186
οὓς εἰς τὸν λόγον παρήγαγε, μάρτυρας λέγων ἔχειν τοῦ προειδέναι τὰ μέλλοντα τοὺς ἰδίους προφήτας. Τοῖς δὲ δαίμοσι τίς μαρτυρήσειεν, ὡς δι' αὐτοῦ τι προειρηκόσι περὶ τῆς Χριστοῦ παρουσίας, καὶ τῆς αὐτῶν καθαιρέσεως; Οὐδένα γὰρ, ὡς ἀληθῆ προειπόντες, ἔχουσι μάρτυρα, ὡς ἂν αὐτοῖς ἀκολουθοῖεν ἀκούοντες αὐτῶν. Τοῦτ' ἔστι, συναινοῦντές τε καὶ πειθόμενοι, ὡς ἐγνωκόσι τὰ μέλλοντα, καὶ τιμωμένοις δικαίως. 2389 Ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι· ὑμεῖς δὲ, ὦ προφῆται, γένεσθέ μοι μάρτυρες· μαρτυρήσω δὲ σὺν υἱῷ κἀγὼ, φησὶν, ἐμαυτῷ. Ἔλεγεν γὰρ ὁ Σωτήρ· "Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν εἰμὶ, καὶ ποῦ ὑπάγω." Καὶ πάλιν· "Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Ταυτὶ δὲ, φησὶ, λελάληκα ὑμῖν, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι." ∆ιὰ γὰρ γνώσεως ἡ πίστις. ∆ιὰ δὲ τῆς πίστεως, ἡ σύνεσις. "Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε," φησίν. Ὢν δὲ ἀΐδιός εἰμι καὶ Σωτήρ. Καὶ προεῖπον ὅτι σώζω, καὶ διὰ Χριστοῦ πρὸς ἔργον ἤγαγον Ὠνείδισα δὲ, φησὶ, τοῖς ἐξ Ἰσραὴλ, ὅτι φιλήδονοι μᾶλλον ὄντες, ἢ φιλόθεοι, τὸν ἐμὸν παρέβαινον νόμον. Ἐγὼ δὲ διὰ πολεμίων ἐφόδου τούτους ἐπαίδευον, ὅτε καὶ τὴν παρ' ἐμοῦ σωτηρίαν ἐζήτουν. Ὅπερ αὐτοῖς ὠνείδισα διὰ τῆς Ἱερεμίου φωνῆς λέγων· "Ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν, Ἀνάστα, καὶ σῶσον ἡμᾶς." Καὶ, "Ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;" Σώζω τοίνυν μόνος ἐγὼ, ὡς δύνασθαι μηδένα τῶν ἐμῶν ἐξαρπάσαι χειρῶν τὸν σωζόμενον· ποιήσω, καὶ τίς ἀποστρέψει; αὐτὸς ἔδωκα γὰρ τὰ ἔθνη, καὶ τίς τοῦτο μεταβαλεῖ πρὸς τὸ μὴ οὕτως ἔχειν; διὸ περὶ τῶν ἑαυτοῦ προβάτων ἔλεγεν ὁ Σωτήρ· "Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα. Καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατὴρ, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατέρος μου." Φωνὴ γὰρ αὐτὴ τῇ προκειμένῃ συνᾴδουσα. Τινὲς δὲ τὸ, ἐποίησα ἄλλαγμά σου Αἴγυπτον, εἰς ὑπόμνησιν εἰρῆσθαι τῆς ἐξ Αἰγύπτου φασὶν ἐλευθερίας. Ὅλα γὰρ ἔθνη τιμωρησάμενος ὑμῶν ἀντικατηλλαξάμην. Τοιγαροῦν ἐπάγει· Ἀφ' οὗ ἔντιμος ἐγένου ἐνώπιον ἐμοῦ, ἐδοξάσθης. Οὐ γὰρ οἰκείᾳ δυνάμει τὰ ἔθνη νενίκηκας, ἐμῇ δὲ ῥώμῃ τε καὶ συμμαχίᾳ, καὶ τὰ πρὸς χρείαν ἀεὶ χορηγήσαντος, ὡς τὰ πέριξ ἔθνη θαυμάζειν καταπληττόμενα. Καὶ νῦν δὲ δράσω τὰ παραπλήσια. Κἂν γὰρ ὡς ἁλουσῶν τῶν ιʹ φυλῶν ὑπεκλύεσθε, χρὴ σκοπεῖν ὡς εἰ γενοίμην ὑμῖν εὐμενὴς, πανταχόθεν πάντες συνάγεσθε, καὶ τὸ τὴν ἀνάκλησιν κωλύσον οὐδέν. Καὶ τὴν ἀρχὴν γὰρ ἐμῆς ἕνεκα δόξης περιεποιησάμην ὑμᾶς, καὶ τὰ πρὸς ἐμὲ τυφλώττοντας ἐλευθερίας ἠξίωσα. Οὐ γὰρ οἴκοθεν κινηθεὶς ᾠκειώθης ἐμοί. Τί οὖν μετὰ τοσαύτην πεῖραν, ὡς μήτε ἰδόντες, μήτε μὴν ἀκηκοότες τυφλώττετε; Ὑπομιμνήσκει δὲ αὐτοὺς, ὡς καὶ πάντα τὰ ἔθνη σὺν Ἀσσυρίοις ἐπεστράτευσαν Ἱερουσαλὴμ θαῤῥοῦντα τοῖς ἰδίοις θεοῖς, παρ' ὧν οὐ βοήθειαν ἔσχον, οὐ τὰς μελλούσας προέγνωσαν ἑαυτοῖς συμφοράς. Ὀγδοήκοντα πέντε γὰρ χιλιάδες τούτων πεπτώκασιν. 2392 Ἡκέτω οὖν τις ταῦτα παρ' ἐκείνων ἀκηκοὼς τῶν θεῶν ἅπερ ἴδετε, περὶ ὧν ὑμᾶς ἐχρῆν γενέσθαι καὶ μάρτυρας ἐπιψηφιζομένου κἀμοῦ. Εἰ δὲ πρὸς τοῦτο, φησὶν, ἀναδύεσθε, ὁ μονογενῆς μου παρέσται Υἱὸς τῶν ἡμετέρων ἐλλειμμάτων εἰς ἀναπλήρωσιν, ὁ καὶ ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν μαρτυρήσας μαρτυρίαν. Καίτοι μαρτυροῦντες ὠφελεῖσθε τὰ μέγιστα πρὸς κατανόησιν τῶν μελλόντων, καὶ θεωρίαν τῆς ἐμῆς θεότητος, ὀμματούμενοι ὡς καὶ σώζω θέλων, καὶ δρᾶσαι μέλλων προλέγω, τοῦτο μηδενὸς ποιοῦντος τῶν λεγομένων θεῶν. Τινὲς δὲ τὸ μάρτυς ἔσται ὁ παῖς μου, Χριστός φασιν ἔργῳ πληρῶν ἃ προεῖπον ὑπὲρ Ἰσραὴλ, καὶ κατὰ τῶν ἐχθρῶν. ιδκηʹ. 9Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ· Ἕνεκεν ὑμῶν ὑποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Οὕτως λέγει Κύριος, ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν,