185
γὰρ ἐκεῖ τὸ σήμερον, οὕτως ἐνταῦθα τὸ νῦν, ἀμνηστείας ἔχον ὑπόθεσιν, καὶ πραγμάτων ἑτέρων ἀρχὴν ἐσομένων παρὰ Θεοῦ μὴ συγχωροῦντος ἄγαν ἀθυμεῖν, ὡς ἕξοντας τῶν παρόντων μεταβολὴν, ἁπάντων ἀνθρώπων δι' αἵματος λυτρουμένων Χριστοῦ. Ηὐδόκησε γὰρ ὁ Θεὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, κατὰ τὴν Παύλου φωνὴν, δοὺς ἡμῖν καὶ τὸ καινὸν ὄνομα Χριστοῦ τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς. Τί δὲ τοὔνομα; Ἐμὸς εἶ σύ. Χριστοῦ γὰρ εἶναι πάντες λεγόμεθα τῆς πρὶν ἔξω γεγονότες ἀλλοτριώσεως, ἣν ἔσχομεν ἁμαρτάνοντες, καίτοι κατὰ φύσιν ὄντες Θεοῦ. Ἀλλὰ πάλιν ἡμᾶς διὰ τοῦ Πνεύματος ὠκειώσατο ποιήσας ἀναλώτους παντὶ πειρασμῷ. Ποταμοὶ γὰρ καὶ ὕδωρ καὶ φλόγες, τὰς πολυειδεῖς τῶν πειρασμῶν ἐφόδους κατασημαίνουσι. Γέγραπται γάρ· "Ὅτι πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται." Καὶ τοῖς πιστεύσασιν ἔφη Χριστός· "Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ." Καὶ ἐν τῇ παραβολῇ δὲ τῆς ἐπὶ τῆς πέτρας τεθεμελιωμένης οἰκίας· "Καὶ κατέβη, φησὶν, ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι," τοὺς πειρασμοὺς διὰ τούτων δηλῶν. Τὸ δὲ, ἐποίησά σου ἄλλαγμα Αἴγυπτον, δηλοῖ ὡς ἀντὶ τῆς ἐκβολῆς περιεποιησάμην τὰ ἔθνη, ὧν πρώην ἀσεβούντων, μόνος Ἰσραὴλ κλῆρος ὑπῆρχε Θεοῦ. Νῦν δὲ μετέστραπται τῶν πραγμάτων ἡ τάξις, ὅτε τὸν Λυτρωτὴν ἀπέκτειναν Ἰουδαῖοι. ∆οξάσω δέ σε, φησὶ, μετὰ τοῦτο τιμήσας. Κληθήσεται γὰρ καὶ αὐτὸς μετὰ τὴν εἴσοδον τῶν ἐθνῶν, ἡνίκα ποιῶν ὑπὲρ σοῦ, πολλούς σοι δώσω διδασκάλους καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς λέγοντας κεφαλῆς. Κεφαλὴ δὲ τῶν πιστῶν ὁ Χριστὸς, ὅπερ ὑπὲρ σοῦ, καὶ τῆς σῆς ὠφελείας γενήσεται. Τῇ δὲ τῶν Ἰουδαίων ὑπισχνεῖται Συναγωγῇ συνάξειν αὐτῆς τὰ τέκνα. Σῶσαι γὰρ τὰ ἀπολωλότα πρόβατα ἦλθεν Ἰσραήλ. Καὶ τὰ πανταχοῦ διεσπαρμένα λόγῳ δημιουργίας τέκνα Θεοῦ, τοὺς ἐξ ἐθνῶν δηλονότι, οὓς πλανήσας ἀπέστησε Θεοῦ διασκεδάσας ὁ Σατανᾶς. ∆ιὸ εἰπόντος Καϊάφα, "Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ," φησὶν ὁ εὐαγγελιστὴς, ὡς 2388 ἀρχιερεὺς ὢν προεφήτευσεν, ὅτι ἤμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους. Καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Εἴποις δ' ἂν καὶ τοὺς ἐξ ἐθνῶν τέκνα εἶναι τῶν ἐξ Ἰσραὴλ, ἐξ ὧν τῆς πίστεως παρέλαβον τὰ μαθήματα, πανταχοῦ τῶν τῆς οἰκουμένης διεσπαρμένοι κλιμάτων, καὶ πρὸς μίαν Ἐκκλησίαν συναχθέντες καθολικὴν, κωλύοντος Θεοῦ τὴν τῶν ἀγρίων καὶ πονηρῶν πνευμάτων ἀντίστασιν, οἱ πρὶν τυραννοῦντες ἀνανεύειν εἰς Θεὸν οὐκ ἐπέτρεπον. Υἱοὺς δὲ καὶ θυγατέρας καλῶν, τὴν διὰ Χριστοῦ τῶν πιστῶν υἱοθεσίαν παρίστησιν, οὗ δὴ καὶ τοὔνομα πάντες ἐπιγραφόμεθα. Τοῦτον δὲ τὸν λαὸν ἐκτικέναι φησὶ, κατὰ τὸ ἐν Ψαλμοῖς· "Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον." Τοῦτ' ἔστιν ἀνακτιζόμενος, καὶ πρὸς τὸ κατ' εἰκόνα πάλιν ἐπανελθὼν, καινὸς γεγονὼς, καὶ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον. Εἴτις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, κατὰ τὸ, "Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν." Ὃ δὴ νῦν πεποιηκέναι τῇ ἰδίᾳ δόξῃ φησί· δόξα δὲ Πατέρος ὁ Υἱὸς, δι' οὗ, καὶ ἐν ᾧ δοξάζεται λέγοντι· "Ἐγὼ ἐδόξασά σε ἐπὶ τῆς γῆς." ∆ι' οὗ λαὸν τυφλὸν ἐξήγαγε πρὸς τὸ φῶς. Ἥλιος γὰρ ἦν δικαιοσύνης μὴ συγχωρήσας νυκτὸς καὶ σκότους ὑπάρχειν υἱοὺς, ἡμέρας δὲ μᾶλλον, κατὰ τὸν θεῖον Ἀπόστολον. Εἰπὼν δὲ συνήχθησαν, ἐπειδὴ μήπω τοῦτο γεγόνει, προφητικῶς εἰρῆσθαι δήλων τὸ, Καὶ συναχθήσονται. Ὡς γεγονότα γὰρ τὰ πάντως ἐσόμενα λέγειν σύνηθες τῇ Γραφῇ. Οἷόν ἐστι· "Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας." Καὶ τὸ, "∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς." Ἐκ τῆς δὲ τῶν ἐθνῶν Ἐκκλησίας ἄρχοντας ἔσεσθαι, φησὶν ἐπ' αὐτῆς. Κατὰ γὰρ ∆αβίδ· "Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς." Γέγονε γὰρ ἡ μέλαινα λελευκανθισμένη. Καὶ, "Οὗ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις." Ταῦτα μὲν οὖν ἔφη Θεὸς ὧν προαγορεύει γινώσκων τὰ μέλλοντα. Θεοὶ δὲ ψευδεῖς ὄντες οἱ δαίμονες μάτην ὑμᾶς ἠπάτων οὐδὲν αὐτοὶ προγινώσκοντες. Κατηχεῖ γὰρ διὰ τούτων τοὺς ἐθνικοὺς,