δὲ καὶ ἐπιστήμης τῶν πολεμικῶν, ἅπερ ἄμφω ἑαυτῷ ἐπιμαρτύρεται νῦν ὁ Αἴας λέγων, ὅτι οὔτε βίᾳ ἡττηθήσεται πρός τινος οὔτε ἀϊδρείᾳ, τουτέστιν ἀνεπιστημοσύνῃ, ἀλλὰ δηλονότι ἐὰν θεὸς ἐναντιωθείη. Καὶ αὕτη ἐστὶν ἡ αἰτία, δι' ἣν ὀτρύνει 2.443 εὔξασθαι τοὺς Ἀχαιοὺς ὑπὲρ ἑαυτοῦ. Τὰ μὲν γὰρ ἀνθρώπινα, φησίν, ἱκανῶς ἡμῖν ἔχει, ἐξευμενιστέον δὲ θεόν, εἴ τί που χολοῦται. (ῃ. 198) Ἰστέον δὲ ὅτι προϋπόκειται ἴδρις ὁ ἐπιστήμων, οὗ στέρησις ὁ ἄϊδρις. τούτου γενικὴ ἀΐδρεως, ὡς ὄφεως, καὶ ἐξ αὐτοῦ ἀϊδρεία, ἔχουσα τὸ δίφθογγον διὰ τὸ προϋπάρχον ˉε, ὅπερ καὶ ἐπὶ τοῦ ἐγχείη καὶ ἐλεγχείη γίνεται. Τὸ δὲ νῆϊς νήϊδος ταὐτόν ἐστι τῷ ἀνεπιστήμων, καὶ γίνεται παρὰ τὸ ˉνˉη στερητικὸν μόριον καὶ τὸ εἴδω εἴσω, τὸ γινώσκω. Καὶ τούτου τεκμήριον ἃ λέγει ἐν τοῖς ἑξῆς ὁ Ἕκτωρ. εἰπόντος γὰρ Αἴαντος μετριώτερον ἐν σχήματι ἀποφατικῷ, ὡς οὐκ εἰμὶ νῆϊς, ἐπάγει ἐκεῖνος ἀλαζονικώτερον καταφατικῶς, ὅτι εὖ οἶδα μάχας, οἱονεὶ λέγων, ὅτι σὺ μὲν οὐκ ἀνεπιστήμων φῇς εἶναι, ἐγὼ δὲ τὸ μεῖζόν φημι, εὖ εἰδέναι. Καθόλου δὲ παρὰ τοῖς παλαιοῖς τὸ νῆϊς στέρησιν τοῦ εἰδέναι δηλοῖ, ἵνα ᾖ νῆϊς ὁ ἄπειρος, ὁ ἄτεχνος, ὁ μὴ εἰδώς, [ὥσπερ καὶ τῷ Ἄϊς Ἄϊδος στέρησις ἔγκειται τοῦ ἰδεῖν.] Τὸ δὲ «νήϊδα οὕτως» καταρριπτεῖ πως τὴν τοῦ Ἕκτορος ἀρετήν. οἱονεὶ γάρ φησιν, ὅτι οὐχ' οὕτω νῆΐς εἰμι, ὡς μὴ δύνασθαι ἀντιστῆναι τῷ Ἕκτορι. (ῃ. 199) Τὸ δὲ «γενέσθαι τε τραφέμεν τε» κατὰ φύσιν ἐνταῦθα κεῖται καὶ οὐκ ἔχει ὑστερολογίαν τὴν ἐν τῷ «ἅμα τράφεν ἠδ' ἐγένοντο». Περὶ δὲ Σαλαμῖνος, ὅτι τε πρόκειται τῆς Ἀττικῆς καὶ οἷα σεμνολογεῖται, δεδήλωται ἐν ἄλλοις, ὥσπερ καὶ ὅτι καὶ Κυπρία ἐστὶ Σαλαμίν. οὐδὲν γοῦν τι νῦν πλέον ῥητέον περὶ αὐτῆς, ὥσπερ οὐδὲ περὶ τοῦ δίηται, ὅ ἐστι διώξῃ. Πολλαχοῦ γὰρ ἐφάνη, ὡς τὸ δίω καὶ ταὐτὸν καὶ πρωτότυπον τοῦ διώκω ἐστίν. (ῃ. 202-5) Ὅτι Ἕλληνες ἐπεύχονται τὸ «δὸς θεέ», ὡς ἐρρέθη, «νίκην Αἴαντι. εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον». ὅπερ καὶ ἀποβαίνει. Καὶ ἔστι τοῦτο οἷον προέκθεσίς τε τοῦ μέλλοντος καὶ δήλωσις τοῦ δραστήριον εἶναι τὴν εὔλογον