αὐτῷ τὸν θυμόν, ὡς καὶ φυγεῖν ἄν, εἰ μὴ προεκαλέσατο χάρμῃ φθάσας αὐτός. ∆ῆλον δὲ ὅτι τὸ ἀναδῦναι ἀνάπαλιν ἔχει πρὸς τὸ καταδῦναι εἰς πόλιν ἐχθρὰν ἢ ὅμιλον. (ῃ. 219-21) Ὅτι ὁ Αἴας, ὃν καὶ Ἀχαιῶν ἕρκος ἔφη, προδραμὼν 2.448 Ἕκτορος «ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, χάλκεον, ἑπταβόειον, ὅ οἱ», φησί, «Τυχίος κάμε τεύχων, σκυτοτόμων ὄχ' ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων», τουτέστι κατοικῶν περὶ τὴν Ὕλην. Καὶ σημείωσαι τὴν τοῦ νοήματος ἀστειότητα. ἕρκος γὰρ Ἀχαιῶν, ὅ ἐστι τεῖχος, εἰπὼν τὸν Αἴαντα, πύργον ἔφη τὸ περὶ αὐτὸν σάκος, μέρος δὲ τείχους ὁ πύργος. (ῃ. 221) Ὕλη δὲ νῦν πόλις Βοιωτίας, περὶ ἧς καὶ προεγράφη ἀλλαχοῦ τε καὶ ἐν τῇ Βοιωτίᾳ. Τινὲς δὲ γράφοντες Ὕδην διὰ τοῦ ˉδ φασι πόλιν εἶναι Ὕδην, ἐν ᾗ ᾤκει Ὀμφάλη, βασίλειον Λυδῶν, τὰς νῦν Σάρδεις, ἱστοροῦντες ὅτι πηρωθεὶς Ὅμηρος μετοικίζεται εἰς Σμύρναν ἐκ Κολοφῶνος, ἐλθὼν δὲ εἰς τὸ Νέον τεῖχος, ὃ ἦν ἀποικία Κυμαίων, καὶ μεταλαβὼν ἐκεῖ τῆς τοῦ Κυμαίου Τυχίου φιλοφροσύνης, ἐνέθετο αὐτὸν τῇ ποιήσει εἰς μνήμην τοῖς ἐντυγχάνουσιν, ὃ δὴ καὶ μόνον τῷ Τυχίῳ ἀντιδοῦναι ἴσχυεν. Ἔστι δὲ καλλίων ἡ πρώτη γραφή. ἐξ Ὕλης μὲν γάρ, φασίν, εἶχεν ὁ Αἴας κτήσασθαι ἀσπίδα, χώρας Εὐρωπαίας, ἔνθα εἰκὸς ἦν καὶ Τυχίον εἶναί τινα σκυτοτόμον γνώριμον, ἐξ Ὕδης δὲ τῆς Λυδίας ἄπορον πῶς εὐπόρησεν. Ὅθεν δὲ ἂν ἦν ὁ Τυχίος, λέγει ὁ ποιητής, ὅτι αὐτὸς ἀπετέλεσε τῷ Αἴαντι σάκος. (ῃ. 222 ετ 224 ς.) Φησὶ γὰρ «ὅς οἱ ἐποίησε σάκος αἰόλον, ἑπταβόειον, τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας, στῆ ῥα μάλα Ἕκτορος ἐγγύς». ἐν δὲ τοῖς ἑξῆς καὶ δεινὸν τὸ αὐτὸ σάκος καλεῖ. (ῃ. 225) Ὅρα δὲ ὅπως τὸ τοῦ Αἴαντος αὔξει θάρσος, εἴπερ Ἕκτωρ μὲν ἔτρεσεν ἄν, ὡς εἴρηται, εἴπερ εἶχεν, Αἴας δὲ οὐ μόνον ἐγγύθεν ἦλθεν, ὡς ἀνωτέρω ἔφη, ἀλλὰ καὶ μάλα ἐγγὺς ἦλθεν Ἕκτορος, ὃ δὴ ἐπίτασίς ἐστι τοῦ ἐγγύθεν ἦλθε. (ῃ. 220) Ἰστέον δὲ ὅτι χάλκεον μὲν τὸ τοῦ Αἴαντος ἔφη σάκος ἀπὸ μέρους τῆς ἐξωτάτω πτυχός. τέτριπται γὰρ καὶ ἡ τῶν τοιούτων ἀσπίδων χρῆσις. Εἰ δ' ἴσως κἀνταῦθα ὁ χαλκὸς