προσώπου ἔκτασιν καὶ πλατύτητα, καὶ ὁ τὸ στόμα πληθύνας Ὁμηρικῷ ζήλῳ ἐν τῷ «ἀμφιπίπτων στόμασι». Τὸ δὲ βλοσυρόν δηλοῖ μὲν δεινότητα προσώπου, ἐξ οὗ καὶ βλοσυρωπός. γράφεται δὲ δι' ἑνὸς ˉσ, ὡς καὶ τὸ μέτρον δηλοῖ. ἐτυμολογεῖται δὲ παρὰ τὸ τὸ βλέμμα ὑποσύρειν. Οἱ δὲ παλαιοὶ βλοσυρόν φασι καὶ τὸ σεμνόν, παρ' οἷς καὶ χρῆσις Νικοστράτου φέρεται αὕτη «νὴ τὴν Ἀφροδίτην, ὦ ξένη, βλοσυράν γε τὴν ψυχὴν ἔχεις». Ὅρα δὲ καὶ ὅτι τὸ προσώποισι μεταπλάσας ὁ ποιητὴς προσώπασι λέγει, ὡς καὶ ἐν τοῖς ἑξῆς τὸ ἐγκάτοις εἰς τὸ ἔγκασι μεταπέπλασται. [Σημείωσαι δὲ ὅτι οὐχ' ὥσπερ ἐν τῷ λίτῳ λιτί, καὶ κλάδῳ κλαδί, καὶ ἐρυσάρματοι ἐρυσάρματες καὶ τοῖς ὁμοίοις, τὸ κατάρχον μὲν σύμφωνον τῆς ληγούσης μένει, ὁ δὲ ἐφεξῆς μεταπλασμὸς τὴν τῆς ἀπαθοῦς λέξεως ἰσοσυλλαβίαν τηρεῖ, οὕτω καὶ ἐπὶ τῶν προκειμένων γέγονεν, ἀλλὰ δισυλλαβίαν ἀπετέλεσεν ἡ τῶν εἰρημένων ποιητικῶν δοτικῶν μετάπλασις ἀναγκαίως πρὸς ἀναλογίας ἔμφασιν. Τοῖς δὲ εἰρημένοις ὅμοιον] καὶ τὸ ὀνείρασιν, ἔτι δὲ καὶ τὸ ἄστρασιν, ὅπερ εἰ ἀπὸ τοῦ ἀστήρ ἀστέρος ἐκλίθη, ἀστράσιν ἂν ἦν, ὡς τὸ πατράσιν, ἀνδράσιν. [Οὕτω δ' ἂν καὶ τὸ μήλοις μήλασιν εἴποι ἂν ὁ φράσας τὸ «μηλάτων ἀπάργματα», ἤγουν μήλων, ὅ ἐστι θρεμμάτων, ἀπαρχάς. 2.446 Εἰ δέ τις νοήσοι καὶ ἄρρητον εὐθεῖαν τὸ πρόσωπας, οὗ δοτικὴ πληθυντικῶν τὸ προσώπασιν, οὐκ ἂν καινοπραγοίη ἐνθυμούμενος τὸ γόνας γόνατος καὶ δόρας δόρατος καθ' Ἡρῳδιανόν. Εἰ δὲ καινὸν τὸ πρόσωπας, τί ἂν εἴη ὁ πρόσωπος, οὗ μνεία ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.] (ῃ. 213) Τὸ δὲ «μακρὰ βιβάς», ἀντὶ τοῦ διϊστῶν εἰς μῆκος πολὺ τὰ σκέλη διὰ θάρσος, ἀνάπαλιν ἔχει πρὸς τὸ «ὀλίγον γόνυ γουνὸς ἀμείβειν», ὃ καὶ ἐπὶ σκέλος χωρεῖν λέγεται. Τὸ δὲ κραδάειν πρωτότυπον τοῦ κραδαίνειν ἐστίν, αὐτὸ δὲ τῆς κράδης ἐξηχεῖται, δι' ἧς ἢ φύλλον δηλοῦται ἁπλῶς ἢ φύλλον συκῆς. (ῃ. 215) Τὸ δὲ «Τρῶας ἕκαστον» Ἀττικῶς ἔχει, ἐκφωνουμένων ἰδίᾳ μὲν τοῦ Τρῶας, ἰδίᾳ δὲ τοῦ ἕκαστον. τὸ μέντοι κοινὸν «Τρώων ἕκαστον.» (ῃ. 216) Τὸ δὲ πατάσσειν ἐν στήθεσι θυμόν, ὅ ἐστι τὰ κατὰ τὴν