διὰ τὰ ἐν αὐτῷ ἀγάλματα. Ὅτι δὲ πενταχῶς λέγεται ὁ ἀγών, ἀριθμοῦσιν οἱ παλαιοί. Ἐνταῦθα δὲ εἰπὼν ὁ Ἕκτωρ ὅτι αἱ Τρῳάδες εὐχόμεναί μοι θεῖον δύσονται ἀγῶνα, ὑπερεξαίρει ἑαυτὸν τοῦ Αἴαντος, μονονουχὶ λέγων ὅτι σὺ μὲν ἁπλῶς εὐφρανεῖς, ὡς ἐρρέθη, τοὺς Ἀχαιούς, ὑπὲρ ἐμοῦ δὲ καὶ εὔξονται οἱ ἐν τῇ Τροίᾳ ἢ καὶ ὅσα θεῷ τινι εὔξονταί μοι, ὡς ἐκεῖ μὲν μὴ ὄντος ἑτέρου τοιούτου, παρὰ δὲ Ἕλλησι πολλῶν ὄντων ἀντιπάλων τῷ Ἕκτορι κατὰ τὰ πρὸ μικροῦ εἰρημένα. Ἴσως δὲ καὶ ἔκφυγεν ἔπος τοῦτο ἕρκος ὀδόντων τὸν Ἕκτορα καὶ οὐκ οἶδεν ὁμολογῶν εὐκτὸν εἶναι Τρωσὶ περισωθῆναι αὐτόν. ∆οκεῖ γὰρ λέγειν ὅτι εὐχόμεναι ὑπὲρ ἐμοῦ εἰσελεύσονται εἰς τοὺς ναούς, ὡς μέγα ὂν καὶ ἐν θεῶν γούνασι κείμενον, εἰ περισωθήσεται. Οὕτω σχηματίζειν οἶδεν ὁ ποιητὴς δεξιῶς. (ῃ. 299-302) Ὅτι φιλότιμος ὁ Ἕκτωρ κἀνταῦθα, ὃς οὐ μόνον προκατάρχει τοῦ δῶρα δοῦναι, ἀλλὰ καὶ ὁρίζει τί ἂν εἴποιεν οἱ θεαταί. Φησὶ γὰρ «δῶρα δέ γε», ἢ «δῶρα δ' ἄγ' ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, ὄφρα τις ὧδ' εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε», κατὰ ἠθοποιΐαν τὴν ἐν κοινῷ, «ἦ μὲν ἐμαρνάσθην», ὅ ἐστιν ἐμάχοντο, «ἔριδος πέρι θυμοβόροιο, ἦδ' αὖτ' ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε». (ῃ. 307-10) Ὅτι δὲ καὶ ἔπαθέ τι γενναῖον ὑπὸ τοῦ Αἴαντος, ἐσίγησεν ἐξ ἀγερωχίας. καὶ αὐτὸς μὲν οὕτω. Οἱ δὲ Τρῶες οἴδασι τὴν τοῦ Αἴαντος ἀρετὴν καὶ ἐχάρησαν, ὡς εἶδον Ἕκτορα «ζῳόν τε καὶ ἀρτεμέα προσιόντα, Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους. καὶ δὴ ἦγον προτὶ ἄστυ ἀελπέοντες», ἢ ἀέλποντες, τουτέστι δυσελπιστοῦντες, «σόον 2.465 εἶναι», [καί που, ὡς εἰκός, διὰ τοῦτο εὐχόμενοι καὶ αὐτοὶ τῷ Ἕκτορι διαφυγεῖν μένος καὶ χεῖρας ἀάπτους τὰς τοῦ Αἴαντος.] (ῃ. 311 ς.) Καὶ οἱ Ἕλληνες δὲ οὐκ ἀπεικότως, καθὰ καὶ ὁ Αἴας, χαίρουσι τῇ νίκῃ, ἣν ὁ ποιητὴς αὐτῷ ἐπιμαρτύρεται ἐν τῷ «Αἴαντα ἑτέρωθεν Ἀχαιοὶ εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ», χαίροντες, οἷα εἰκός, καὶ αὐτοί. Ἐκ δὲ τοῦ τοιούτου χαίρειν, ὡς καὶ προεδηλώθη, καὶ ἡ χάρμη, κατὰ δέ τινας καὶ ἡ μάχη παρὰ τὸ μὴ ἄχνυσθαι. πάντως γὰρ ἐλπίδι τῆς κατὰ τὴν νίκην χαρᾶς ἡ μάχη συνίσταται. (ῃ. 302) Ὅρα δὲ τὸ «διέτμαγεν ἐν φιλότητι», ἀντὶ τοῦ φιλίως διεκόπησαν χωρισθέντες ἀλλήλων καί, εἰπεῖν καιρίως, διακριθέντες, (ῃ. 306 ς.) ὡς δηλοῖ τὸ «τὼ δὲ διακριθέντε, ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν» καὶ ἑξῆς. Ἄλλως γὰρ τὸ διέτμαγε στασιώδης λέξις ἐστίν. Εἶτα ἐν ὀλίγῳ τὸ αὐτὸ ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει τὸ ἀρθμήσαντες, ἤτοι φιλιωθέντες, καὶ διὰ τοῦ ἐν φιλότητι διατμαγῆναι εἰς ἀρθμόν, ἤγουν ἁρμονίαν φιλικήν, ἐλθόντες ἀλλήλοις. ὡς γάρ ἐστι συμπλοκὴ μάχιμος, οὕτω καὶ φιλικὴ διάτμηξις. (ῃ. 308) Ἀρτεμέα δὲ λέγει τὸν ὑγιῆ καὶ ἄρτιον, ἐξ οὗ παρῆχθαι δοκεῖ καὶ ἡ Ἄρτεμις, ὡς προείρηται. (ῃ. 310) Ὅρα δὲ ἐν τῷ τόπῳ τούτῳ καὶ τὸ ἄγειν, οἷον «οἳ δ' ἦγον προτὶ ἄστυ», οὐ δηλοῦν ἁφήν τινα, ὁποῖόν τί ἐστι τὸ κρατεῖν ἢ βαστάζειν ἢ εἴ τι τοιοῦτον, ἀλλ' ἁπλῶς ληφθὲν ἀντὶ τοῦ προῆγον ἢ εἶχον συνόντα καὶ ἐφεπόμενον. Ἐκ δὲ τοῦ τοιούτου ἄγειν καὶ ὁ ἀρχηγὸς γίνεται καὶ ὁ στρατηγὸς καὶ τὰ ὅμοια. πολλὴ δὲ τοιαύτη χρῆσις ἐν τῷ Καταλόγῳ τῶν νηῶν. (ῃ. 312) Τοῦ δὲ κεχαρηότα 2.466 ὁ ἐνεστὼς χαρῶ χαρήσω, οὗ πατὴρ δεύτερος μέλλων ὁ χαρῶ ἐκ τοῦ χαίρω, ἀναδραμὼν εἰς ἐνεστῶτα, ὡς ἐν πολλοῖς γίνεται, ὁποῖόν τι καὶ τὸ δραμῶ δραμήσω, ἐξ οὗ τὸ συνδεδραμηκέναι, καὶ τὸ τυχῶ τυχήσω καὶ ἄλλα ὅμοια. (ῃ. 306 ς.) Ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται καί τι καινότροπον σχῆμα σύνηθες Ὁμήρῳ τὸ «οἳ δὲ διακριθέντες, ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν ἤϊεν, ὃ δ' ἐς Τρώων ὅμαδον κίεν». Ἔνθα ταὐτὸν λαὸς παρὰ τὸ λίαν αὔειν καὶ ὅμαδος παρὰ τὴν ὁμοῦ αὐδήν. Σεμνοτέρα δὲ λέξις ὁ λαός ἤπερ ὁ ὅμαδος, διὸ λαὸν μὲν ἔφη ἐπὶ Ἀχαιῶν, ὅμαδον δὲ ἐπὶ τῶν βαρβάρων Τρώων. (ῃ. 303-5) Ὅτι δώροις ἀλλήλους δεξιοῦνται ὁ Ἕκτωρ τε καὶ ὁ Αἴας μετὰ τὴν μονομαχίαν, οὐκ ἐπὶ ξενίᾳ μέντοι, ὡς ἐπὶ Γλαύκου καὶ ∆ιομήδους ἐγένετο, ἀλλ' εἰς μνήμην τῆς μονομαχίας καὶ τοῦ ἐπὶ ἴσοις ἀπαλλαγῆναι τοὺς ἥρωας. Ἕκτωρ μὲν οὖν, ὁ καὶ προκαλεσάμενος, ὡς εἴρηται, εἰς δῶρα, ἀφοπλίσας οἷον ἑαυτὸν «δῶκε ξίφος ἀργυρόηλον σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι, Αἴας δὲ ζωστῆρα δίδου