180
τῆς δόξης αὐτοῦ. Καὶ ∆αβὶδ δέ φησι· Πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Τίνες δὲ οἱ τοὺς ᾄδοντας τὸν καινὸν ὕμνον ἱστάντες, καὶ πρὸς χορὸν συγκαλοῦντες πνευματικόν; Οἱ τὴν θάλατταν πλέοντες διὰ τὴν τέχνην ἀπόστολοι. Καὶ ὅτι τὴν καθ' ἡμᾶς περιπλέοντες θάλατταν, ποτὲ μὲν ἐν νήσοις ἐκήρυττον, ποτὲ δὲ τῆς Ἰταλίας καὶ Ἱσπανίας ἐπέκεινα. Ἔπλεον δὲ καὶ τοῦ βίου τὴν θάλατταν, ἐν νήσοις ταῖς τῶν ἐθνῶν Ἐκκλησίαις κηρύττοντες τοῦ βίου τὰς προσβολὰς, ὡς κύματα φερούσαις καὶ πνεύματα, περὶ ἧς φησιν ὁ ∆αβίδ· "Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος," καὶ τὰ τούτοις ἑπόμενα. Ἐπεὶ καὶ τοῦ βίου τὰ πράγματα τὸ ἀστάθμητον ἔχοντα, ἄνω κάτω συγχύσει κινεῖται πολλῇ, ἣν διαπλέουσιν οἱ μὴ πρὸς αὐτῆς βαπτιζόμενοι, τῶν δὲ ταύτης κυμάτων ὑπερανέχοντες, δη 2372 λαδὴ τῶν κοσμικῶν πρός γε τοῖς ἄλλοις περισπασμῶν. Εἴποις δ' ἂν νήσους, καὶ τὰς πρὸ τῆς Χριστοῦ παρουσίας πάθεσιν ἀλμυροῖς κατακλυζομένα ψυχάς. Ἐφ' οἷς φησιν· Εὐφράνθητι, ἕρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἢ κατὰ τοὺς λοιποὺς, αἱ πόλεις. Πολλαὶ γὰρ πόλεις ἐν Ἐκκλησίᾳ Θεοῦ, κατὰ τὰς διαφόρους πολιτείας, ἐπινοοῦνται. ∆ιὸ κἀν τῇ τῆς Αἰγύπτου ὁράσει, πέντε πόλεις ἔλεγεν ἐν Αἰγύπτῳ γενήσεσθαι λαλούσας γλώττῃ τῇ Χανανίτιδι. Τινὲς δὲ πόλεις ἐρήμου φασὶ τὰς ἐπιφερομένας, τήν τε Κηδὰρ καὶ τὴν Πέτραν. Ὧν ἡ μὲν Κηδὰρ Σαρακηνῶν πόλις ἐπέκεινα τῆς Ἀραβίας ἐπὶ τῆς ἐσχάτης ἐρήμου. Πέτρα δὲ δεισιδαιμονεστάτη πόλις τῆς Παλαιστίνης· δι' ὧν γνωρίμων οὐσῶν Ἰουδαίοις, δηλοῖ καὶ εἰς τοὺς τὰ ἔσχατα κατοικοῦντας τῆς γῆς φθάσειν τὴν εὐφροσύνην τὴν λογικὴν καὶ εἰς τοὺς ἐσχάτην εἰδωλολατρείαν νοσήσαντας. ∆ιὰ μερικῶν γάρ τινων ἡ Γραφὴ καὶ τοῖς ἀκροαταῖς γνωρίμων τῆς πάσης γῆς τὴν θεογνωσίαν παρίστησιν. Ἔστι δὲ νῦν ἰδεῖν ὡς καὶ παρὰ τοῖς εἰρημένοις Χριστοῦ τυγχάνουσιν Ἐκκλησίαι κατὰ τὴν πρόῤῥησιν. Εἴποις δ' ἂν καὶ τὰς ψυχὰς τὰς ἐστερημένας πάλαι θεογνωσίας ἔρημον λέγεσθαι, ὧν τὴν ἄγνοιαν παρίστησιν ἡ Κηδὰρ σκοτασμὸς ἑρμηνευομένη. Ἃς ὡς φωτισθησομένας εὐαγγελίζεται, ὁμοῦ καὶ διδάσκων, ὡς αἱ πρὸς τὴν παρουσίαν ἀπομαχόμεναι τοῦ Σωτῆρος ψυχαὶ, τὸ πρὸς αὐτὸν σέβας ὁμολογήσουσιν. Χωρίον γὰρ ἡ Κηδὰρ τοῦ γένους Ἡσαῦ τοῦ διατελέσαντος ἐν πολέμῳ πρὸς Ἱερουσαλὴμ, καὶ τὸν νόμον τὸν ἐν αὐτῇ. Καὶ ἄλλως δὲ, οἱ κατοικοῦντες Πέτραν εὐφρανθήσονται. