190
εἶπεν, διὰ 2401 τὸ νεαρόν τε καὶ ἀειθαλὲς τοῦ φυτοῦ. Πηγαῖς γὰρ ἀεὶ καὶ ποταμοῖς παραπέφυκεν. Τινὲς δὲ πρὸς τοὺς αὐτοὺς καὶ τὰ νῦν εἰρῆσθαί φασι. Τὴν γὰρ αἰτίαν τῆς ἀπωλείας εἰπὼν, πάλιν αὐτοῖς τὸ μνησικακεῖν ἐπαγγέλλεται. Ἕτερον αὐτοῖς ἀντὶ τοῦ προλαβόντος ὁρίζων καιρὸν τὸ νῦν λέγων, ὡς καὶ τό· "Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε." Προτρέπει γὰρ αὐτὸν ἐπιλαθέσθαι μὲν τῶν πάλαι. Ὅτι δὲ αὐτοῦ παῖς ὠνομάσθη, σκοπεῖν καὶ ὡς ἐκ πάντων ἐξείλεκται τῶν ἐθνῶν, κατὰ τό· "Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη," καὶ τὰ ἐφ' ἑξῆς. Εἰ δὲ νοοῖτο περὶ τῶν ἐξ ἐθνῶν, τοσαύτη τις ἔσται τότε, φησὶ, προκοπὴ καὶ θεοσεβείας κατόρθωσις τῶν οἰκούντων πάλαι τὴν ἔρημόν τε καὶ ἄνυδρον, ὡς ἁμιλλᾶσθαι πρὸς ἀλλήλους ὡς ἐν δρόμῳ τοῦ Θεοῦ τὴν χάριν ἁρπάζειν ἐπειγομένους, καὶ τὸν μὲν Τοῦ Θεοῦ, λέγειν, εἰμὶ, τὸν δὲ τοὔνομα τοῦ Ἰακὼβ ἐπιγράφεσθαι, καίτοι μὴ ὄντα ἐκ τοῦ Ἰακὼβ, ἐκ δὲ τῆς ἐρήμου τῆς πρότερον. Ἀντὶ δὲ τοῦ βοήσεται, κληθήσεται Σύμμαχος ἔφησεν· τοῦτο, φασὶν, ἐν τοῖς τῶν διωγμῶν καιροῖς ἐθεασάμεθα, πολλοὺς τῶν ἐθνικῶν τὰς τῶν ἁγίων ἀνδρῶν προσηγορίας ἑαυτοῖς ὑφαρπάζοντας. Ἐκάλει γὰρ ἑαυτὸν ὁ μὲν Ἰακὼβ, ὁ δὲ Ἰσραὴλ, ἕτεροι δὲ Ἱερεμίαν τε καὶ Ἡσαΐαν, καὶ ∆ανιήλ. Μεθ' ὧν ὀνομάτων ἐπὶ τὰ μαρτύρια προθύμως ἑαυτοὺς ἐπεδίδοσαν. Τὸ δὲ τῇ χειρὶ, διὰ τὸ στίζειν ἴσως πολλοὺς ἐπὶ καρπῶν, ἢ βραχιόνων ἢ τοῦ σταυροῦ τὸ σημεῖον, ἢ τὴν Χριστοῦ προσηγορίαν. Ἤγουν ἐπὶ τῷ ὀνόματι, φησὶν, ἐπειδὴ ὄνομα τοῖς ἐξ Ἰακὼβ σχοίνισμα καὶ κλῆρος Θεοῦ. Οὐκ ἐᾷ δὲ, φασὶ, τοὺς ἀσεβήσαντας χωρεῖν εἰς ἀπόγνωσιν, ὡς μὴ δοκεῖν ὁλόῤῥιζον ἀπολεῖσθαι τὸν Ἰσραὴλ, ἀποστραφέντος εἰς ἅπαν αὐτοὺς τοῦ Θεοῦ. Καταλέαν εἰ δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδόν. Ἑαυτὸν δὲ λέγων Κύριον, καὶ Θεὸν, ποιητήν τε καὶ πλάστην, ἐμφαίνειν ἔοικεν ὅτι καὶ πεπλάνηται, τὸ τῆς θεότητος ὄνομα Ἰσραὴλ περιθεὶς ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς, καὶ τῆς ἐξ ἀρχῆς τοῦ ἀνθρώπου δημιουργίας ὑπέμνησεν, ἀχαριστίας γραφόμενος, εἰ γονέας τιμῶν τοὺς εἰς τὴν