183
ἐπλάττοντο, ἐν νῷ δὲ τὴν ἀσέβειαν ἔγκρυπτον. Καὶ ἐν οἴκοις ἔχοντες ἀγάλματα λάθρα τὸ σέβας προσέφερον. ∆ιὸ πρὸς Ἰεζεκιήλ φησιν ὁ Θεός· "Υἱὲ ἀνθρώπου, ὄρυξον. Καὶ ὤρυξα δὴ ἐν τῷ τοίχῳ καὶ εἶδον. Καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ' αὐτοῦ κύκλῳ. Καὶ εἶπεν πρός με· Ἑώρακας, Υἱὲ ἀνθρώπου. Μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ ἃ ποιοῦσιν ἕκαστος ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;" διό φησιν, Αὐτοὺς εἰς αἰχμαλωσίαν παρέδωκα. Θεοῦ δὲ προδόντος, τίς ἂν προέστη τὰ διηρπασμένα πραττόμενος, μηδενὸς τοῦτο πράττειν δυναμένου τῶν νομισθέντων θεῶν|; οἰκονομικῶς δὲ μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν, τὴν αἰτίαν ἔφη τῆς ἀποβολῆς Ἰσραὴλ, ἢν δηλῶν ἔλεγε Μωσῆς· "Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει." Καὶ ∆αβὶδ δέ φησι· "Παρεπίκραναν αὐτὸν ἐν τοῖς γλυπτοῖς αὐτῶν," καὶ τὰ ἑξῆς. ∆ιὸ φευκτέον τὰς κατὰ νοῦν παγίδας, ἵνα μὴ δαίμοσι γενώμεθα προνομὴ, διὰ τῶν ἐν ἡμῖν κινουμένων παθῶν, κατὰ τό· "Ἐὰν πνεῦμα ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς." Εἶτα, ἐπειδήπερ ὡς κωφοῖς ἐλάλει, ἀπορῶν ἀκροατῶν ἐν αὐτοῖς λέγει· Τίς ἐν ὑμῖν ἐνωτιεῖται ταῦτα; Εἰ γὰρ καὶ μήπω πάρεστι τῶν πραγμάτων ἡ ἔκβασις, ἀλλ' ἐν τοῖς ἐπιοῦσιν ἐπιτελεσθήσεται χρόνοις· τίς οὖν ζητήσει τὸ αἴτιον τῆς διαρπαγῆς τοῦ λαοῦ, ὥστε εἰπεῖν τὸ, Τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακώβ; οὐδεὶς δὲ τοῦτο πέπραχεν, ἢ αὐτὸς ᾧ ἡμάρτοσαν, καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι. Καλούμενοι γὰρ εἰς τὰς εὐαγγελικὰς ὁδοὺς, οὐχ ὑπήκουον· οὐδὲ τοῦ τῆς Καινῆς ∆ιαθήκης ἀκούειν ἤθελον νόμου. ∆ιὸ κατίσχυσεν ἐπ' αὐτοὺς πόλεμος. Πάλαι μὲν γὰρ πρὸς καιρόν τινα πολεμούμενοι, αὖθις ἀνελάμβανον ἑαυτοὺς, ὡς καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὸ ἐν αὐτῇ συνεστάναι βασίλειον. Νῦν δὲ, ὅτε ἔξωθε, καὶ ὁ τῶν ψυχῶν ἐπ' αὐτοὺς κατίσχυκε πόλεμος, καὶ τῶν κακῶν τούτων οὐκ ἐλογίσαντο τὴν αἰτίαν. 2381 Τινὲς δὲ καὶ ταῦτα πάλιν ἐπὶ τῆς ἐπ' Ἀσσυρίων ἁλώσεως ἔλαβον, οἳ καὶ τὸ μὲν ἀκούειν, τὸ ψιλῶς ἀκροᾶσθαί φασι. Τὸ δὲ ἐνωτίσασθαι, τὸ τῇ διανοίᾳ παραπέμψασθαι λόγον ἐμφρόνως ἀκούοντας, ὁποίους νῦν ἀκροατὰς ὁ προφήτης ζητεῖ, κατὰ Παῦλον εἰδότας ὅτι τυπικῶς ἐκείνοις συνέβαινεν, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, ὅπως ἂν τὸ τοῖς ἴσοις ἁλῶναι φυλάξωνται. Ἐν ἐμφάσει δέ φησιν, ὅτι παρέδωκεν Ἰακὼβ, ὃν ἐξ Αἰγύπτου διέσωσεν ὑπὲρ οὗ τοσαῦτα κατ' ἐχθρῶν ἐγένετο θαύματα. Τὸν οὖν εἰωθότα νικᾷν τίς ὑποπεσεῖν ἐποίησε τοῖς ἐχθροῖς, καὶ διὰ ποίαν αἰτίαν; ἡ δὲ τοῦ τίς ἐρώτησις, ὁμολογίαν ἔχει σαφῆ, ὡς Θεὸς ὁ δράσας, ἀνθ' ὧν αὐτὸν ἐγκατέλιπον. Πλὴν δέον αὐτοὺς μὴ ἁμαρτεῖν, οὐδὲ παθόντες ἐνουθετήθησαν. ∆ι' οὓς Ἱερεμίας φησί· "Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν." ∆ιὸ καὶ λέγοντος αὐτοῦ τοῖς ὑπολειφθεῖσιν ἐκ τῆς ἁλώσεως μὴ κατελθεῖν εἰς τὴν Αἴγυπτον, αἱ τούτων γυναῖκες ἀναισθήτως ἔχουσαι τῆς ὀργῆς, ἐβόων· Οὐκ ἀπέστειλέ σε Κύριος. Προσέφασκον δὲ, Ἐπειδὴ διελίπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, κατείληφεν ἡμᾶς τὰ κακά. Οὕτως ἀναισθήτως εἶχον, κατισχύσαντος αὐτῶν τοῦ πολέμου, καὶ τῶν κύκλῳ καταφλεγόντων αὐτούς. Ὡς καὶ ἀλλαχοῦ φησιν ὁ παρὼν προφήτης· "Αἱ πόλεις ὑμῶν πυρίκαυστοι." Ἃ δή φησι νῦν αὐτοὺς πεπονθέναι, οὐκ ἀσθενήσαντος σώζειν αὐτοὺς τοῦ Θεοῦ. ∆ηλοῖ δὲ τὰ φθάσαντα θαύματα. Ἀλλ' οὐδὲ δικαιοπραγοῦντες πεπόνθασιν, ἀλλ' ὅτι τὸν αὐτοῖς δοθέντα νόμον παρέβησαν. Ὃ μὴ νοοῦντες, ἐμείνατε, φησὶ, τοῖς δεινοῖς συνεχόμενοι. ΚΕΦΑΛ. ΜΓʹ. αιγʹ. 9Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, Ἰακὼβ, καὶ ὁ πλάσας σε, Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου. Ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλείσουσί σε. Καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇσ9, κ.τ.λ. Ἀνοίκεια ταῦτα τῶν περὶ τοῦ ἐκ περιτομῆς ἀρτίως εἰρημένων λαοῦ, οὓς ἀπεκάλει τυφλοὺς, καὶ κωφοὺς, καὶ διηρπασμένους. Οὐκοῦν νῦν ὁ λόγος περὶ τοῦ κρείττονος τάγματος τῶν ἐκ περιτομῆς πιστευσάντων. Εἰ γὰρ κἀκεῖνοι, φησὶ,