188
καθάπερ ἐπὶ Μωσέως, ἐν ἐκείνῃ τῇ πρότερον. Ἀλλ' ἐκεῖ μὲν ὑδάτων, ἐν δὲ ταύτῃ διδασκαλίας τοῦ Πνεύματος. Οἱ γὰρ ταύτην προχέοντες εὐαγγελισταὶ καὶ ἀπόστολοι, ὅσοι τε κατ' Ἐκκλησίαν μυσταγωγοὶ ποταμοὶ χρηματίζουσι. Καὶ κατὰ τὸν ∆αβὶδ εἰρηκότα, "Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν." Ἐπεὶ καθά φησιν αὐτὸς πάλιν, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. 2396 Εἶτα, διά τινων ὀρνέων ἡδυφώνων, ἃ Σειρῆνας ἐκάλεσε, παρίστησι τῶν ἔξω τινὰς σοφοὺς ἐπείᾳ κεκοσμημένους πρὸς Θεὸν ἐπιστρέψοντας· διὰ δὲ στρουθῶν, ἤγουν στρουθοκαμήλων κατὰ τοὺς λοιποὺς, τοὺς ἐν ἐρημίαις καὶ χώραις ἀοικήτοις τὸν Θεὸν εὐλογήσοντας· οὗπερ αἴτιον τὸ τοῦ δοθέντος ὕδατος πεπωκέναι. ∆ι' οὗ σὺν θηρίοις ἀγροῦ πρὸς φύσιν λογικὴν μεταβαλοῦσι καὶ ἥμερον, καὶ τὰς ἐμὰς ἀρετὰς διηγεῖσθαι μαθήσονται, ἢ τὸν ὕμνον κατὰ τὸν Σύμμαχον, οἳ καὶ ἐκλεκτὸν ὑπάρξουσι γένος. Πρὸς οὓς ὁ Πέτρος φησίν· "Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ." Τούτων δὲ παραδόξως οὕτω γεγενημένων, Σὺ, ὦ Ἰακὼβ, οὐκ ἄξιος γενήσῃ τῆς ἐμῆς κλήσεως. Ἢ κατὰ τὸν Σύμμαχον· Οὐ δὲ ἐμὲ ἐκάλεσας, Ἰακώβ. Καὶ οἱ λοιποὶ δὲ συμφώνως. Εὐλογούντων γάρ με τῶν θηρίων καὶ σειρήνων καὶ στρουθῶν, οὐκ εὐλόγησας αὐτὸς, οὐδέ με καλεῖν ὅλως ἠξίωσας. Ἐκοπιάθης δὲ εἰς ἐμὲ κατὰ Σύμμαχον· ἢ κατὰ τοὺς ἄλλους, ὅτι ἐκοπίασας ἐν ἐμοὶ, καίτοι οὐδένα σοι προξενήσαντι κόπον. Ὅσα γάρ σοι παρέχειν ἐνομίζετο κόπον, παρῄτημαι πρότερον εἰπών· "Τί μοι πλῆθος θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμὶ," καὶ τὰ ἐπ' αὐτοῖς. Κἀν τῇ Καινῇ δὲ ∆ιαθήκῃ τοιοῦτον οὐδὲν διὰ τοῦ παιδὸς, ὃν ἐξελεξάμην, ᾔτησα παρὰ σοῦ. Ἀλλ' οὔτε σύ μοι προσήνεγκας. Ἕτερα δὲ ἀνθ' ἑτέρων ἐποίεις. Ἐν γὰρ ταῖς σαῖς ἁμαρτίαις προέστης μου. Ἢ κατὰ τοὺς λοιποὺς, ἐν ἁμαρτίαις σου ἐκάλεσάς με. Ὅρα δὲ κἀν τοῖς προκειμένοις, ὡς τῇ μὲν ἐρήμῳ καὶ τοῖς ἐν αὐτῇ θηρίοις ἀγαθῶν ἐλπίδας εὐαγγελίζεται, τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ' ἀσεβείαις ἐλέγχει, ὃν καλεῖ ξηροῖς ὀνόμασιν Ἰακώβ τε καὶ Ἰσραὴλ, οὔτε δοῦλον οὔτε ἐκλεκτὸν τοῦτον εἰπὼν, ἅπερ ἔλεγεν ἐπὶ τοῦ κρείττονος τάγματος. Ἀλλ' οὐδὲν ἧττον αὐτοὺς ἐπιστρέψαι παρακαλεῖ, συγχωρήσειν αὐτοῖς τὰς ἁμαρτίας ἐπαγγελλόμενος. Τινὲς δὲ τὸ, Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὔτως ἀπέδωκαν· Τῶν ἐν Χριστῷ σωζομένων, καὶ τῆς Καινῆς ∆ιαθήκης μνησθεὶς, οὓς αὐτὸν εὐλογήσειν ἔφη, θηρία καλέσας ἀγροῦ (πνευματικῆς δὲ τρόπος θυσίας ἡ δοξολογία), νῦν πείθει τὸν Ἰσραὴλ, ὡς δὴ λελύτρωται τῆς ἐν Αἰγύπτῳ θητείας, οὐχ ἵνα τὰ δι' αἵματος αὐτῷ προσάγοιεν καὶ καπνῶν· ἀπόβλητα γὰρ ταῦτα καὶ πρὸς σκιᾶς παρείληπται τύπον. ∆ιό φησιν. Οὐ νῦν, ὅτε θύεις, ἐκάλεσά σε, ἤγουν οὐ προσάγοντά σε θυσίας ἐκάλεσα, ὡς μὴ δοκεῖν σε καθάπερ ἀντέκτισίν τινα τῆς προσαγωγῆς ἐσχηκέναι 2397 τὴν λύτρωσιν. Εἰδωλολατρῶν δὲ, δι' ἐμὴν ἀγάπην χάριν ἔσχες τὴν σωτηρίαν. Ἃ δὲ μετὰ ταῦτα προσήνεγκας, οὐδὲν πρὸς ἐμέ. Μόναις γὰρ ταῖς ἐξ ἀρετῶν λογικαῖς εὐαρεστοῦμαι θυσίαις. Καὶ δι' Ἱερεμίου δὲ τοῦ προφήτου φησί· "Τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν συναγάγετε, καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου." Καὶ ἀλλαχοῦ· "Ἵνα τί μοι λίβανον ἐκ Σάβα φέρετε, καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι." Καὶ διὰ τοῦ Ψαλμοῦ δέ φησιν· "Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους." ∆ι' ὧν ἀφίστησιν αὐτοὺς τῶν τύπων εἰς τὴν πολιτείαν τὴν εὐαγγελικὴν συνωθῶν. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐγὼ μὲν οὖν, φησὶν, ὡς ἀγαθὸς ἑτοίμως ἔχω σοι συγχωρεῖν. Σοὶ δὲ τὸ μεμνῆσθαι τῶν ἁμαρτιῶν ἀσφαλὲς πρὸς τὸ μὴ ταύταις ἔτι περιπεσεῖν. Ἐξ οὗ καὶ δικαιοῦσθαι συμβαίνει. "∆ίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ." Καὶ δείκνυσιν ὡς οὐκ οἶδε