187
καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον9, κ.τ.λ. Εὐεργετῶν ὑμᾶς, φησὶ, καὶ παιδεῦσαι βουλόμενος, Βαβυλωνίοις παρέδωκα. Εἶτα δείξας ἐλευθέρους, δίκῃ μετῆλθον τοὺς ὑμῖν ἐνυβρίσαντας, ὡς τῶν παρ' αὐτοῖς Χαλδαίων τοὺς μὲν φυγεῖν, τοὺς δὲ δεσμώτας διὰ τῆς παρ' αὐτοῖς ἀχθῆναι θαλάττης, ἑτέρων αὐτοῖς ἰσχυροτέρων ἐπιθεμένων. Τινὲς δέ φασιν ὡς Κῦρος ὁ Βαβυλῶνα λαβὼν, δεσμώτας αὐτοὺς διαποντίους εἰς ὑπερορίαν ἐξέπεμψεν, ἅπερ ἔπραξα τὴν ἐμὴν ἀνθρώποις βασιλείαν ἐπιδεικνύμενος. Ἀντὶ δὲ τοῦ, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν, ὁ Σύμμαχος· Ἐγὼ, φησὶ, Κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραὴλ, βασιλεὺς ὑμῶν. Εἰ μὴ ἄρα τὸν Χριστὸν αἰνίττεται βασιλέα καθεστακέναι, ὃν οἶδεν Ἰσραὴλ καὶ Ἰακὼβ καλεῖν ἡ Γραφὴ, ὥσπερ οὖν καὶ ∆αβὶδ, ὡς ἐκ τοῦ σπέρματος αὐτῶν καταγόμενον. Ἐπειδὴ γὰρ μερικῆς ἐμνήσθη λυτρώσεως τῆς ἐσομένης ἐκ Βαβυλῶνος, ἡνίκα ταύτην εἷλεν ὁ Κῦρος, πρὸς ἥν τις ἔφη προφήτης· "Καθὼς ἐποίησας, οὕτως ἔσται τὸ ἀνταπόδομά σου·" ἐπὶ τὴν διὰ Χριστοῦ τὸν λόγον τελειοτάτην ἀνήγαγε λύτρωσιν, οὐκ ἔθνους ἑνὸς, καθάπερ τὸ πρότερον, καθολικὴν δὲ πᾶσι μέλλουσαν ἔσεσθαι. Ὅτι δὲ πρὸς ἄμφω δυνατὸς ὁ Θεὸς, δεδήλωκε φήσας· Ἐγὼ Κύριος ὁ Θεός. Καὶ τῆς ὅλης δὲ ἀρχόμενος ῥήσεως ἔλεγεν, Οὕτω λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. Θεὸς γὰρ ὢν φύσει, τί μὴ ποιήσει ῥᾳδίως; Ταῦτα μὲν οὖν ἔσται Βαβυλωνίοις μήπω γενόμενα, οὐ νῦν ἀρξαμένου μου τὴν ἐμαυτοῦ δυναστείαν τήν τε περὶ ὑμᾶς ἐπιδείκνυσθαι πρόνοιαν. Καὶ πάλαι γὰρ ἐξ Αἰγύπτου διὰ θαλάττης διήγαγον τοῦ Φαραὼ ῥίψας ἐν ταύτῃ τὴν δύναμιν, ὡς κοιμηθέντας ἐν βυθῷ μηκέτι λοιπὸν ἀναστῆναι, καὶ ὥς τε φλογὶ παρα 2393 πλησίους ἐσβεσμένῳ παραβάλλεσθαι λίνῳ τῷ ῥᾳδίως ἀναπτομένῳ καὶ σβεννυμένῳ τυχὸν ψιλῇ καὶ μόνῃ χειρί. ∆ιήγαγον δὲ τρίβον αὐτοὺς ἐν ὕδατι πρὸς τῇ θαλάσσῃ καὶ τὸν ποταμὸν Ἰορδάνην. Ὃ καὶ θαυμάζων φησὶν ὁ ∆αβίδ· "Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;" Καὶ πάλιν· "Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί." Πῶς δὲ αὐτὸς ἐξήγαγεν ἅρματα καὶ ἵππον; ∆ῆλον γὰρ ὡς τὸν Ἰσραὴλ οἰκείᾳ προαιρέσει Φαραὼ κατεδίωξεν, ἐπειδήπερ εἴρηται παρὰ Θεοῦ πρὸς αὐτόν· "Εἰς τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ." Οὕτω δὲ καὶ τοὺς φεύγοντας τὴν περὶ τὰ γήϊνα σπουδὴν, ὑπό τε τοῦ διαβόλου διωκομένους σώζει παραδόξως Θεὸς βάσιμον αὐτοῖς ἀποφαίνων τοῦ παρόντος βίου τὸν κλύδωνα, τοῖς τούτου περισπασμοῖς οὐ συγχωρῶν κατακλύζεσθαι, οἱονεὶ καταξηραίνων τοὺς ἐπιπίπτοντας πειρασμοὺς, ἵν' ἰσχύσειαν ἐν γῇ γεγονότες ἐρήμῳ νοῦ καταστάσει σχολαίᾳ καὶ καθαρᾷ τὸν ἐξ οὐρανοῦ μὲν ἄρτον φαγεῖν, τὸ δὲ ἐκ πέτρας ὕδωρ πιεῖν· ὅπερ ἐστὶν ἐν μεθέξει γενέσθαι Χριστοῦ, διελθεῖν τε τὸν Ἰορδάνην καὶ γῆς τῆς ἐπηγγελμένης τυχεῖν. Ἀλλ' ἐπὶ τὴν ἱστορίαν παλινδρομήσωμεν. Ταῦτα μὲν οὖν, φησὶ, πάλαι πεποίηκα. Νυνὶ δὲ τὰ ἐν Αἰγύπτῳ καὶ Βαβυλῶνι τῇ τῶν ἐπιόντων ὑπερβολῇ σιγηθήσεται. Ἀντὶ δὲ τοῦ συλλογίζεσθε, Σύμμαχος ἐννοεῖσθε, φησί. Τίνα δὲ τὰ καινὰ, ἃ κατὰ τὸν καιρὸν τὸν ἴδιον γνώσεσθε; Ἐν τῇ ἐρήμῳ ποιήσω ὁδόν. Ἡ γὰρ ἐξ ἐθνῶν Ἐκκλησία πρότερον ἔρημος οὖσα Θεοῦ γνώσεως (ταύτης γὰρ οἱ διδάσκαλοι, φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν) ἔσχεν ὁδὸν τὸν Χριστὸν εἰπόντα· "Ἐγώ εἰμι ἡ ὁδός·" ἢ καὶ τὸ κήρυγμα τὸ εὐαγγελικὸν καὶ σωτήριον. Τὴν δὲ πρὶν αὐτῶν ἐρημίαν ἐδήλωσεν ὁ ∆αβὶδ λέγων· "Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός." Ὥσπερ δὲ ἄνω ἐκ μερικῆς λυτρώσεως ἑπὶ τὴν καθόλου μετῆλθε, τὴν ἀνάδειξιν εἰπὼν τοῦ βασιλέως Χριστοῦ, οὕτω καὶ νῦν ὁδοῦ μνησθεὶς τῆς ἐν ὕδατι, ἐπὶ τὸ Χριστοῦ μυστήριον μετῆλθεν. ∆ιὸ λήθῃ τὰ πρῶτα παραδοῦναί φησι τοῦ βραχυτέρου καλυπτομένου τῷ μείζονι, ὁποῖόν ἐστι καὶ τό· "Ἐκ μέρους γινώσκομεν. Ὅτ' ἂν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται." Λοιπὸν τοῖς πάλαι μεγάλοις ἀντεξετάζει τὰ πολλῷ τῶν μέσων νικῶντα. Ὡς γὰρ ἐποίησα φησὶν, ἐπ' Ἐρυθρᾶς θαλάττης ὁδὸν, οὕτως ἐν τῇ ἐρήμῳ ποιήσαιμι, καὶ ῥεύσουσιν ἐν αὐτῇ ποταμοὶ,