βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
γάρ; Εἰ καὶ δεύτε ρον τὸν συναΐδιον τῷ Πατρὶ καὶ ἀριθμοῦ καὶ χρό 110.648 νων ἀνώτερον ὄντα καλεῖ, τῆς ἀληθείας μὴ ἐφικνούμενος, ὅμως ἔννοιαν ἔσχε καὶ ἑτέρου προσ ώπου. Οὐκ ἐνταῦθα δὲ μόνον ἔπαθε τοῦτο, ἀλλὰ καὶ τό· "Θεὸς" καὶ τό· "Κύριος," ἑρμηνεῦσαι πειρώμενος, τῆς βασιλικωτάτης Τριάδος ἔννοιαν ἔσχε. Φάσκων γὰρ, ὅτι εἷς ἐστιν ὁ Θεὸς, οὐ πρὸς τὸν ἀριθμὸν κατέδραμε τῆς μονάδος, ἀλλὰ πρὸς τὸ μυστήριον τῆς ἁγίας Τριάδος, τὸ τῶν μὲν πάντη διαιρετῶν ἑνικώτερον, τῶν δὲ ὄντως μοναδικῶν ἀφθονώτερον· καὶ οὕτω κατὰ κράτος εἷλεν αὐτοῦ τὴν ψυχὴν, ὡς ἀναγκασθῆναι διαῤῥήδην τοῦτο (καὶ) φάναι καὶ ἐν γράμμασι 431 καταλεῖψαι. ∆ύο μὲν γὰρ (εἶπεν) εἶναι τὰς τοῦ ὄντως ὄντος δυνάμεις, ὧν ἡ μὲν ποιητικὴ καὶ τιμωρητικὴ Κύριος, οὐ Θεὸς, ἡ δὲ βασιλικὴ καὶ τιμωρητικὴ Κύριος, οὐ πόῤῥω βαίνων τοῦ φήσαντος· "Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, δύναμις οὐκ ἀνυπόστατος, ἀλλ' ἐνυπόστατος, καὶ παντοδύναμος, καὶ ὑποστάσεως δημιουργὸς, καὶ ἰσοσθενὴς ἐκείνου, οὗ δύναμίς ἐστι. Καὶ πάλιν ὁ αὐτὸς Φίλων περὶ τοῦ θεάματος, οὗ εἶδε Μωϋσῆς, ἐκράζων ἔφη· "Θέαμα ἐκπληκτικώ τατον ὁρᾷ· εἶτα μετ' ὀλίγον κατὰ μέσην τὴν φλόγα μορφήν τινα περικαλλεστάτην ἐμφερῆ οὐδενὶ τῶν ὁρατῶν, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοειδέστε ρον τοῦ πυρὸς ἀπαστράπτουσαν, ἣν ἐάν τις ὑπετόπη σεν εἰκόνα τοῦ ὄντως εἶναι, καλῶς ὑπείληφεν." Εἰ δέ τις περὶ τῆς εἰκόνος ἀκριβῶς μαθεῖν βούλεται. ἀκουέτω Παύλου φράζοντος περὶ τοῦ Υἱοῦ· "Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου." Οὐκοῦν κἀκεῖνος θεολογίας ὀρθοδόξου ἅπτεται; μὴ γὰρ τὴν ἀκρίβειαν ζήτει παρὰ τοῦ δυνηθέντος ὅλως διὰ σύνεσιν εἰλικρινῆ κατοπτεῦσαι τὴν ἀλήθειαν καὶ τῇ οἰκείᾳ θρησκείᾳ ἀπομάχεσθαι· ἀλλ' ἐκεῖνο ἐν νόει, ὅτι εἰς ἓν πρόσωπον οὐ συνέκλεισε τὴν θεο λογίαν ὡς οἱ ἀπαίδευτοι τῶν Ἰουδαίων καθηγηταὶ, προλήψει τινὶ κατεχόμενοι, δογματίζουσιν. Οὐκ ἐκ τούτων δὲ μόνον πληκτικωτάτων ὄντων, εἰς τοσαύ την προήχθη, ὥς γε ἡγοῦμαι, τὴν ἔννοιαν, ἀλλὰ καὶ ἐκ τοῦ· "Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν·" καὶ ἐκ τοῦ· "Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου·" καὶ ἐκ τοῦ· "Ἐκάλεσε Κύριος ἐν ὀνόματι Κυρίου" καὶ 432 ἐκ τοῦ· "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου·" καὶ ἐκ τοῦ· "Ἐν σοὶ 110.649 ὁ Θεὸς, καὶ σὺ εἶ ὁ Θεός." Τοὺς γὰρ λέγον τας, ὅτι μυριάκις ἐστὶν ἅγιος ὁ Θεὸς, καὶ τό· "Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαὼθ," παρερμηνεῦσαι τολμῶντας λαμπρῶς ἐλέγχει τό· "Ἐξε ζήτησα τὸ πρόσωπόν σου, Κύριε, ζητήσω· μὴ ἀποστρέψῃς τὸ πρόσωπον ἀπ' ἐμοῦ." Εἰ μὴ γὰρ τὴν ἁγίαν Τριάδα ἀνεκήρυττεν, ὁ φράσας περιττο λογίας δίκαιος ἂν εἴη ἀπαιτηθῆναι δίκας· οὐ μόνον δὲ ἐν τούτῳ, χρῆναι γὰρ οἶμαι ἐπὶ σαφέστερον ὁρμῆσαι ῥητόν· ἀλλὰ καὶ ἐν τῷ· "Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με." Εἰ μὴ γὰρ ἡ Τριὰς ἐνταῦθα σαφῶς ἐκηρύττετο, ἐχρῆν ῥηθῆναι· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος αὐτῷ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαι αὐτὸν ἐν ἡμέρᾳ θλί ψεώς σου, καὶ ἐξελεῖταί σε, καὶ δοξάσεις αὐτόν. Ἀλλ' οὕτω μὲν οὐκ ἐῤῥέθη· εἴρηται δὲ ὡς εἴρη ται. Σαφῶς διὰ τούτων καὶ δι' ἄλλων πολλῶν (ἅπερ, ἵνα μὴ μακρὸν ποιήσω τὸν λόγον, νῦν παρα λείψω τοῖς ἀκούειν δυναμένοις) κηρύττει ἡ Παλαιὰ ∆ιαθήκη, ὅτι οὐχ ἑνὸς προσώπου σημαίνει δεσπο τείαν, ἀλλὰ τριῶν μὲν ὑποστάσεων, μιᾶς δὲ οὐ σίας, ἵνα καὶ Ἰουδαίων στηλιτεύσῃ τὴν ὡς ἐφ' ἑνὸς προσώπου οὐχ ὑγιῆ ἔννοιαν, οἷς καὶ Σαβέλλιος ἠκολούθησεν, ἴσως ἐκ τῆς ἄγαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἰσότητος, εἰς τὸ μίαν ὑπόστασιν δογμα τίσαι νευρωθεὶς καὶ Ἑλλήνων ἐξοστρακίσαι τὴν πολυθείαν, ὧν Ἄρειος καὶ Εὐνόμιος ἑάλωσαν εἶναι φοιτηταὶ, τὴν τῶν ὑποστάσεων διαφορὰν εἰς τὴν οὐ σίαν παραλόγως ἑλκύσαντες. Εἰ δέ τις φαίη· ∆ιὰ τί γὰρ μὴ σαφῶς καὶ διαῤῥήδην 433 ἐξ ἀρχῆς ταῦτα κεκήρυκται; φαίην ὅτι μάλιστα μὲν τοῖς συνετῶς ἀκούουσιν λαμπρά ἐστιν αὕτη καὶ ἀπό δειξις καὶ διδασκαλία, ὡς καὶ τῷ σοφῷ ἔδοξε Φίλωνι. Εἰ δὲ καὶ συνεσκιασμένως ἐῤῥέθη, ἐκεῖνο λογίζε σθαι χρὴ, ὅτι Ἰουδαίοις τοῖς