τοῦ βασιλέως ἡ δύναμις ἐκποδών τε ἀπῴκισται, καὶ αὐτῶν γε δὲ τῶν Οὐενετῶν ἡ δύναμις ἐς τὰ μάλιστα ἤθροισται. εἰ γὰρ τὸν βασιλέως θεράποντα ἐπιόντα σφίσιν οὐχ οἷοί τε ἐγένοντο δέξασθαι, τί ἂν γένοιτο, εἰ βασιλεὺς σὺν ταῖς θύραις αὐτοῦ ἐσβάλλοι ἐς Πελοπόννησον; ἦ δῆλα, ὡς οὐκ ἂν ἔτι σφίσιν αὐτοῖς ὑπόλοιπον ὑπολειφθείη ἐν Πελοποννήσῳ χωρίον, ὃ μὴ ἀνάστατον γένηται ἀπολούμενον ὑπὸ τοῦ βασιλέως. νῦν, ὡς ἐν Θερμοπύλαις ἀφικό 2.306 μενος ἐπύθετο, ὡς ἀπολιπόντες τὸν Ἰσθμὸν οἴχοντο οἱ Οὐενετοί, ὡς ἦρος ἐπιφανέντος αὐτίκα ἵν' ἔλθωσιν ἐπὶ Εὔβοιαν, καὶ τάδε πάντα ὑφ' αὑτῶν ποιησόμενοι. εἰ οὖν παρέχοντος βασιλέως συγγνώμην, ἐφ' οἷς ἐξηπατήθητε ὑπὸ τῶν κάκιστ' ἀπολουμένων Πελοποννησίων, τῶν πρὸς Οὐενετοὺς τετραμμένων καὶ οὐδ' ὁτιοῦν ὑγιὲς τῇ χώρᾳ τῇδε διανοουμένων· οἶδα γάρ, ὡς ἐπετέλλετο βασιλεὺς τῶν ἀπὸ Πελοποννήσου μηδενὶ μηδαμῶς ἀεικὲς ἐπιφέρειν, ὥστε ἀνδραποδίζεσθαι ἢ ἄλλο τι ἀνήκεστον ποιεῖν, ἀλλ' ἐμμενόντων ὑποστρέφοντες ἐς τὸν χῶρον αὐτοῦ ἕκαστος καὶ εἰς τὰ οἰκεῖα. καὶ εἰ μὴ τούτῳ πείσονται, καὶ αὐτὸς ἅμα τοῖς Οὐενετοῖς περιόψεται, πέμπων αὐτοὺς ταῦτα ἁμαρτάνοντα." οἱ μὲν ἐπείθοντο, καὶ κρύφα τῶν Οὐενετῶν ὑποστρέφοντες ἔμενον ἐν τοῖς οἰκείοις. οἱ δὲ δεινῶς κατεχόμενοι ἐν τῷ Ταινάρῳ ἐπέμενον, πεύσεσθαί τι ἀπὸ Παιόνων. οἱ γὰρ Οὐενετοὶ τούς τε Πελοποννησίους καὶ τοὺς ἑτέρους παραμυθοῦντες, ὡς οἱ Παίονες ἐξέλθωσιν αὐτίκα ἀπὸ τοῦ Ἴστρου, καὶ αὐτοὶ ἀναβῆναι ἐς τὸν Ἑλλήσποντον. ἀπελαύνοντος μέντοι τοῦ ἡγεμόνος τοῦ βασιλέως, αὐτῶν Οὐενετῶν τριήρεις ἀνῄεσαν ἐς Λῆμνον ἐποτρύνοντος τοῦ Κομνηνοῦ, ἀνδρὸς ἀρίστου, καὶ αὐτοῦ ἐν τῇ Λήμνῳ τὴν ἀκρόπολιν κατακρατοῦντος καὶ τὴν πάλαι πολίχνην τῆς Λήμνου ὑφ' αὑτῷ ποιησαμένου. ἐς λόγους δὲ ἐλθόντες οἱ τῆς Λήμνου προεστῶτες, ὥστε χρήμασιν ἐξωνήσασθαι τὸ χωρίον, ἔφθησαν οἱ Οὐενετοὶ παραλαβόντες τὴν ἀκρόπολιν, καὶ τόν γε ἄνδρα τοῦτον ἀγαθὸν γενόμενον μετεπέμψαντο ἐς τὸν Ἰσθμόν. τούτου δὴ οὖν ὑποτιθεμένου ἀνέπλευσαν ἐς τὴν Λῆμνον οἱ Οὐενετοί, καὶ αὐτός τε 2.307 ἀπὸ τῆς ἠπείρου στρατῷ ἐπελάσας, ἀπήλαυνεν ἕκαστος τῆς πόλεως. καὶ ὡς ἀνέπλευσαν, παρέλαβον πόλιν τὴν Κέρκηδαν, καὶ τούς τε ἄρχοντας Τζαμπλάκονας ἀφῆκαν, φρουράν τε ἐγκαταλιπόντες, καὶ ἐπισιτεῖσθαί σφίσι τε αὐτοῖς καὶ ταῖς ἐν τῇ Πελοποννήσῳ πόλεσι. καὶ ᾤχοντο ἀπιόντες ἐπὶ Πελοπόννησον. ταῦτα μὲν τοῦ χειμῶνος τούτου ἐς τὴν Πελοπόννησον ἐγένετο.