαις καλύπτων τὸν οὐρανὸν, καὶ καθιεὶς ὑετοὺς, 1.452 καὶ κτίζων πνεῦμα, τουτέστι πάλιν, ἀνέμων ποιητής. ἀπαγ- γέλλων δὲ καὶ εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ. ὅμοιον ὡς εἰ λέγοι "∆ι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύραννοι δι' ἐμοῦ "κρατοῦσι γῆς." χριστὸν γὰρ ἐν τούτοις, οὐχὶ τὸν Ἐμ- μανουὴλ, τὸν κεχρισμένον δὲ μᾶλλον εἰς βασιλέα φησί· πνεῦμά τε ὁμοίως, οὐχὶ τὸ θεῖόν τε καὶ ἅγιον· κἂν εἰ μαί- νοιντό τινες τῶν τὰ ὀρθὰ διαστρέφειν μεμελετηκότων· ἀλλὰ τουτὶ τὸ ἐν ἀέρι τε καὶ ἐγκόσμιον, περὶ οὗ φησι καὶ αὐτὸς ὁ Σωτήρ "Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ "ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· "οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος." ἐγὼ τοίνυν, φησὶν, ὁ νεφέλας συνάγων καὶ στερεῶν βροντὴν, καὶ "ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν," ὁ φανερὸν καθιστὰς ὃν ἂν ἐθέλοιμι τοῖς τῆς βασιλείας ἐναβρύνεσθαι θώκοις. οὐκοῦν Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυρι- ευόντων, ὁ φύσει Θεὸς, αὐτὸς ὁ ποιῶν ὄρθρον, τουτέστιν ἡμέ- ραν ἤτοι φῶς, αὐτὸς ὁ ποιῶν ὁμίχλην, τουτέστι, σκότος ἢ νύκτα· αὐτὸς ὁ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, ὁ παντὸς ἐπηρμένου καὶ ὑψηλοῦ κρείττων τε καὶ ὑπερκείμενος, ὄνομά τε πρέπον καὶ πολὺ λίαν ἐοικὸς τῇ ἑαυτοῦ δόξῃ φορῶν, τὸ Κύριος παντοκράτωρ. Θέα δὴ οὖν, ὅσην ἐφ' ἡμᾶς ποιεῖται τὴν ἡμερότητα καὶ φιλανθρωπίαν ὁ τῶν ὅλων Θεός. ἐπαρτήσας γὰρ τὴν ἀπειλὴν, καὶ τὰ μὲν ὡς ἤδη γέγονε, τὰ δὲ ὡς ἔσται προει- ρηκὼς, καλεῖ πρὸς ἐπίγνωσιν, καὶ μυσταγωγεῖ τὸν ἐκκε- κλικότα, καὶ ἀνακομίζει πρὸς σύνεσιν τὸν ἐξ ἀμαθίας ὠλι- σθηκότα· καὶ τοῖς οὐκ εἰδόσι τὸν φύσει τε καὶ ἀληθῶς ∆εσπότην, ἀπό γε τοῦ πάντα δύνασθαι κατορθοῦν καὶ κατ- 1.453 άρχειν τῶν ὅλων, ἑαυτὸν καθίστησιν ἐναργῆ. τοῦτο δὲ ἦν "πόνῳ καὶ μάστιγι" σωφρονίζοντος, μόνον δὲ οὐχὶ καὶ ἀνεθελήτως αὐτοὺς καταπαιδεύοντος εἰς ἐπιστροφὴν, καὶ τὰ δι' ὧν ἦν εἰκὸς ἀναμαθεῖν δύνασθαι τὰ ἀμείνω φρονεῖν, χρησίμως ἐπάγοντος. 9Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι οὐ μὴ προσθῇ τοῦ ἀναστῆναι. παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.9 Οἱ μακάριοι προφῆται τὰ κακὰ τὰ κατά τινων ἐσόμενα προαναμανθάνοντες, εἶτα δειμάτων ἐντεῦθεν ἀναπιμπλάμενοι καὶ ὑπεραλγοῦντες ὡς ἀδελφῶν, θερμοτέρας ἔσθ' ὅτε ποιοῦν- ται τὰς ἐπιπλήξεις, μονονουχὶ δάκνοντες ἐξ ἀγάπης, καὶ δι- ανιστάντες εἰς νῆψιν τῇ προαγορεύσει τῶν ὅσον οὐδέπω συμβησομένων. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ἐπιτελεῖ, λέγων μὲν ὡς ἐξ ἰδίου προσώπου, πλὴν οὐχὶ τὰ ἀπὸ γνώμης ἰδίας, ἀλλ' ὡς ἐκ θείων χρησμῳδημάτων. ταύτῃτοί φησιν Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον ὃν ἐγὼ