σίδηρον συνήθως ἐμφαίνει, εἴη ἂν οὕτω σιδηρόνωτος ἡ τοῦ Αἴαντος ἀσπὶς κατὰ τὴν τοῦ τραγῳδικοῦ Καπανέως. [(ῃ. 221) Τοῦ δὲ οἰκία, ὅ ἐστιν οἴκους, εὐθεῖα μὲν τὸ οἰκίον. Ὥσπερ δὲ οὔτε τὸ θηρός θηρίον, οὔτε τὸ ἴχνος ἴχνιον ὑποκοριστικῶς ἔχει παρὰ τῷ ποιητῇ, ἀλλὰ παρώνυμά εἰσι κατὰ τοὺς παλαιούς, οὕτως οὐδὲ τὸ οἶκος οἰκίον, ὅθεν παρὰ τοῖς ὕστερον ὑποκοριστικὸν 2.449 οἰκίδιον κατὰ τὸ ἄργυρος ἀργύριον ἀργυρίδιον. Χρῆσις δὲ τοῦ οἰκία καὶ παρὰ τῷ πεζογράφῳ Ἀρριανῷ, ὃς πρὸ ὀλίγων μεμνημόνευται. (ῃ. 222) Αἰόλον δὲ σάκος ἢ τὸ δαιδαλθέν, ὡς εἰκός, ἐπιπολῆς εἴς τι κάλλος, ἢ καὶ τὸ ταχύ, οὐχ' ὅτι πάντως αὐτὸ τοιοῦτον, ἀλλ' ὅτι ταχὺ καὶ πρόθυμον εἰς μάχης ὁρμὴν ποιεῖ τὸν στερεούμενον ὑπ' αὐτοῦ, καθὰ καὶ ζυγός που θοὸς εἰρεσίας ὁ ἐπιταχύνων τὴν νῆα διὰ τῶν ἐρεσσόντων ἐπ' αὐτοῦ.] Ἑπταβόειον δὲ ὡς ἑπτάβυρσον. Βόες γὰρ νῦν τὰ ὠμοβόεια, ἤγουν αἱ βύρσαι, [ὅθεν καὶ βόας αὔας, ἤγουν ξηράς, τὰς ἐκ τοιούτων βυρσῶν λέγει που ὁ ποιητής], κληθέντος τοῦ μέρους τῷ τοῦ ὅλου ὀνόματι, ὥς που καὶ ἐλέφας τὸ τοῦ ἐλέφαντος εἴρηται ὀστοῦν. (ῃ. 223) Ἐπάγει οὖν πρὸς σαφήνειαν τοῦ σάκος χάλκεον ἑπταβόειον τὸ «σάκος αἰόλον ἑπταβόειον ταύρων ζατρεφέων, ἐπὶ δ' ὄγδοον ἤλασε χαλκόν», οὐκ αὐτὸς ὁ Τυχίος ἐλάσας, εἴγε σκυτοτόμος ἦν, ἀλλὰ διά τινος χαλκέως τοῦτο ποιήσας. Οὐκ ἀργὸν δὲ κεῖται οὐδὲ τὸ «ζατρεφέων», ἀλλ' ὡς δέον ὂν τοιούτων βοῶν εἶναι καὶ τὰς ἐν τοιαύτῃ ἀσπίδι βύρσας, οὓς ἶφι κταμένους φησὶν ἡ ποίησις. Ὅτι δὲ ζατρεφεῖς οὐ μόνον ταῦροι, ἀλλὰ καὶ σύες καὶ αἶγες καὶ φῶκαι, δηλοῖ ἡ Ὀδύσσεια. Σημείωσαι δὲ καὶ ὅτι τὰς ἔξω τοῦ προκειμένου ἔργου ἱστορίας 2.450 οὐ μόνον διὰ πλατυσμὸν καί τινα πληθυσμὸν καὶ εὐπορίας ἐπίχυσιν ὁ ποιητὴς παρεντίθησιν, ἀλλὰ καὶ εἰς ἐργασίαν ἔστιν οὗ ἐπιχειρηματικὴν καὶ εἰς πολυπειρίας ἔνδειξιν καὶ ἀκροάσεως παίδευσιν, πολλὰς δὲ καὶ εἰς μνήμην τινῶν συνήθων αὐτῷ, καὶ ταύτην ἢ ἀγαθήν, ὡς ἐπί τε ἄλλων φαίνεται καὶ ἐνταῦθα ἐπὶ Τυχίου, ὃν ἐφίλει, ὡς εἴρηται, ἢ φαύλην, ὡς ἐπὶ Θερσίτου ἐρρέθη, τοῦ μεμισημένου αὐτῷ ἐπιτρόπου. (ῃ. 220) Ὅτι δὲ τὸ Τυχίος