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Περὶ πάντων δὲ τῶν εἰρημένων φησὶν, ὡς ἐν ὄρεσι στάντες τῶν τοῦ Θεοῦ, δηλονότι λογίων, ἐν ὕψει προσοίσουσιν ὕμνον αὐτῷ, κατὰ τό· "Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών." Καὶ τὰς ἀρετὰς δὲ αὐτοῦ ἐν ταῖς δεδηλωμέναις νήσοις ἀγγελεῖν φησιν· ὅπερ ἐποίουν οἱ μαθηταὶ, ποτὲ μὲν αὐτοῦ τὴν ὑπερκόσμιον δηλοῦντες θεότητα, ποτὲ δὲ τὰς θεοσεβίας ἀγγέλλοντες. Καὶ ἐπειδὴ παῤῥησίᾳ πολλῇ περὶ τούτου χρωμένοις ἤμελλον ἐπαναστῆναι πολλοὶ, καὶ οἱ διὰ τούτων ἐνεργήσαντες δαίμονες, ὡς δὴ σαλευομένης αὐτοῖς τῆς ἀρχῆς, ἀναλώτους αὐτοὺς προαγορεύει γενήσεσθαι, προπολεμοῦντος αὐτῶν τοῦ Θεοῦ. Ἐξελεύσεται δὲ, φησὶν, ὡς ἐπὶ βασιλέως ἐξιόντος εἰς πόλεμον. Ἐπεγερεῖ δὲ ζῆλον, ἢ τὸν παρ' ἑαυτοῦ κατ' ἐχθρῶν τοιοῦτον· γὰρ παρὰ Ζαχαρίᾳ τὸ, "Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν," ἢ τοὺς ὑπὲρ αὐτοῦ ζηλώσοντας, ὁποῖος ἦν ὁ λέγων Ἀπόστολος· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" Καὶ πάλιν· "Ἐμοὶ γὰρ καὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος." Ζηλωταὶ δὲ καὶ 2373 οἱ θεῖοι γεγόνασι μάρτυρες. Ὁ δὲ ζῆλος οὐ πάθος Θεοῦ, ἐπὶ δὲ τοὺς ἡμαρτηκότας ἐκδίκησις. Ὡς ἐπὶ πολεμικοῦ δὲ ἀλαλαγμοῦ, καὶ τὸ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς ἐπενήνοχεν· ὃ δὴ ποιοῦσιν ἢ συμβάλλοντες, ἢ κατορχούμενοι τῶν ἡττημένων. Εἶτα τὴν πολλὴν ἐπὶ τοῖς ἔθνεσιν εἰδωλολατροῦσι μακροθυμίαν δηλῶν ἐπενήνοχεν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἤθελε μὲν γὰρ καὶ πάλαι ῥύσασθαι τούτους τοῦ Σατανᾶ. Τὸν δὲ προσήκοντα καιρὸν περιέμενε, μέχρι διὰ Χριστοῦ τῶν ἡμᾶς νενικηκότων κατεστρατεύσατο. Τοῦτο δὲ τὸ ἐσιώπησα, καὶ ἐπὶ τοῦ λεγεῶνος ἁρμόσει τοῦ παρὰ τοὺς τάφους ἀποκτεῖναι τὸν ἄνθρωπον ἐθελήσαντος· καὶ ἐπὶ τῆς καθόλου κρίσεως,