καρδίαν, ὠνοματοπεποίηται κατὰ μίμησιν ἤχου, ἀφ' οὗ καὶ τὸ πατεῖν καὶ ὁ περίπατος καὶ πάτος, ἡ ὁδός, καὶ πάταγος. ∆ηλοῖ δὲ ἡ λέξις τὸ ποιὸν ἦχον τὴν καρδίαν ἀποτελεῖν ἐν τῷ κραδαίνεσθαι, ἀφ' οὗ καὶ παράγεσθαι αὐτὴ δοκεῖ. Τὴν δὲ τοιαύτην καρδιακὴν κίνησιν διασαφῶν ἐν ἄλλοις ὁ ποιητής φησι «κραδίη δὲ ἔξω στηθέων ἐκθρῴσκει», πατάσσουσα δηλαδή. Λέγεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ τοῦ πλήσσειν, οἷον «ἐπάταξε μαχαίρᾳ», οἱονεὶ ἐθορύβησεν, ἐπατάγησε, κτύπον ἐποίησε πλήξας. Ὅρα δὲ καὶ ὅτι ῥητορι 2.447 κῶς οὐ μόνον τὴν μονομαχίαν τῶν ἡρώων τούτων ὑψοῖ ἐν τοῖς ἑξῆς, ἀλλὰ καὶ τὰ πρὸ τῆς μονομαχίας ἐνταῦθα καινὰ ποιεῖ, τὸν μὲν Αἴαντα μειδιᾶν εἰπὼν βλοσυροῖς προσώποις καὶ ὅσα προερρέθη, τῷ δὲ Ἕκτορι πατάσσειν τὸν θυμόν. Συνδιατίθησι δὲ αὐτοῖς καὶ τὸν λαὸν λέγων, ὡς οἱ μὲν Ἕλληνες μέγα ἔχαιρον τὸν Αἴαντα εἰσορῶντες, Τρῶας δὲ τρόμος ὑπῆλθεν. Ἔνθα ὅρα καὶ τὴν καθ' Ὅμηρον τῶν προσώπων τάξιν. τῶν Ἑλλήνων μὲν γὰρ προέταξε τὸν μέγαν Αἴαντα, εἰπὼν ὅτι ὁ Αἴας μὲν ἐποίει τὰ ῥηθέντα, Ἀργεῖοι δὲ ὁρῶντες ἔχαιρον. κατωτέρω δὲ προέταξε μὲν τοὺς Τρῶας, ἐπήγαγε δὲ τὸν Ἕκτορα. Ἔφη γὰρ «Τρῶας τρόμος ὑπῆλθεν, Ἕκτορί τε θυμὸς ἐνὶ στήθεσι πάτασσε». Τοῦτο δὲ ἐποίησεν Ὅμηρος οὐ μόνον διὰ ποικιλίαν καὶ τὸ ἐκκλίνειν τὴν ὁμοιοσχημοσύνην, ἀλλὰ καὶ ἵνα συνεχὴς αὐτῷ εἴη ὁ λόγος. αὐτίκα γὰρ τῷ Ἕκτορι συνάπτει τὸν Αἴαντα, ὃς τῷ μὲν μειδιᾶν ἀγάλλει τοὺς Ἕλληνας, τῷ δὲ βλοσυρῶς ἔχειν καταπλήττει τοὺς ἐναντίους. (ῃ. 215) Ἐνταῦθα δὲ ὅρα καὶ τὸ «Τρῶας τρόμος ὑπῆλθεν», ὡς κάλλος τι ἐμφαίνει κατὰ τὴν προφοράν, ὅμοιον τῷ «προσήκει προθύμως», καὶ τοῖς τοιούτοις, καὶ ὅτι τρόμος μὲν ἐπὶ δειλίας, ὁμοίως καὶ τὸ τρομέειν. τὸν γὰρ Ἐρευθαλίωνα ἐτρόμεον οἱ Πύλιοι, ὡς προγέγραπται, καὶ τοὺς Τρῶας τρόμος νῦν ὑπῆλθεν, ὃν καὶ ὁ Αἴας ἔπαθε. (ῃ. 217) Τὸ μέντοι τρέσαι καὶ ἀναποδισμόν τινα ἐνταῦθα δηλοῖ, καθὰ καὶ τὸ ἀναδῦναι, εἴγε τῷ Ἕκτορι πατάσσει μὲν θυμός, οὐκ ἔχει δὲ τρέσαι οὐδ' ἀναδῦναι εἰς ὅμιλον. Ἔνθα καί φασιν οἱ παλαιοί, ὅτι πρώτη αὕτη Ἕκτορος ἧττα τὸ πατάσσειν