181
ἡνίκαπερ ἀποδίδωσι τὰ πρὸς ἀξίαν ἑκάστῳ. Τὴν περὶ ἡμᾶς δὲ φειδὼ παρίστησι τοῦ Θεοῦ, τὸ τὴν ἡμετέραν οἱονεὶ σωτηρίαν ὠδίνειν τὰς τῶν ὑποκειμένων οἰκειούμενον φύσεις, ὡς τὰ ἔκγονα ὠδίνουσα, καὶ ταῦτα μηδενὸς ποιοῦντος χρηστότητα κατὰ τὸν ∆αβίδ· Οὐ κατοιήσω τοίνυν δι' ἀγάπην μακροθυμῶν, ὡς ἐκείνη πάσχουσα τέκνων ἐλπίδι, ἠρεμεῖν μὲν παραγγέλλων τοῖς πάθεσιν, πηγαζούσας δὲ ξηραίνων τὰς ἡδονὰς, τοιαύτην αὐτοῖς προσάγων διὰ μετανοίας ἀπὸ τῶν ἀτόπων τὴν ἔκστασιν. Πῶς γὰρ ἄν τις μετανοήσειε μὴ καταγνοὺς ἑαυτοῦ, καὶ τῶν προτέρων παυσάμενος; κατὰ τό· "Ὅτ' ἂν ἀποστραφεὶς στενάξεις, τότε σωθήσῃ." Τοῦτο δὲ πᾶσιν, ὅσον ἐφ' ἑαυτῷ, Χριστὸς ἐπιδημήσας εἰργάσατο· εἰ καὶ τυφλοί τινες, τοῦ φωτὸς παρόντος, διαμένειν ἐσπούδασαν πρὸς τοὺς θείους ἐθελοκωφήσαντες λόγους, καὶ τοῖς εἰδώλοις ἐνέμειναν, κατὰ τό· "Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά." Τὸ δὲ, ἐκστήσω, τινὲς ἢ, ἐπὶ τοῦ τῆς ὑπ' αὐτῶν κρατουμένης γῆς ἔξω ποιήσω, φασὶ, καὶ τῆς περιωρισμένης αὐτοῖς κατὰ πάντων ἀρχῆς, κατὰ τό· "Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω," ἤγουν ἐπὶ τοῦ θαυμάσαι ποιήσω τοὺς ὁρῶντας τὰ κατωρθωμένα. Ἐφ' οἷς καὶ Ἀμβακοὺμ καταπληττόμενος, ἔλεγε· "Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην." Τὸ δὲ ξηρὰν σφηνίζει λέγων· Θήσω γὰρ ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ, οὕτω καλῶν τοὺς παρ' Ἕλλησι σοφοὺς, καὶ ὅσα δὴ περὶ θεῶν ἀνεπλάσαντο. ∆ι' ὧν τοὺς πειθομένους ἐπότιζον ἀνατροπῇ θολερᾷ, κατὰ τὴν Γραφὴν, οὓς καὶ ἔλη καλεῖ, τὸ εὐανθὲς ὁμοῦ καὶ τὸ ἄκαρπον ἔχοντας, οὓς φανεὶς ὁ Χριστὸς ὥσπερ ξηράνας, ἀπράκτους ἀπέδειξεν, καθὰ καὶ Παῦλός φησι· "Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;" ἐξ ὧν καὶ χρηματίζουσαι νῆσοι γεγόνασιν Ἐκκλησίαι τοὺς ἐν Χριστῷ ναυτιλλομένους δεχόμεναι, κατ 2376 αιγίδα φυγόντες χειμέριον, ἐξ ἧς οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις χειμάζονται ταῖς τοῦ βίου περιστάσεσι τῇδε κακεῖσε φερόμενοι. Ξηρανθέντων δὲ τῶν εἰρημένων, οἱ πρὶν τυφλοὶ διεσώθησαν, πρὸς ὁδοὺς ἀχθέντες τὰς εὐαγγελικὰς, ἃς οὐκ ᾔδεσαν πρότερον· οἷς προσεφώνει καὶ Παῦλος· "Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ." Οἷς, καθὰ καὶ Ἰωάννης ὁ Βαπτιστὴς ἔφη, "Ἔσται τὰ σκολιὰ εἰς εὐθείας, καὶ ἡ τραχεία εἰς ὁδοὺς λείας." Προέφη γάρ· "Ὅτι πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται." Καὶ ἀλλαχοῦ δέ φησιν Ἡσαΐας· "Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο," τὴν εὐαγγελικὴν δηλῶν, λείαν τοῖς αὐτὴν πατοῦσιν ὑπάρχουσαν, συμφώνως τῷ· "Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν." Οἷς ἐπαγγέλλεται συνεῖναι διαπαντὸς, κατὰ τό· "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος." Ἀπὸ δὲ τοῦ, Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω, οἱ ἐξηγηταὶ πάντες πρὸς Ἰουδαίους εἰρῆσθαί φασι, τινῶν καὶ ἄνωθεν πρὸς αὐτοὺς εἰρῆσθαι λεγόντων ἀπὸ τοῦ, Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται. Οἵ φασιν, ὡς ταῦτα τῇ ἐρήμῳ, καὶ ταῖς νήσοις, καὶ τῇ Κηδὰρ (ἅπερ ἦν ἀλλότρια τοῦ Ἰουδαίων λαοῦ τῆς προφητείας) ὁ λόγος ἐπαγγειλάμενος τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ, διὰ τῶν ἐπαγομένων ἐδήλωσε λέγων· Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον. Κατὰ δὲ Σύμμαχον· Κύριος ὡς δυνατὸς ἐξελεύσεται ὡς ἀνὴρ πολεμιστής. Ὡς πρὸς ἐχθροὺς δὲ τοὺς Ἑβραίους ὑπογράφει τὸν πόλεμον, καὶ τὸν ζῆλον λέγει τὸν πρὸς αὐτοὺς, περὶ οὗ Μωσῆς ἔλεγε· Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει. Τοῦτον ἐπεγερεῖ τὸν ζῆλον; φησὶν, οἰκειούμενος μὲν τὴν ἔρημον, καὶ τὴν Κήδαρ, καὶ τὰς νήσους, ἀποβάλλων δὲ τὸν Ἰουδαίων λαόν. Λογισμῷ δὲ τοῦτο πράξει, τὴν ἀνθ' ὧν ἐποίησε προσάγων ἀπολογίαν, ὁποῖόν ἐστι· Καὶ βοήσεται πρὸς τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. Τίς δὲ ἡ ἀπολογία; Ἐσιώπησα. Μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐμακροθύμησα γὰρ, ἱκανῶς φέρων αὐτοὺς ἁμαρτάνοντας. Καὶ κατὰ τὸν καιρὸν δὲ τοῦ πάθους, ἐσιώπησα συκοφαντούμενος, ὅτε καὶ ἐκαρτέρησα, ὡς ἡ τίκτουσα. Νυνὶ δὲ καιρὸς