γένεσιν ὑπουργήσαντας, αὐτὸν ἀπεστράφη τὸν ποιητὴν, ὃ καὶ δι' ἑνὸς ἔφη τῶν προφητῶν· "Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ." Καί· "Εἰ Πατήρ εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου;" Καί· "Εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ." Κύριος μὲν γάρ ἐστιν, ὡς ὑπὸ χεῖρα τὴν κτίσιν κρατῶν, Πατὴρ δὲ, ὡς ποιητής. Τὸ δὲ ἔτι βοηθήσῃ, παρίστησιν ὡς ἥμερος ἐγὼ καὶ πρὸς τοσοῦτον ἡμαρτηκότα. Ἄνωθεν δέ τινες περὶ τῆς ὅλης ῥήσεως ἔφασαν, ὡς ἐνάγων αὐτοὺς εἰς ἔνδειξιν τῆς 2404 ἰδίας μεγαλοπρεπείας, ὡς οἷός τε ἔσται καὶ τὰς δέκα φυλὰς ἐπαναγαγεῖν ἐὰν βουληθῶσι, τῶν πάλαι θαυμάτων ὑπέμνησεν. Εἰ δὲ λέγετε Τί δεῖ μεμνῆσθαι; πάλιν ἐκείνων ἀπιστουμένων τῷ χρόνῳ, παρείσθω ταῦτα, φησὶ, καὶ τὰ νέα σκοπήσατε. Εἰπὼν δὲ τὰ περὶ τῆς Καινῆς ∆ιαθήκης, φησὶν, ὡς Οὐ νῦν ἀρχὴν τῆς περὶ σὲ κηδεμονίας πεποίημαι, ἀλλ' οὐ δὲ μισθὸν λαβὼν ἐξ ἀρχῆς, τοὐναντίον δὲ καὶ ἀσεβοῦντι τῶν ἁμαρτημάτων ἄφεσιν δέδωκα, καιρὸν ὑμῖν δοὺς δικαιοσύνην ἐργάζεσθαι. Καὶ ἡ θάλασσα γὰρ, καὶ ὁ στύλος τοῦ πυρὸς, καὶ ἡ νεφέλη, βαπτίσματος χώραν ἐπεῖχεν ὑμῖν. Καὶ ὁ Ἀπόστολος γὰρ βεβαπτίσθαι φησὶν αὐτοὺς ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ. Ὁ αὐτὸς δὲ καὶ νῦν εἰμι βουλομένων ὑμῶν ἀφιεὶς ἁμαρτίας, ἐὰν ἑαυτῶν κατήγοροι γένησθε ἐπὶ ἀφέσει, οὐ κατακρίσει. Εἰ δὲ μὴ, ἐν καιρῷ τῆς κρίσεως τούτων ὑμᾶς ὑπομνήσω τοὺς ἑαυτῶν πατέρας ταῖς ἁμαρτίαις νικήσαντας. Ἠσέβουν μὲν γὰρ κἀκεῖνοι, ἀλλ' οὐκ εἴδωλον καθ' ὑμᾶς ἐπεισήνεγκαν τῷ ἡμετέρῳ ναῷ. Καὶ πάλιν ἐπιστρέφων αὐτοὺς, δυσωπητικῶς Ἰακὼβ καὶ Ἰσραὴλ ἐκ τῶν πατέρων καλεῖ, καὶ ποιητὴν καὶ διὰ πάντων διήκοντα δεικνὺς ἑαυτὸν, καὶ τῆς ἐν τῇ γαστρὶ μέμνηται πλάσεως. Εἶτα μισθὸν τῆς εἰς τὸν Μονογενῆ πίστεως τὸ Πνεῦμα δώσειν ἐπαγγειλάμενος τὴν ἐξ αὐτοῦ χορηγουμένην εὐλογίαν δηλοῖ. Ἴδιον γὰρ τῶν εὐλογούντων Θεὸν, τὸ καὶ αὐτοὺς εὐλογίας πληροῦσθαι. Εἰ γὰρ ὁ τὸν Ἀβραὰμ εὐλογῶν εὐλογίας κληρονόμος ἔσται, πόσῳ γε τούτου τὸν Θεὸν καὶ ∆εσπότην; Ἐν τούτοις δὲ γενήσονται τοῖς ἀγαθοῖς, ὡς τοῖς ἀειθαλέσιν ἐοικέναι