εὐχήν. Στενολεσχεῖται δὲ τεχνικῶς καὶ ἡ εὐχὴ αὕτη, καθὰ καὶ αἱ κατὰ πλῆθος ἠθοποιΐαι, περὶ ὧν πολλαχοῦ δηλοῦται. (ῃ. 206-10) Ὅτι εἰπὼν «Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ», ὅ ἐστι λαμπρῷ, καθὰ πολλαχοῦ κεῖται, εἶτα παραβολικῶς αὐτὸν σεμνύνων ὁ ποιητής 2.444 φησιν, ὡς «ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχη, σεύατ' ἔπειτα οἷός τε πελώριος ἔρχεται Ἄρης, ὅς τ' εἶσι πόλεμόνδε μετ' ἀνέρας, οὓς θεὸς θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι». ὃ περίφρασίς ἐστι τοῦ «ἔριδι ξυνέηκε μάχεσθαι». (ῃ. 211-3) Ἀποδιδοὺς δὲ τὴν ῥηθεῖσαν παραβολὴν ἐπάγει «τοῖος ἂρ Αἴας ὦρτο πελώριος, ἕρκος Ἀχαιῶν, μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν ἤϊε μακρὰ βιβὰς κραδάων δολιχόσκιον ἔγχος». Καὶ σημείωσαι ταῦτα εἰς ἔκφρασιν στρατιωτικῆς ἐκτάξεως. Ὅρα δὲ καὶ τὸ «ἔρχεται πόλεμόνδε». οὐ γὰρ ἐῴκει ὁ Αἴας Ἄρεϊ θρυπτομένῳ τυχὸν τὰ εἰς τὴν ἐρωμένην Ἀφροδίτην ἢ ἄλλως ἀνιεμένῳ, ἀλλὰ εἰς μάχην ἰόντι, καὶ ταύτην σφοδράν, θυμοβόρου ἔριδος μένεϊ συγκροτουμένην. (ῃ. 214-6) Ἐπὶ δὲ τῇ διαθέσει ταύτῃ τοῦ Αἴαντος «Ἀργεῖοι μέν», φησί, «μέγα ἐγήθεον εἰσορόωντες, Τρῶας δὲ τρόμος αἰνὸς ὑπείληφε γυῖα ἕκαστον, Ἕκτορι τ' αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν». (ῃ. 211) Ἐν τούτοις δὲ σημείωσαι, ὅτι τε πελώριον τὸν Ἄρην εἰπὼν μετ' ὀλίγα καὶ τὸν Αἴαντα οὕτως ἐκάλεσεν, ὡς ἤδη ἐξωμοιωμένον τῷ Ἄρεϊ διὰ τῆς παραβολῆς. (ῃ. 212) Καὶ ὅτι τὸ μειδιᾶν γέλωτος μὲν αὐστηρότερον, σκυθρωπότητος δὲ φαιδρότερον, καὶ ὅτι ἐὰν μειδιᾷ βλοσυροῖς ὁ Αἴας προσώποις, κέκραται ἄρα θυμῷ καὶ χαρᾷ, καὶ ὅτι πληθύνει τὰ πρόσωπα τῷ ἥρωϊ ὁ ποιητής, [οὐ μόνον ἀφελῶς κατὰ τὸν γράψαντα τὸ «πὺξ παίει αὐτὸν κατὰ τῶν προσώπων», ἤγουν κατὰ τῆς ἔνθεν καὶ ἐκεῖθεν παρειᾶς, ἀλλὰ καὶ] ὡς θαρσαλέῳ. τὸ μὲν γὰρ θάρσος διαχέει, συστέλλει δὲ ὁ φόβος. ∆ιὸ καὶ ὁ μὲν θαρσῶν μακρὰ βαίνει, οὐ συμποδιζόμενος τῷ δέει, ὁ μέντοι δειλιῶν ὀκλάζει καὶ ἐπ' ἀμφοτέρους ἵζει πόδας. Ἔοικε δέ πως ἀρχὴν ἐντεῦθεν λαβεῖν ὁ εἰπὼν ὄρεγμα παρηΐδων 2.445 τὴν τοῦ