184
τοιοῦτοι γεγονότες, τοιαῦτα πεπόνθασιν, ἀλλ' ὑμεῖς οἱ τὸν ἑαυτῶν ποιητὴν καὶ πλάστην ἐπιγνόντες, ἀκούσατε, ποίημά τε καὶ πλάσμα τὸ ἐν ὑμῖν τετηρηκότες ἀλώβητον, ὡς οἰκείως ἀκούειν Ἰακώβ τε καὶ Ἰσραήλ. Ἐγὼ γὰρὁ ποιήσας μέν σε κατὰ ψυχὴν τὴν κατ' εἰκόνα πεποιημένην, πλάσας δέ σου καὶ τὸ ἐκ γῆς σῶμα ληφθὲν, ὃς καὶ αἷμα παρασχὼν ὑπὲρ σοῦ τὸ ἐμὸν, ἐλυτρωσάμην σε κτῆμα ἴδιον ποιησάμενος. Ὧν ἠξιωμένος βάδιζε ἣν ἐκελεύθης ὁδὸν εὐαγγελιζόμενος. Κἂν ἀνθιστῶσί τινες, θάῤῥει μὴ δεδιώς. "Ἰδοὺ γὰρ 2384 ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἔως τῆς συντελείας τοῦ αἰῶνος." Μιμούμενος τοίνυν ἐμὲ, τὸν ἄλλαγμά σου τὸ αἷμα τὸ ἐμὸν ποιησάμενον, ἄλλαγμα γένου καὶ αὐτὸς τῶν διὰ σοῦ καλουμένων ἀσεβεστάτων τε καὶ μέχρι τῶν ἐσχάτων οἰκούντων τῆς γῆς. Ὧν τῶν μὲν Αἰγύπτιοι, τῶν δὲ Αἰθίοπές τε καὶ οἱ τὴν Συήνην οἰκοῦντες παράδειγμα. Σαβὰ δὲ ἀντὶ Συήνης ἐξέδωκαν οἱ λοιποί· οὕτω γὰρ ἐδοξάσθης δι' ἀγάπην ἐμὴν ὡς διὰ σοῦ πάντας κληθῆναι. Σαβὰ δὲ ἔθνος Αἰθιόπων οὗ ἡ βασίλισσα πρὸς Σολομῶνα παρεγένετο. Τούτους οὖν ὑπὲρ σοῦ, ἢ ἀντὶ σοῦ, πάντας ἐκτησάμην. Ἀπολέσω δὲ τοὺς πολεμήσοντάς σε διὰ τὸ κήρυγμα, λαούς τε καὶ ἄρχοντας. Θάῤῥει τοιγαροῦν. Καὶ τὰ σὰ γὰρ τέκνα, ἃ κατὰ Θεὸν σπείρας, καθ' ὅλης τῆς οἰκουμένης ἐγέννησας, εἰς πόλιν μου συνάξω τὴν ἐπουράνιον, μετεώρους δι' ἀέρος ἀναλαβὼν, ὡς πτηνοῖς ὑποκουφιζομένους ἀνέμοις, ταῖς ἀγγελικαῖς δηλονότι δυνάμεσι. Τοὺς δι' ὑμῶν γὰρ τεχθέντας ἐμοὺς εἶναι παῖδας ὁρίζομαι, τῆς ἐν Ἐκκλησίᾳ τυχόντας ἀναγεννήσεως, οἳ καὶ τῷ ἐμῷ κληθήσονται πάντες ὀνόματι Χριστιανοὶ προσαγορευόμενοι. Χριστὸς γὰρ ὁ ταῦτα διὰ τοῦ προφήτου θεσπίσας. Ἀντὶ δὲ τοῦ, ἐν γὰρ τῇ δόξῃ μου κατέσπευσα αὐτόν· εἰς τὴν δόξαν μου ἔκτισα αὐτὸν, ἐξέδωκαν οἱ λοιποί. Ὡς ἂν οἱ δι' ὑμῶν κληθεὶς δοξάζῃ με λαός. Ἔπλασα γὰρ αὐτὸν ἄπλαστον ὄντα τοῖς τρόποις, ἐφώτισά τε σκότῳ τῆς ἀγνοίας τυφλώττοντα. Τοιαῦτα δὲ τὰ ἔθνη, ἃ πρὸς τὴν ἰδίαν Ἐκκλησίαν συνῆχθαί φησιν, ἐξ ὧν καὶ ἄρχοντες ἐπὶ τὸν λαὸν κατέστησαν τοῦ Θεοῦ. Εἶτα ὁ προφήτης θαύματος ἐφ' οἷς ἐθέσπισε πληρωθεὶς, Τίς ἄρα ἔσται, φησὶν, ὁ μέλλων ποτὲ τούτων τῶν πραγμάτων ὀφθαλμοῖς τὰς ἐκβάσεις ὁρᾷν, καὶ τῶν ἀποτελεσμάτων ἔσεσθαι μάρτυς; ∆ικαιωθήτωσαν μαρτυρήσαντες, ἐπειδὴ κἀγὼ μάρτυς αὐτῶν γενήσομαι, καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Περὶ οὗπερ ἔλεγεν· "Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα." Καὶ ὁ Σωτὴρ δέ φησιν· "Ὃς ἂν ὁμολογήσειεν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατέρος μου, τοῦ ἐν τοῖς οὐρανοῖς." Πρὸς οὓς ἔφασκε πάλιν· "Ὑμεῖς δὲ ἔσεσθέ μοι μάρτυρες ἔν τε τῇ Γαλιλαίᾳ, καὶ τῇ Ἰουδαίᾳ, καὶ τῇ Ἱερουσαλὴμ, καὶ ἕως ἐσχάτου τῆς γῆς." Ταῦτα δὲ, φησὶ, ποιήσω, καὶ τοὺς μάρτυράς μου, καὶ τὸν παῖδά μου, ὃν ἐξελεξάμην, ἀποστελῶ πᾶσιν ἀνθρώποις, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ ἄναρχός τε καὶ μόνος Θεός. Καὶ Χριστὸς γὰρ, καὶ ἀπόστολοι τὴν τοῦ Θεοῦ γνῶσιν ἐκήρυξαν, πίστιν τε καὶ τὴν περὶ αὐτοῦ σύνεσιν. Εἷς δὲ Θεὸς ὁ Πατὴρ, οὐχ ἑτέρας οὔσης αὐτοῦ τῆς ἰδίας δυνάμεως ὅς ἐστιν ὁ Υἱός. Τοιγαροῦν ὡς μάρτυς ὁ Πατὴρ καὶ Θεὸς σώζων, οὕτω καὶ ὁ παῖς, ὃν ἐξελέξατο. 2385 ∆ιόπερ ἐν ἑτέροις ὁ παρὼν προφήτης φησί· "Καὶ ἀποστελεῖ Κύριος αὐτοῖς σωτῆρα, ὃς σώσει αὐτούς. Κρίνων σώσει αὐτούς." Ἀντὶ δὲ τοῦ ὠνείδισα, ἠκούτισά φασιν οἱ λοιποί. Ἀκουστὰ γὰρ ταῦτα κατέστησα προλαβὼν μόνος ὢν ἐν ὑμῖν Θεὸς, καὶ οὐδεὶς παρῆν μοι ξένος ταῦτα θεσπίζοντι διὰ τῶν ἐμῶν προφητῶν, ὡς ὑμεῖς αὐτοὶ γεγόνατε μάρτυρες. Μάρτυς δὲ κἀγὼ, καὶ ὁ παῖς ὁ ἐμός. Συνῆν γάρ μοι θεσπίζοντι, πρὸ τῆς σαρκὸς ἔχων τὴν ὕπαρξιν. Ἀλλ' ἅπερ ἐξ ἀρχῆς ὥρισα, ταῦτα δυνήσεται παρασαλεύειν οὐδείς. Ταῦτα λέλεκται μὲν εἰς πρόσωπον Ἰακώβ τε καὶ Ἰσραὴλ, εἰς δὲ τὸν ἀποστολικὸν χορὸν ἀναφέρεται, καὶ ἐπὶ πάντας τοὺς ἐξ Ἰουδαίων πιστοὺς τοῦ λόγου διήκοντος. Τινὲς δέ φασιν, ὡς ἀγαθὸς ὢν ὁ Θεὸς, οὓς παιδεύων ἀπέβαλε, τούτους προσκαλεῖται δι' ἔλεον, λήθῃ παραπέμπων τὰ πρότερα, καὶ προτιθεὶς ἀρχὴν ἑτέρου καιροῦ, κατὰ τὸ, "Σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε," καὶ τὰ ἐφ' ἑξῆς. Ὡς