ταῖς τρισὶν ὁρμαῖς ὁ Ἕκτωρ κατάρχει. Πρῶτος γὰρ καὶ 2.460 ἔβαλεν ἔγχει τὸ τοῦ Αἴαντος σάκος καὶ αὖθις ἐν τῷ συμπεσεῖν οὔτασε καὶ λίθον δὲ ἐπαφῆκεν. οὕτω πάνυ σύντομος ἦν καὶ ὀξύς. ∆ραστηριώτερος μέντοι ὁ Αἴας, ὃς οὐ μόνον ἤνεγκεν τὰς τρεῖς προεξορμήσεις, ἀλλὰ καὶ τοσαυτάκις ἐνήργησεν. (ῃ. 273-7) Ἐνταῦθα δὲ σημείωσαι καί, ὅτι δυνάμενος ὁ ποιητὴς καὶ διὰ ξιφῶν ἀγῶνα τοῖς ἥρωσι πλάσασθαι παρεᾷ τοῦτο, ἐμφήνας μόνον ὅτι δύναται. Φησὶ γὰρ ὅτι καὶ ξίφεσιν ἂν αὐτοσχεδὸν οὐτάζοντο, εἰ μὴ ἐκώλυσαν οἱ κήρυκες. (ῃ. 273) Καὶ ὅρα τὸ «αὐτοσχεδὸν οὐτάζοντο», πρὸς διαστολὴν λεχθὲν τῶν πόρρωθεν βολῶν. (ῃ. 277-282) Ὅτι μέσοι ἀμφοτέρων κήρυκες ἐλθόντες, Ἑλλήνων μὲν Ταλθύβιος, Ἰδαῖος δὲ Τρώων, [πεπνυμένω ἄμφω,] καὶ ἀνασχόντες τὰ σκῆπτρα, ὡς ἂν φαίνοιντο παντὶ τῷ στρατῷ, ἔπαυσαν τὴν μονομαχίαν. Τούτων δὲ τῶν δύω κηρύκων, [οἳ καὶ ∆ιός εἰσιν ἄγγελοι,] ὁ Ἰδαῖος παῖδάς τε φίλους τοὺς μονομάχους προσεῖπε, γέρων δηλαδὴ αὐτὸς ὤν, καὶ ἄμφω αἰχμητὰς εἶπεν εἶναι, καὶ ὅτι «νὺξ ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι», ὅπερ προϊὼν καὶ ὁ Ἕκτωρ λέγει, οὐκ αἰδεσθέντος οὐδ' ἐνταῦθα τοῦ ποιητοῦ τὴν καίριον ταὐτολογίαν, ἥτις καὶ εἰς παροιμίαν ἦλθε παρὰ τοῖς μεθ' Ὅμηρον, γλυκέως λεχθεῖσα ὡς περὶ ἐμψύχου τῆς νυκτὸς καὶ συμβουλευομένης τὰ πρὸς ἀνάπαυσιν. Ὅτι δὲ ἡ ποίησις τίμιόν τι τὴν νύκτα οἶδε, φανήσεται καὶ ὅπου ἐρεῖ ὁ ποιητὴς τὸ «αἴδετο γὰρ Ζεὺς μὴ νυκτὶ θοῇ ἀποθύμια ἔρδοι». Πείθεται δέ τις νυκτί, δηλαδὴ ἀλαλήτως ὑποτιθεμένῃ παύσασθαι ἔργων. οὗ τὸ ἀνάπαλιν ἡ ἠὼς ποιεῖ ἐν τῷ φῶς ἀγγέλλειν ∆ιῒ καὶ ἑτέροις. Αὐτὴ γὰρ οὐκ ἀναπαύεσθαι βούλεται, ἀλλά «προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου», καθ' Ἡσίοδον, [ὀρθοῦσα εἰς τὸ ἐργάζεσθαι, ὅθεν καὶ ὁ ὄρθρος παρῆκται. Ἡ μέντοι νὺξ οὐ τοιαύτη, ἀλλὰ γίνεται μὲν ἀπὸ τοῦ νύσσω νύξω ἀποβολῇ τοῦ 2.461 ˉω. Λαλεῖται δέ, φασί, τοῦτο ἀντιφραστικῶς. Οὐ γὰρ νύσσει πρὸς ἔργον, ἀλλὰ μᾶλλον κατατίθησιν, ὡς δηλοῖ, φασί, καὶ τὸ «θοὴ νύξ», ἡ καταθετική. εἰ μὴ ἄρα τοὺς φιλεργοὺς νύσσει κεντοῦσα οἷον καὶ πλήττουσα, ὅτι