182
ἀνταποδώσεως. ∆ιὸ ἐκστήσω καὶ ξηρανῶ ἅμα. Κατὰ δὲ τὴν Ἑβραΐδα καὶ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐπενήνοχεν· Ἐρημώσω ὄρη, καὶ βουνοὺς, καὶ πάντα τὸν χόρτον αὐτῶν ξηρανῶ. Ὄρη μὲν καὶ βουνοὺς, τοῦ λαοῦ τοὺς ἄρχοντας αἰνιττόμενος, χόρτον δὲ τὰς ἁμαρτίας αὐτῶν, Παύλου λέγοντος· "Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται." Καὶ ἄνω δὲ ἔλεγεν· "Ὡς χόρτος ὁ λαὸς ἐξηράνθη·" καὶ τὰς παρ' αὐτοῖς δὲ νομικὰς διδασκαλίας ποταμοὺς εἰπὼν, Θήσω, φησὶν, εἰς νῆσον. Καὶ τὰ παρ' αὐτοῖς 2377 δὲ λιμνάζοντα λογικῶν ὑδάτων χωρία, ὡς ἕλεσι παραβάλλεσθαι, ξηρανῶ. Ἀπειλήσας ταῦτα, μεταβαίνει πάλιν ἐπὶ τὴν χάριν τὴν δοθεῖσαν τοῖς ἔθνεσι λέγων· Ἄξω τυφλοὺς ἐν ὁδῷ. Καὶ πρόσθε γὰρ ἔφη περὶ Χριστοῦ· "Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν." Τὸ δὲ ὁδῷ, παρὰ πᾶσιν ἑνικῶς ἐξενήνεκται, ἣν ἐδήλωσεν ὁ Σωτὴρ εἰπών· "Ἐγώ εἰμι ἡ ὁδὸς," ἣν ἠγνοοῦμεν τὸ πρότερον. Καὶ τρίβους, τὰς προφητικὰς δηλονότι Γραφὰς, καὶ τοῦ βίου τοὺς ὑπὸ τῆς θείας ὑποβαλλομένους διδασκαλίας. Καὶ τὴν ἄγνοιαν τοῦ Θεοῦ μεταβαλεῖν ἡμῖν εἰς φῶς, καὶ τὰ πάλαι σκολιά τε καὶ ἀσαφῆ τοῦ Θεοῦ λόγια γενήσεσθαί φησιν ὁμαλά. ἐφ' οἷς ἐπήνεγκε, Ταῦτα τὰ ῥήματα ποιήσω αὐτοῖς. Ἀκριβῶς δὲ εἶπεν, οὐ, λαλήσω, ἀλλὰ, ποιήσω. Πάλαι μὲν γὰρ διὰ προφητῶν ἐλελάλητο· νῦν δὲ δι' ἔργων ἐπιτελεῖν ἐπαγγέλλεται. Ἐντεῦθεν ἐπιστρέφει τὸν λόγον ἐπὶ τοὺς πάλαι μένοντας πλησίον Θεοῦ, ἀποστραφέντας δὲ εἰς τὰ ὀπίσω, τοὺς Ἰουδαίους φημί. ∆είκνυσι δὲ ὥσπερ αὐτοῖς τῶν ἐθνῶν τὴν ἐπιστροφὴν, καὶ οἵαν ἔσχον μεταβολὴν εἰς φῶς ἐκ σκότους χωρήσαντες, ὀνειδιστικῶς πρὸς τοὺς εἰδωλολάτρας λέγων· Αἰσχύνθητε αἰσχύνην, καὶ τὰ ἑξῆς. Ὅπερ ἀκριβῶς ἑρμήνευσε Σύμμαχος εἰπών· Αἰσχυνθήσονται αἰσχύνην οἱ πεποιθότες τοῖς γλυπτοῖς. Ὁ δὲ Ἀκύλας, αἰσχυνθήτωσαν. Ὁ δὲ Θεοδοτίων,καταισχυνθήτωσαν. Καὶ γὰρ ἀληθῶς τῶν πρὶν εἰδωλολατρούντων ἐθνῶν μεταβάντων εἰς θεοσέβειαν, τὸ Ἰουδαίων ἔθνος ᾐσχύνθη· καὶ νῦν αἰσχυνθέντες ἐπαύσαντο τοὺς πάλαι τυφλοὺς φωτισθέντας ἰδόντες. Ἐμφατικῶς δὲ λίαν ἔφη περὶ αὐτῶν· Αὐτοὶ δὲ ἀπεστράφησαν οἱ νόμῳ θείῳ παιδαγωγούμενοι, καὶ τὸν τῶν ὅλων ἐγνωκότες Θεόν· ἤκουον γὰρ, "Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν." Καὶ, "Οὐκ ἔσονταί σοι θεοὶ πλὴν ἐμοῦ." Ταῦτα εἰπὼν, ὡς εἰς κωφῶν ὦτα κραυγὴν ἀφιεὶς ἐπιβοᾷ· Οἱ κωφοὶ, ἀκούσατε. Ὡς ἂν δὲ μὴ νομισθῇ περὶ τῶν ἐθνῶν ὁ λόγος εἰρῆσθαι (πάλαι γὰρ ἐκείνοις ταῦτα προσῆν), διορίζεται, Καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου; Ἀνθ' οὗ Σύμμαχός φησι· Καὶ τίς τυφλὸς, εἰ μὴ ὁ δοῦλός μου; καὶ κωφὸς ὡς ὁ ἄγγελός μου; τίς τυφλὸς, ὡς ὁ τέλειος; καὶ κωφὸς ὡς ὁ δοῦλός μου; ∆οῦλον τὸν ἐκ περιτομῆς καλεῖ λαὸν, ἄγγελόν τε καὶ τέλειον κατακρίνων, ὅτι τοιούτους ὑπάρχειν ἠβούλετο. Ὅτι δὲ ἑαυτοὺς ἐτύφλωσάν τε καὶ κωφοὺς ἀπειργάσαντο, παρίστησι λέγων· Ἴδετε πολλάκις καὶ οὐκ ἐφυλάξασθε. Ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Προέφη δὲ καὶ τὸ, "Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε," καὶ τὰ ἑξῆς. Τὸ δὲ ῥητὸν οὕτως ἐξέδωκε Σύμμαχος· Εἶδες πολλὰ, καὶ οὐ φυλάξεις. Ἀνεῳγμένα τὰ ὦτα αὐτοῦ, καὶ οὐ μὴ ἀκούσεις. Κύριος ἠθέλησεν ἵνα δικαιώσῃ αὐτὸν μεγαλῦναι 2380 νόμον, καὶ θαυμάσαι· σαφῶς δηλῶν ὡς περὶ τῶν Ἰουδαίων ὁ λόγος Ἀλλ' αὐτοὶ, φησὶν, ἔνδον ἔχουσι τὴν παγῖδα ἐν τοῖς λογισμοῖς, οὓς ἔκρυπτον κατὰ τοῦ Χριστοῦ βουλευόμενοι. Ἤγουν οὐκ ἐλογίσαντο πῶς ἐξήγαγον αὐτοὺς ἐξ οἴκου δουλείας, καὶ νόμῳ πεπαιδαγώγηκα. Ἢ γὰρ ἂν ἐμεγάλυνον αἴνεσιν, προσάγοντές μοι τὰ χαριστήρια. Νῦν δὲ πρὸς εἰδωλολατρείαν καὶ πᾶσαν ἀδικίαν ἀπέστησαν. ∆ιόπερ ἔλεγεν· "Ὑπέμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησεν δὲ ἀκάνθας." Ὅθεν αὐτοὺς εἰς ἀνάμνησιν φέρει τῶν τοῖς πατράσι συμβεβηκότων. Ἐγὼ μὲν γὰρ εἶδον τὰς ἀσεβείας αὐτῶν. Αὐτοὶ δὲ διηρπασμένοι γεγόνασι εἴς τε προνομὴν τοῖς ἐχθροῖς. Ἡ γὰρ παγὶς, φησὶν, ἐν τοῖς ταμιείοις πανταχοῦ· καὶ ἐν οἴκοις ἅμα ἔκρυψαν αὐτοὺς, δηλονότι τοὺς χωνευτούς. Οἱ γὰρ ἡγούμενοι τοῦ λαοῦ φανερῶς μὲν ζῇν κατὰ τὸν νόμον