καταργοῦσι τὸν καιρὸν αὐτῆς.] καὶ τοιαῦτα μὲν ὁ Ἰδαῖος. (ῃ. 284-6) Αἴας δὲ οὐ πείθεται, εἰ μὴ ὥσπερ μάχης, οὕτω καὶ φιλοφροσύνης ὁ Ἕκτωρ κατάρξεται. «Ἰδαῖε», γάρ φησιν, «Ἕκτορι ταῦτα κελεύετε μυθήσασθαι, αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. ἀρχέτω, ἐγὼ δὲ μάλα πείσομαι», τῷ Ἕκτορι δηλαδὴ ἢ τῇ νυκτί. Τοῦτο δὲ καὶ πρὸ τοῦ ἔργου εἶπεν ἐν τῷ «ἀλλ' ἄρχε μάχης ἠδὲ πτολέμοιο». Ἐπὶ γοῦν τούτοις ὁ Ἕκτωρ πείθεται καὶ ἀπαγορεύσας τρόπον τινὰ ὁμολογεῖ τὴν ἧτταν. (ῃ. 282) Ἰστέον δὲ ὡς οὐ νυκτὶ μόνον πείθεταί τις εἰς τὸ σχολάζειν ἀπ' ἔργου, ἀλλὰ καὶ ταῖς μετὰ σταθερὰν μεσημβρίαν ὥραις, εἴ τι προσεκτέον τῷ ἀποφηναμένῳ, ὡς αἱ μὲν ἓξ πρῶται τῆς ἡμέρας ὧραι ἔργων εἰσίν, αἱ δ' ἄλλαι ζῆθι λέγουσι βροτοῖσιν, ὡς τοῦ μὲν ἄχρι μεσημβρίας κόπου οἷον θανατοῦντος, τῆς δὲ ἐφεξῆς ἀνέσεως ζωογονούσης. Τοῦτο δ' ἐσοφίσατο ἐκεῖνος ἐκ τοῦ τὰ ἀριθμητικὰ σημεῖα τῆς ἑβδόμης ὀγδόης ἐνάτης καὶ δεκάτης ὥρας ὁμοῦ παρακείμενα δοκεῖν ἐπιτάσσειν τοῖς ἐργατίναις ἑκάστῳ τὸ ζῆθι, ὅπερ δίχα τῆς ˉθˉι συλλαβῆς ζῆ λέγει ἡ τραγῳδία, οἷον «πλούτει κατ' οἶκον καὶ ζῆ». Ὥσπερ καὶ τὸ δρᾶ μονοσυλλάβως καὶ αὐτὸ ἀντὶ τοῦ πράττε, οἷον «ἄνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς». (ῃ. 277) Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα σχῆμά ἐστι τὸ κατὰ τὸ σιωπώμενον, ἐπινοηθὲν διὰ συντομίαν. Νοητέον γὰρ ὅτι κελευσθέντες οἱ κήρυκες ὑπὸ τῶν ἀριστέων ἦλθον μέσοι, εἰ μὴ ἄρα καὶ ἄλλως ὡς θεῖον γένος εἶχον καὶ οἴκοθεν οὕτω ποιεῖν. (ῃ. 274) Ἄγγελοι γάρ, φησί, ∆ιὸς καὶ ἀνδρῶν, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἶπε. Σημείωσαι δὲ καὶ ὅτι ὁ Ταλθύβιος ἐνταῦθα σιωπᾷ καιριώτατα, ὡς καὶ ἀλλαχοῦ ἕτερα πρόσωπα. Οὔτε γὰρ ἐθέλει τὴν μονομαχίαν παῦσαι νικῶντα τέως ὁρῶν τὸν Αἴαντα, οὔτε μὴν προτρέπειν εἰς μάχην θαρρεῖ, δεδιὼς τὸ ἄδηλον. Οὔπω γὰρ ἀκριβὴς ἡ νίκη. ἄλλως τε καὶ διότι νὺξ ἤδη ἐστίν, ἐν ᾗ πάθοι ἂν ὁ Αἴας ἐπιβουλὴν μᾶλλον ἤπερ ὁ Μενέλαος μεθ' ἡμέραν ἔπαθε, καὶ διότι ἐν νυκτὶ κρίσις τύχης, οὐ τέχνης ἐστίν. Ὁ πᾶς οὖν λόγος τῷ Ἰδαίῳ νενέμηται περισῴζοντι τὸν